← 伊塞优斯

论基隆的遗产

§32-38

赡养义务所证继承权与狄奥克利斯侵吞遗产

演说者以赡养父母法和直系血统优先权论证了自己继承权的合法性,随后详细列举了基隆的遗产清单,并揭露了狄奥克利斯为侵吞财产所策划的阴谋手段。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32

οὐ τοίνυν ἐκ τούτου μόνον, ἀλλὰ καὶ ἐκ τοῦ περὶ τῆς κακώσεως νόμου δῆλόν ἐστιν. εἰ γὰρ ἔζη μὲν ὁ πάππος, ἐνδεὴς δὲ ἦν τῶν ἐπιτηδείων, οὐκ ἂν οὗτος ὑπόδικος ἦν τῆς κακώσεως ἀλλʼ ἡμεῖς. κελεύει γὰρ τρέφειν τοὺς γονέας· γονεῖς δʼ εἰσὶ μήτηρ καὶ πατὴρ καὶ πάππος καὶ τήθη καὶ τούτων μήτηρ καὶ πατήρ, ἐὰν ἔτι ζῶσιν· ἐκεῖνοι γὰρ ἀρχὴ τοῦ γένους εἰσί, καὶ τὰ ἐκείνων παραδίδοται τοῖς ἐκγόνοις· διόπερ ἀνάγκη τρέφειν αὐτούς ἐστι, κἂν μηδὲν καταλίπωσι. πῶς οὖν δίκαιόν ἐστιν, ἐὰν μὲν μηδὲν καταλίπωσιν, ἡμᾶς ὑποδίκους εἶναι τῆς κακώσεως, ἢν μὴ τρέφωμεν, εἰ δέ τι καταλελοίπασι, τόνδʼ εἶναι κληρονόμον ἀλλὰ μὴ ἡμᾶς; οὐδαμῶς δήπουθεν.

因此,不仅由此可见,而且从关于虐待与不抚养父母的法律中也能清楚看出这一点。因为如果我的外祖父尚在人世而缺乏生活必需品,依法应受虐待罪控告的绝不是此人,而是我们。因为法律命令我们赡养父母;而父母包括母亲、父亲、祖父、祖母,以及他们的母亲和父亲(若他们依然健在的话);因为他们是家族谱系的源头,他们的财产传给后代;因此即便他们没有留下任何财产,赡养他们也是义不容辞的责任。那么,如果他们一无所留,我们不予赡养便要面临虐待罪控告,而如果他们留下了财产,继承人反倒是此人而非我们,这难道符合正义吗?绝无此理。

§33

πρὸς ἕνα δὲ τὸν πρῶτον τῶν συγγενῶν προσάξω,1 καὶ τοῦ γένους καθʼ ἕκαστον ὑμᾶς ἐρωτήσω· ῥᾷστα γὰρ οὕτω μάθοιτʼ ἄν. Κίρωνος πότερον θυγάτηρ ἢ ἀδελφὸς ἐγγυτέρω τοῦ γένους ἐστί· δῆλον γὰρ ὅτι θυγάτηρ· ἡ μὲν γὰρ ἐξ ἐκείνου γέγονεν, ὁ δὲ μετʼ ἐκείνου. θυγατρὸς δὲ παῖδες ἢ ἀδελφός; παῖδες δήπουθεν· γένος γὰρ ἀλλʼ οὐχὶ συγγένεια τοῦτʼ ἐστίν. εἰ δὴ προέχομεν ἀδελφοῦ τοσοῦτον, ἦ που τοῦδέ γʼ ὄντος ἀδελφιδοῦ πάμπολυ πρότεροί ἐσμεν.

我将提出旁系亲属中最前列的一人(兄弟),并就血统的各级关系向你们发问;因为这样你们最容易明白。对基隆而言,究竟是女儿在血统上更近,还是兄弟更近?显然是女儿更近;因为她是由他所生,而兄弟是与他同辈而生。那么,女儿的孩子们与兄弟相比又如何呢?当然是孩子们更近;因为这是直系后代,而非一般的旁系血亲。如果我们比兄弟的次序优先这么多,那么对此人这样一个区区侄子而言,我们显然拥有无可比拟的优先权。

§34

δέδοικα δὲ μὴ λίαν ὁμολογούμενα λέγων ἐνοχλεῖν ὑμῖν δόξω· πάντες γὰρ ὑμεῖς τῶν πατρῴων, τῶν παππῴων, τῶν ἔτι περαιτέρω κληρονομεῖτε ἐκ γένους παρειληφότες τὴν ἀγχιστείαν ἀνεπίδικον, καὶ οὐκ οἶδʼ εἴ τινι πρὸ τοῦ πώποτε τοιοῦτος ἀγὼν συμβέβηκεν. ἀναγνοὺς οὖν τὸν τῆς κακώσεως νόμον, ὧν ἕνεκα πάντα γίγνεται, καὶ ταῦτʼ ἤδη πειράσομαι διδάσκειν.2

然而我担心,如果我所说的尽是人所共知的不争之事实,可能会显得烦扰你们;因为你们所有人继承父辈、祖父辈乃至更久远祖先的财产,都是凭借直系血统合法承袭了毫无争议的继承权,我甚至不知道此前是否有人曾遭遇过这样的讼争。因此,在宣读了关于虐待父母的法律之后,我将立即向你们阐明引发这一切争端的财产情况。

§35

Νόμος Κίρων γὰρ ἐκέκτητο οὐσίαν, ὦ ἄνδρες, ἀγρὸν μὲν Φλυῆσι, καὶ ταλάντου ῥᾳδίως ἄξιον, οἰκίας δʼ ἐν ἄστει δύο, τὴν μὲν μίαν μισθοφοροῦσαν, παρὰ τὸ ἐν Λίμναις Διονύσιον, δισχιλίας εὑρίσκουσαν, τὴν δʼ ἑτέραν, ἐν ᾗ αὐτὸς ᾤκει, τριῶν καὶ δέκα μνῶν· ἔτι δὲ ἀνδράποδα μισθοφοροῦντα καὶ δύο θεραπαίνας καὶ παιδίσκην, καὶ ἔπιπλα διʼ ὧν ᾤκει τὴν οἰκίαν, σχεδὸν σὺν τοῖς ἀνδραπόδοις ἄξια τριῶν καὶ δέκα μνῶν· σύμπαντα δὲ ὅσα φανερὰ ἦν, πλέον ἢ ἐνενήκοντα μνῶν· χωρὶς δὲ τούτων δανείσματα οὐκ ὀλίγα, ἀφʼ ὧν ἐκεῖνος τόκους ἐλάμβανε.

法律 各位审判官,基隆拥有一笔产业:在弗吕亚有一处农庄,价值轻而易举可达一塔兰同;在城里有两处房屋,一处位于沼泽区的狄奥尼索斯神庙旁,用于出租,价值两千德拉克马;另一处是他自己居住的房子,价值十三明那;此外还有用于出租取利的奴隶,两个女佣和一个年轻女仆,以及他布置寓所用的家具,与奴隶合计大约价值十三明那;所有显明可见的财产总值超过九十明那;除这些之外,还有相当数量的放贷,他从中收取利息。

§36

τούτοις Διοκλῆς μετὰ τῆς ἀδελφῆς πάλαι ἐπεβούλευεν, ἐπειδὴ τάχιστα οἱ παῖδες οἱ Κίρωνος ἐτελεύτησαν. ἐκείνην μὲν γὰρ οὐκ ἐξεδίδου δυναμένην ἔτι τεκεῖν παῖδας ἐξ ἑτέρου ἀνδρός, ἵνα μὴ χωρισθείσης περὶ τῶν αὑτοῦ βουλεύσαιτο καθάπερ προσῆκεν,3 ἔπειθε δὲ μένειν φάσκουσαν ἐξ αὐτοῦ κυεῖν οἴεσθαι, προσποιουμένην δὲ διαφθείρειν ἄκουσαν, ἵνʼ ἐλπίζων ἀεὶ γενήσεσθαι παῖδας αὑτῷ μηδέτερον ἡμῶν εἰσποιήσαιτο ὑόν· καὶ τὸν πατέρα διέβαλλεν ἀεί, φάσκων αὐτὸν ἐπιβουλεύειν τοῖς ἐκείνου.

对这些财产,在基隆的儿子们一去世后,狄奥克利斯与其妹便早已开始觊觎暗算。因为尽管其妹尚有能力与其他男子生育后代,他却不把她改嫁出去,以免她离异后基隆会像理所应当的那样为自己的产业作长远打算;相反,他劝说妹妹留下,声称自己以为怀上了基隆的孩子,并假装违背意愿而流产,好让基隆一直指望自己会有子嗣,从而不将我们二人中的任何一个收为养子;同时他还不断中伤我的父亲,声称父亲在图谋基隆的财产。

§37

τά τε οὖν χρέα πάντα, ὅσα ὠφείλετο αὐτῷ, καὶ 〈τοὺς〉 τόκους ἔπειθε 〈πράξασθαι〉 τά τε φανερὰ διʼ αὑτοῦ ποιεῖσθαι, παράγων ἄνδρα πρεσβύτερον θεραπείαις καὶ κολακείαις, ἕως ἅπαντα τὰ ἐκείνου περιέλαβεν. εἰδὼς δὲ ὅτι πάντων ἐγὼ τούτων κατὰ τὸ προσῆκον εἶναι κύριος ζητήσω, ὁπότε ὁ πάππος τελευτήσειεν, εἰσιέναι μέν με καὶ θεραπεύειν ἐκεῖνον καὶ συνδιατρίβειν οὐκ ἐκώλυε, δεδιὼς μὴ τραχυνθεὶς εἰς ὀργὴν κατασταίη πρὸς αὑτόν, παρεσκεύαζε δέ μοι τὸν ἀμφισβητήσοντα τῆς οὐσίας, μέρος πολλοστὸν τούτῳ μεταδιδοὺς εἰ κατορθώσειεν, αὑτῷ δὲ ταῦτα πάντα περιποιῶν, καὶ οὐδὲ πρὸς τοῦτον ὁμολογῶν τὸν πάππον χρήματα καταλείπειν, ἀλλʼ εἶναι φάσκων οὐδέν.

狄奥克利斯通过百般照料和谄媚讨好来诱导这位老人,劝他收回欠他的所有债务和利息,并经由〔狄奥克利斯〕自己来管理显明的财产,直到彻底把控了基隆的一切家资。他明知一旦外祖父去世,我必将按正当法理要求成为这笔产业的主人,因此,他因惧怕外祖父被激怒而对他发火,并未阻止我探望、服侍老人并与老人相处;但他却暗中纠集了此人来同我争夺财产,许诺如果得逞就分给他极微小的一份,而将全部家产据为己有,甚至对此人也不承认外祖父留下了钱财,反而声称一无所有。

§38

καὶ ἐπειδὴ τάχιστα ἐτελεύτησεν, ἐντάφια προπαρασκευασάμενος τὸ μὲν ἀργύριον ἐμὲ ἐκέλευεν ἐνεγκεῖν, ὡς τῶν μαρτύρων ἠκούσατε μαρτυρησάντων, ἀπειληφέναι δὲ παρὰ τοῦδε προσεποιεῖτο, παρʼ ἐμοῦ δὲ οὐκέτι ἤθελεν ἀπολαβεῖν, ὑποπαρωθῶν, ὅπως ἐκεῖνος δοκοίη θάπτειν ἀλλὰ μὴ ἐγὼ τὸν πάππον. ἀμφισβητοῦντος δὲ τούτου καὶ τῆς οἰκίας ταύτης καὶ τῶν ἄλλων ὧν ἐκεῖνος κατέλιπε, καὶ οὐδὲν φάσκοντος καταλελοιπέναι, βιάσασθαι μὲν καὶ τὸν πάππον μεταφέρειν ἐν ταῖς τοιαύταις ἀκαιρίαις οὐκ ᾤμην δεῖν, τῶν φίλων μοι ταῦτα συγγιγνωσκόντων, συνεποίουν δὲ καὶ συνέθαπτον, ἐξ ὧν ὁ πάππος κατέλιπε τῶν ἀναλωμάτων γιγνομένων.

而在外祖父去世后,他预先购置了送葬用品,吩咐我送钱去(正如你们听见证人所证言的那样),随后却假装已经从这个男人手里收到了钱,不再肯从我这里收取,蓄意把我排挤到一旁,好让别人看起来是此人而非我在安葬外祖父。在此人既对我外祖父这所房屋以及遗留下的其他产业提出争夺,又声称老人未留一物的情况下,我认为在那样悲痛忙乱的危急时刻动用武力移走外祖父的遗体并不妥当,我的朋友们对此也表示赞同;于是我一同操办并一同参与了安葬,而开销则是从外祖父所遗留的财产中支付的。

语法注3 条
  1. 33πρὸς ἕνα δὲ τὸν πρῶτον τῶν συγγενῶν προσάξω

    προσάξω 在论辩语境中意为“引出……进行对比/提出”。τὸν πρῶτον τῶν συγγενῶν 指旁系亲属中最前列者,即第31节所设想的“兄弟”;演说者将其作为基准提出来,以便向陪审官论证血统次序的远近。

  2. 34ὧν ἕνεκα πάντα γίγνεται, καὶ ταῦτʼ ἤδη πειράσομαι διδάσκειν

    关系从句 ὧν ἕνεκα πάντα γίγνεται(“引发这一切纷争的原由/财产”)先置于指示代词 ταῦτα(具体的产业内容)。πάντα 指代目前的争讼与阴谋,中性属格 ὧν 受 ἕνεκα 支配,预先指向后文将要详述的遗产清单。

  3. 36ἵνα μὴ χωρισθείσης περὶ τῶν αὑτοῦ βουλεύσαιτο καθάπερ προσῆκεν

    χωρισθείσης 为属格绝对结构,省略了阴性主语妹氏(“如果她离异/离开”)。目的从句的谓语动词 βουλεύσαιτο 的主语是基隆,反身代词 αὑτοῦ(“他自己的财产”)同样指基隆,表示狄奥克利斯企图阻止基隆因妻子离去而自主正当地处置家产。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg008.humanitext-grc2:32-38