← 伊塞优斯

论基隆的遗产

§39-46

悼念祭礼的履行与狄奥克利斯的恶行

演说者阐明自己自费主持外祖父悼念祭礼的经过,揭露幕后指使者狄奥克利斯以往谋杀亲属、侵吞家产等恶劣罪行,并恳求陪审官维护其合法继承权并主持正义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39

καὶ ταῦτα μὲν οὕτως ἀναγκασθεὶς ἔπραξα τοῦτον τὸν τρόπον· ὅπως δὲ μηδέν μου ταύτῃ πλεονεκτοῖεν,1 παρʼ ὑμῖν φάσκοντες οὐδέν με εἰς τὴν ταφὴν ἀνηλωκέναι, τὸν ἐξηγητὴν ἐρόμενος ἐκείνου κελεύσαντος ἀνήλωσα παρʼ ἐμαυτοῦ καὶ τὰ ἔνατα ἐπήνεγκα, ὡς οἷόν τε κάλλιστα παρασκευάσας, ἵνα αὐτῶν ἐκκόψαιμι ταύτην τὴν ἱεροσυλίαν, καὶ ἵνα μὴ δοκοῖεν οὗτοι μὲν ἀνηλωκέναι πάντα, ἐγὼ δὲ μηδέν, ἀλλʼ ὁμοίως κἀγώ.

我就是在这种被迫的情形下,按这种方式行事的;但为了不让他们在这一点上占我的便宜,在你们面前谎称我未曾为葬礼花销分文,我请教了礼仪阐释官(埃克塞盖特斯),并在他的指示下自掏腰包承担开销,主持了第九日的祭礼,尽可能妥善体面地筹办了一切,以挫败他们这一渎神无耻的企图,并使人不至于认为全是他们承担了所有花销而我分文未出,反而显明我也同样做出了贡献。

§40

καὶ τὰ μὲν γεγενημένα, καὶ διʼ ἃ τὰ πράγματα ταῦτʼ ἔχομεν, σχεδόν τι ταῦτʼ ἐστίν, ὦ ἄνδρες· εἰ δὲ εἰδείητε τὴν Διοκλέους ἀναισχυντίαν, καὶ περὶ τὰ ἄλλα οἷός ἐστιν, οὐκ ἂν ἀπιστήσαιτε τῶν εἰρημένων οὐδενί. οὗτος μὲν γὰρ ἔχει τὴν οὐσίαν, ἀφʼ ἧς νῦν ἐστι λαμπρός, ἀλλοτρίαν, ἀδελφῶν τριῶν ὁμομητρίων ἐπικλήρων καταλειφθεισῶν αὑτὸν τῷ πατρὶ αὐτῶν εἰσποιήσας, οὐδεμίαν ἐκείνου περὶ τούτων ποιησαμένου διαθήκην.

各位审判官,所发生的事情以及我们惹上这些麻烦的原委,大抵就是如此。如果你们深知狄奥克利斯的寡廉鲜耻,以及他在其他事情上的为人,你们对刚才所说的任何一件事决不会有丝毫怀疑。因为他如今赖以炫耀显赫的那笔家资,原本属于他人;当三个同母姐妹作为女继承人(女嗣)被留下来时,尽管她们的父亲未就这些财产立下任何遗嘱,他却硬是将自己过继为她们父亲的养子。

§41

τοῖν δʼ ἀδελφαῖν τοῖν δυοῖν ἐπειδὴ τὰ χρήματα εἰσεπράττετο ὑπὸ τῶν ἐκείναις συνοικούντων, τὸν μὲν τὴν πρεσβυτέραν ἔχοντα κατοικοδομήσας καὶ ἐπιβουλεύσας ἠτίμωσε, καὶ γραφὴν ὕβρεως γραφεὶς οὐδέπω τούτων δίκην δέδωκε, τῆς δὲ μετʼ ἐκείνην γενομένης τὸν ἄνδρα ἀποκτεῖναι κελεύσας οἰκέτην ἐκεῖνον μὲν ἐξέπεμψε, τὴν δʼ αἰτίαν εἰς τὴν ἀδελφὴν ἔτρεψε, καταπλήξας δὲ ταῖς αὑτοῦ βδελυρίαις προσαφῄρηται τὸν ὑὸν αὐτῆς τὴν οὐσίαν2 ἐπιτροπεύσας, καὶ κατέχει τὸν ἀγρόν, φελλέα [χωρία ἄττα] δὲ ἐκείνῳ δέδωκε. καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, δεδίασι μὲν αὐτόν, ἴσως δʼ ἄν μοι καὶ μαρτυρῆσαι ἐθελήσειαν· εἰ δὲ μή, τοὺς εἰδότας παρέξομαι μάρτυρας. καί μοι κάλει δεῦρο αὐτοὺς πρῶτον.

而当娶了其中两位姐妹的丈夫们向他追讨财产时,他将娶长女的丈夫拘禁幽闭并加以暗害,使那人被剥夺了公民权(阿提米亚),虽被以凌辱罪提起公诉,却至今未就这些恶行受到惩处;至于次女的丈夫,他指使家奴将其谋杀,随后将那名家奴送往境外,反将杀人罪责嫁祸给自己妹妹,接着他又以骇人听闻的恶毒手段胁迫妹妹,在充当她儿子的监护人期间,又进一步剥夺了她儿子的财产,自己霸占了肥沃的庄园,却给那孩子留下一片乱石嶙峋的荒地。对于我所说这些事情的真实性:他们虽畏惧他,但或许也愿意为我作证;如果他们不肯,我将传唤知情者出庭作证。请先替我传唤他们上前来。

§43

Μάρτυρες οὕτω τοίνυν ἀσελγὴς ὢν καὶ βίαιος καὶ τὴν τῶν ἀδελφῶν οὐσίαν ἀπεστερηκὼς οὐκ ἀγαπᾷ τὰ ἐκείνων ἔχων, ἀλλʼ ὅτι δίκην οὐδεμίαν αὐτῶν δέδωκεν, ἥκει καὶ τὰ τοῦ πάππου χρήματα ἡμᾶς ἀποστερήσων, καὶ τούτῳ δύο μνᾶς (ὡς ἀκούομεν) μόνας δεδωκὼς οὐ μόνον περὶ χρημάτων ἡμᾶς ἀλλὰ καὶ περὶ τῆς πατρίδος εἰς κινδύνους καθίστησιν. ἐὰν γὰρ ἐξαπατηθῆτε ὑμεῖς πεισθέντες ὡς ἡ μήτηρ ἡμῶν οὐκ ἦν πολῖτις, οὐδʼ ἡμεῖς ἐσμεν· μετʼ Εὐκλείδην γὰρ ἄρχοντα γεγόναμεν.3 ἆρα περὶ μικρῶν τινῶν ἡμῖν τὸν ἀγῶνα κατεσκεύακε; καὶ ζῶντος μὲν τοῦ πάππου καὶ τοῦ πατρὸς οὐδεμίαν αἰτίαν εἴχομεν, ἀλλʼ ἀναμφισβήτητοι τὸν ἅπαντα χρόνον διετελέσαμεν· ἐπειδὴ δʼ ἐκεῖνοι τετελευτήκασι, κἂν νῦν νικήσωμεν, ὄνειδος ἕξομεν, διότι ἠμφισβητήθημεν, διὰ τὸν Ὀρέστην τοῦτον τὸν κακῶς ἀπολούμενον, ὃς μοιχὸς ληφθεὶς καὶ παθὼν ὅ τι προσήκει τοὺς τὰ τοιαῦτα ποιοῦντας οὐδʼ ὣς ἀπαλλάττεται τοῦ πράγματος, ὡς οἱ συνειδότες καταμαρτυροῦσι. τοῦτον μὲν οὖν, οἷός ἐστι, καὶ νῦν ἀκούετε καὶ αὖθις ἀκριβέστερον πεύσεσθε, ὅταν κατʼ αὐτοῦ τὴν δίκην ἡμεῖς εἰσίωμεν·

证人 由此可见,他如此骄横暴戾,侵吞了姐妹们的财产,却并不满足于据有她们的家当,反而正因为其恶行从未受过任何惩罚,如今又跑来企图掠夺我们外祖父的财产;而且(据我们所闻)他仅仅给了这个男人区区两明那,便不仅在财产方面,甚至在我们祖国的公民权方面将我们置于险境。因为如果你们受蒙骗而相信我们的母亲并非合法公民,那我们也将不再是公民;因为我们是在执政官尤克利德之后出生的。难道他为我们设下的这场讼争关系微不足道吗?在外祖父和父亲在世时,我们未曾遭受任何非难,始终毫无争议地度过了全部岁月;然而在他们去世后,哪怕我们如今胜诉,也将因为曾受质疑而蒙受耻辱,而这全是拜眼前这个必遭厄运的俄瑞斯忒斯所赐——此人曾因通奸被当场抓获,并遭受了对此类罪人应有的惩罚,即便如此却仍未收手改过,知情者对此已作证控告。至于他究竟是怎样的人,你们此刻既已听闻,日后当我们向他提起诉讼时,更将详加知晓。

§45

ὑμῶν δʼ ἐγὼ δέομαι καὶ ἱκετεύω, μή με περιίδητε περὶ τούτων ὑβρισθέντα τῶν χρημάτων ὧν ὁ πάππος κατέλιπε, μηδʼ ἀποστερηθέντα, ἀλλὰ βοηθήσατε καθʼ ὅσον ὑμῶν ἕκαστος τυγχάνει δυνάμενος. ἔχετε δὲ πίστεις ἱκανὰς ἐκ μαρτυριῶν, ἐκ βασάνων, ἐξ αὐτῶν τῶν νόμων, ὅτι τʼ ἐσμὲν 〈ἐκ〉 θυγατρὸς γνησίας Κίρωνος, καὶ ὅτι προσήκει ἡμῖν μᾶλλον ἢ τούτοις κληρονομεῖν τῶν ἐκείνου χρημάτων, ἐκγόνοις οὖσι τοῦ πάππου.

我向你们恳求并祈求:切莫坐视我就外祖父所遗留的财产遭受凌辱并被剥夺,而请你们每个人在力所能及的范围内施以援手。你们已有充足的证据,来自证言、刑讯供词以及法律本身,证明我们出自基隆的婚生女儿,并且作为外祖父的直系后代,继承他的财产理应属于我们而非他们。

§46

μνησθέντες οὖν καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, καὶ τῶν λόγων οὓς εἰρήκαμεν, καὶ τῶν νόμων, ᾗ δίκαιόν ἐστι, ταύτῃ τὴν ψῆφον τίθεσθε. οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων. λαβὲ δʼ αὐτοῖς τὴν μαρτυρίαν τὴν λοιπήν, ὡς ἐλήφθη μοιχός, καὶ ἀνάγνωθι. 〈Μαρτυρία〉

因此,请铭记你们立誓审判的誓词、我们所陈述的辩词以及法律,依照正义所指引的方向投下你们的一票。 我不知还有什么需要多言的,因为我相信你们对所陈述的一切都了然于胸。执事,请为他们拿来关于他被抓获通奸的那份剩余证词,并宣读出来。 证词

语法注3 条
  1. 39ὅπως δὲ μηδέν μου ταύτῃ πλεονεκτοῖεν

    动词 πλεονεκτέω(占便宜、凌驾、胜过)在此带表示比较或分离意义的属格补足语(μου)。由 ὅπως 引导目的从句并接希求法(optative),修饰以副词性与格 ταύτῃ(在这方面),表达说话人意在阻止对方在陪审官面前借此借口占其便宜。

  2. 42προσαφῄρηται τὸν ὑὸν αὐτῆς τὴν οὐσίαν

    复合动词 προσαφαιρέω(进而剥夺、额外夺走)构成双宾格结构,同时支配表示受害人的宾格(τὸν ὑὸν αὐτῆς)与表示被剥夺物的宾格(τὴν οὐσίαν),揭示了狄奥克利斯侵吞其受监护外甥财产的恶行。

  3. 43μετʼ Εὐκλείδην γὰρ ἄρχοντα γεγόναμεν

    介词 μετά 支配宾格(Εὐκλείδην ἄρχοντα)表示时间先后(在执政官尤克利德任期之后,即公元前403/2年之后)。这涉及公元前403年恢复并严格执行的伯里克利公民权法(父母双方必须均为雅典公民),因此说话人强调若其母的公民身份被否定,其自身的公民权也将化为乌有。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg008.humanitext-grc2:39-46