← 伊塞优斯

论基隆的遗产

§23-31

参与葬礼的事实与直系后代的优先继承权

辩护人指出,在料理外祖父葬礼费用与送葬仪式期间,狄奥克利斯和争议方从未提出异议;随后他根据雅典继承法论证,直系后代(外孙)在遗产继承上必定优先于旁系亲属(侄子或兄弟)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23

καὶ ταῦτα Διοκλῆς ἀκούσας οὐδὲν ἀντεῖπεν, ἀλλὰ καὶ ἐωνῆσθαί τι τῶν εἰς τὴν ταφήν, τῶν δὲ ἀρραβῶνα δεδωκέναι αὐτὸς φάσκων, ταῦτα ἠξίου παρʼ ἐμοῦ λαβεῖν, καὶ διωμολογήσατο τῶν μὲν ἠγορασμένων τιμὴν ἀπολαβεῖν, ὧν δὲ ἀρραβῶνα ἔφασκε δεδωκέναι, συστῆσαι τοὺς λαβόντας. εὐθὺς οὖν τοῦτο παρεφθέγγετο, ὡς οὐδʼ ὁτιοῦν εἴη Κίρων καταλελοιπώς, οὐδένα λόγον ἐμοῦ πω ποιουμένου περὶ τῶν ἐκείνου χρημάτων.

狄奥克利斯听了这些话后,没有提出任何异议,反而声称自己已经购买了送葬用品中的一部分,并对另一部分支付了定金,要求从我这里拿取这些费用;他达成协议,将收回所购之物的货款,而对于他声称已付定金的那些,他将把收款人引见给我。接着,在我尚未对基隆的财产提起一言之时,他便立刻脱口而出,说什么基隆根本没有留下任何财产。

§24

καίτοι εἰ μὴ ἦν θυγατριδοῦς Κίρωνος, οὐκ ἂν ταῦτα διωμολογεῖτο, ἀλλʼ ἐκείνους ἂν τοὺς λόγους ἔλεγε “σὺ δὲ τίς εἶ; σοὶ δὲ τί προσήκει θάπτειν; οὐ γιγνώσκω σε· οὐ μὴ εἴσει εἰς τὴν οἰκίαν.”1 ταῦτʼ εἰπεῖν προσῆκεν, ἅ περ νῦν ἑτέρους πέπεικε λέγειν. νῦν δὲ τοιοῦτον μὲν οὐδὲν εἶπεν, εἰς ἕω δὲ τἀργύριον ἐκέλευεν εἰσενεγκεῖν. καὶ ταῦτα ὡς ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.

可是,如果我不是基隆的外孙,他绝不会达成这样的协议,反而会说出那些话来:“你算什么人?你凭什么参与埋葬?我不认得你;休想踏进这所宅子。”这些话本是他应当说的,也正是他如今唆使其他人说的那些话。然而事实上,他当时根本没有说任何这类话,反而吩咐我在次日清晨把钱送去。为了证明我说的是实话,请为我传唤关于这些事实的证人。

§25

Μάρτυρες οὐ τοίνυν ἐκεῖνος μόνος, ἀλλʼ οὐδὲ ὁ νῦν ἀμφισβητῶν τοῦ κλήρου τοιοῦτον εἶπεν οὐδέν, ἀλλʼ ὑπὸ τούτου παρασκευασθεὶς ἀμφισβητεῖ. κἀκείνου τὸ μὲν παρʼ ἐμοῦ κομισθὲν ἀργύριον οὐκ ἐθελήσαντος ἀπολαβεῖν, παρὰ τούτου δʼ ἀπειληφέναι τῇ ὑστεραίᾳ φάσκοντος, οὐκ ἐκωλυόμην συνθάπτειν ἀλλὰ πάντα συνεποίουν· οὐχ ὅπως τοῦδε ἀναλίσκοντος οὐδὲ Διοκλέους, ἀλλʼ ἐξ ὧν ἐκεῖνος κατέλιπε2 γιγνομένων τῶν εἰς αὐτὸν ἀναλωμάτων.

证人 不仅是他,就连如今与我争夺遗产的这个男人也未曾说过任何此类话,他完全是受狄奥克利斯唆使才来争执的。即使狄奥克利斯不肯接受我带来的金钱,声称次日已经从这个男人手里收到了钱,我一同参与安葬也未受阻拦,反而共同操办了一切;这绝非因为此人或狄奥克利斯出了费用,而是因为用于基隆的开销全部取自他所留下的财产。

§26

καίτοι καὶ τούτῳ προσῆκεν, εἰ μὴ πάππος ἦν μοι Κίρων, ὠθεῖν 〈καὶ〉 ἐκβάλλειν καὶ κωλύειν συνθάπτειν. οὐδὲν γὰρ ὅμοιον ἦν μοι πρὸς τοῦτον· ἐγὼ μὲν γὰρ εἴων αὐτὸν ἀδελφιδοῦν ὄντα τοῦ πάππου ταῦτα πάντα συμποιεῖν, τούτῳ δʼ ἔμʼ οὐ προσῆκεν ἐᾶν, εἴπερ ἀληθῆ ταῦτα ἦν ἅπερ νῦν λέγειν τολμῶσιν.

然而,如果基隆不是我的外祖父,此人本也应当将我推开、驱逐出去,并阻止我一同参与埋葬。因为我对他的态度与他对我的态度全然不同:我允许他共同操办这一切,是因为他是外祖父的侄子;但如果他们现在斗胆声称的那些话当真属实,他本不该容许我参与。

§27

ἀλλʼ οὕτω τῇ τοῦ πράγματος ἀληθείᾳ κατεπέπληκτο, ὥστʼ οὐδʼ ἐπὶ τοῦ σήματος ἐμοῦ ποιουμένου λόγους, καὶ κατηγοροῦντος Διοκλέους ὅτι τὰ χρήματα ἀποστερῶν τοῦτόν μοι πέπεικεν ἀμφισβητεῖν, οὐκ ἐτόλμησε γρῦξαι τὸ παράπαν οὐδὲν οὐδʼ εἰπεῖν ἃ νῦν τολμᾷ λέγειν. καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.

可是,他当时被事实的真相彻底震慑,以至于当我在墓前发表演说,谴责狄奥克利斯为了侵吞财产而唆使此人与我争夺时,他根本不敢吭一声,也不敢说出他如今斗胆声称的那些话。为了证明我说的是实话,请为我传唤关于这些事实的证人。

§28

Μάρτυρες πόθεν χρὴ πιστεύεσθαι τὰ εἰρημένα; οὐκ ἐκ τῶν μαρτυριῶν; οἶμαί γε. πόθεν δὲ τοὺς μάρτυρας; οὐκ ἐκ τῶν βασάνων; εἰκός γε. πόθεν δʼ ἀπιστεῖν τοῖς τούτων λόγοις; οὐκ ἐκ τοῦ φεύγειν τοὺς ἐλέγχους; ἀνάγκη μεγάλη. πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειε γνησίαν οὖσαν θυγατέρα Κίρωνος τὴν μητέρα τὴν ἐμήν ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύς;

证人 人们应当凭什么相信陈述的话语呢?难道不是凭证言吗?我认为正是如此。又应当凭什么信任证人呢?难道不是凭拷问调查吗?理当如此。又凭什么怀疑这些人的话语呢?难道不是凭他们逃避严格审查这一事实吗?必然如此。那么,一个人又怎能比用这种方式更清楚地证明我的母亲是基隆的婚生女儿呢?

§29

τῶν μὲν παλαιῶν ἀκοὴν μαρτυρούντων παρεχόμενος, τῶν δὲ ἔτι ζώντων τοὺς εἰδότας ἕκαστα τούτων, οἳ συνῄδεσαν παρʼ ἐκείνῳ τρεφομένην, θυγατέρα νομιζομένην, δὶς ἐκδοθεῖσαν, δὶς ἐγγυηθεῖσαν, ἔτι δὲ περὶ πάντων τούτους βάσανον ἐξ οἰκετῶν πεφευγότας,3 οἳ ταῦτα πάντα ᾔδεσαν. ἔγωγε μὰ τοὺς θεοὺς τοὺς Ὀλυμπίους οὐκ ἂν ἔχοιμι πίστεις μείζους τούτων εἰπεῖν, ἀλλʼ ἱκανὰς εἶναι νομίζω τὰς εἰρημένας.

对于久远的往事提出耳闻证人,在依然健在的人当中则提出熟知各节事实的证人——他们深知母亲在外祖父家中抚养长大,被公认为其女儿,两次出嫁,两次正式订婚——此外还指明这些人对所有这些事实都逃避了对家奴的拷问调查,而那些家奴深知这一切。凭奥林匹斯诸神起誓,我无法举出比这些更大的确证,但我认为已陈述的这些已经足够了。

§30

φέρε δή, καὶ ὡς προσήκει ἐμοὶ μᾶλλον ἢ τούτῳ τῶν Κίρωνος χρημάτων, νῦν ἤδη τοῦτο ἐπιδείξω. καὶ νομίζω μὲν ἁπλῶς καὶ ὑμῖν ἤδη εἶναι φανερὸν ὅτι οὐκ ἐγγυτέρω ταῖς ἀγχιστείαις εἰσὶν οἱ μετʼ ἐκείνου φύντες ἢ οἱ ἐξ ἐκείνου γεγονότες (πῶς γάρ; οἱ μὲν γὰρ ὀνομάζονται συγγενεῖς, οἱ δʼ ἔκγονοι τοῦ τελευτήσαντος)· οὐ μὴν ἀλλʼ ἐπειδὴ καὶ οὕτως ἐχόντων τολμῶσιν ἀμφισβητεῖν, καὶ ἐξ αὐτῶν τῶν νόμων ἀκριβέστερον διδάξομεν.

来吧,我现在就来证明,基隆的财产理应属于我,而不是属于这个男人。我想你们已经一清二楚,在亲属关系上次序较近的绝不是与他同辈所生之人,而是由他所生之子嗣(因为怎么可能不是呢?前者被称为死者的旁系亲属,后者则是死者的后代);然而,既然情况即使如此他们仍敢争辩,我们将根据法律条文本身更加准确地向你们阐明。

§31

εἰ γὰρ ἔζη μὲν ἡ ἐμὴ μήτηρ, θυγάτηρ δὲ Κίρωνος, μηδὲν δὲ ἐκεῖνος διαθέμενος ἐτελεύτησεν, ἦν δὲ ἀδελφὸς οὗτος αὐτῷ, μὴ ἀδελφιδοῦς, συνοικῆσαι μὲν ἂν τῇ γυναικὶ κύριος ἦν, τῶν δὲ χρημάτων οὐκ ἄν, ἀλλʼ οἱ γενόμενοι παῖδες ἐκ τούτου καὶ ἐξ ἐκείνης, ὁπότε ἐπὶ διετὲς ἥβησαν·4 οὕτω γὰρ οἱ νόμοι κελεύουσιν. εἰ τοίνυν καὶ ζώσης κύριος αὐτὸς μὴ ἐγένετο τῶν τῆς γυναικός, ἀλλʼ οἱ παῖδες, δῆλον ὅτι καὶ τετελευτηκυίας, ἐπεὶ παῖδας ἡμᾶς καταλέλοιπεν, οὐ τούτοις ἀλλʼ ἡμῖν προσήκει κληρονομεῖν τῶν χρημάτων.

因为如果我的母亲——即基隆的女儿——当时健在,而基隆未立遗嘱便去世,且此人是基隆的兄弟而非侄子,他固然有权娶该妇人为妻,但无权占有其财产,财产反倒属于他与她所生的男孩们,只要他们达到成年后满两年;因为法律正是如此规定的。因此,如果即便她在世,他自己也不会成为该妇人财产的支配者,而是其子嗣支配,那么显然,在她死后,既然她留下了我们这些儿子,继承财产的理应不是这些人,而是我们。

语法注4 条
  1. 24οὐ μὴ εἴσει εἰς τὴν οἰκίαν

    否定词 οὐ μή 连同具将来意义的现在时直陈式 εἴσει(εἴσειμι 的第二人称单数)构成强烈的禁止句式(“绝不要进入屋内”),在直接引语中表达坚决的拒斥与命令。

  2. 25οὐχ ὅπως τοῦδε ἀναλίσκοντος οὐδὲ Διοκλέους, ἀλλʼ ἐξ ὧν ἐκεῖνος κατέλιπε

    惯用短语 οὐχ ὅπως 与后文的 ἀλλά 相呼应,表示“非但不是……反而……”。此处它统领属格独立结构(τοῦδε ἀναλίσκοντος……),有力地对比了“绝非此人或狄奥克利斯承担费用,而是由逝者留下的财产开销”这一事实。

  3. 29τῶν μὲν παλαιῶν ἀκοὴν μαρτυρούντων παρεχόμενος... πεφευγότας

    该分词长句承接前文疑问句 πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειε... ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύς 中方式分词 ἐπιδεικνύς 的具体内容。分词 παρεχόμενος 统领前半部分呈现证人的过程,而由 ἔτι δέ 引出的宾格分词短语 πεφευγότας(修饰 τούτους)则作为证明行为的另一并列客体。

  4. 31ὁπότε ἐπὶ διετὲς ἥβησαν

    该时间从句表述了雅典继承法中的专门法定用语。短语 ἐπὶ διετὲς ἥβησαν 意为“在达到青年期(18岁)之后满两年”(即满20岁),明确规定了附财继承女(epikleros)所生的儿子达到完全成年、从而能够亲自接管并支配其母系财产的法定年限。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg008.humanitext-grc2:23-31