← 伊塞优斯

论阿波罗多洛斯的遗产

§5-13

尤波利斯的侵吞与阿尔凯达摩斯的协助

发言人陈述了尤波利斯侵吞阿波罗多洛斯财产、发言人的外祖父阿尔凯达摩斯协助阿波罗多洛斯打赢诉讼的始末,并以此证明阿波罗多洛斯对发言人一家心存感激,而与尤波利斯终生为敌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Εὔπολις γάρ, ὦ ἄνδρες, καὶ Θράσυλλος καὶ Μνήσων ἀδελφοὶ ἦσαν ὁμομήτριοι καὶ ὁμοπάτριοι. τούτοις οὐσίαν ὁ πατὴρ κατέλιπε πολλήν, ὥστε καὶ λῃτουργεῖν ἕκαστον ἀξιοῦσθαι παρʼ ὑμῖν. ταύτην ἐκεῖνοι τρεῖς ὄντες ἐνείμαντο πρὸς ἀλλήλους. τούτων τὼ δύο ἐτελευτησάτην περὶ τὸν αὐτὸν χρόνον, ὁ μὲν Μνήσων ἐνθάδε ἄγαμος καὶ ἄπαις, ὁ δὲ Θράσυλλος τῶν ἐν Σικελίᾳ καταλεγεὶς τριηράρχων, καταλιπὼν ὑὸν Ἀπολλόδωρον τὸν ἐμὲ νῦν ποιησάμενον.

诸位审判官,尤波利斯、斯拉叙罗斯与姆涅松是同父同母的亲兄弟。他们的父亲给他们留下了巨额财产,以致他们每一个人都足以在诸位(雅典人)面前承担公益捐(公役)。他们三人将这笔财产在彼此之间进行了分割。其中两人在差不多同一时期去世:姆涅松在本地未婚且无子而终;斯拉叙罗斯则被选拔为在西西里服役的三列桨座战船长之一,留下一子阿波罗多洛斯——即如今收养我的人。

§6

Εὔπολις οὖν μόνος αὐτῶν λειφθεὶς οὐ μικρὰ ἀπολαῦσαι τῶν χρημάτων ἠξίωσεν, ἀλλὰ τὸν μὲν Μνήσονος κλῆρον, οὗ καὶ Ἀπολλοδώρῳ προσῆκε τὸ ἡμικλήριον, πάντα εἰς αὑτὸν περιεποίησε, φάσκων αὑτῷ δοῦναι τὸν ἀδελφόν, αὐτὸν δʼ ἐκεῖνον οὕτω διῴκησεν ἐπιτροπεύων ὥστε τριῶν αὐτῷ ταλάντων δίκην ὀφλεῖν.

于是,尤波利斯作为他们中唯一幸存的人,并不满足于仅享受这笔财产的一小部分,而是将姆涅松的全部遗产据为己有——这笔遗产原本有一半也应当归阿波罗多洛斯所有——声称是其兄弟赠予他的;并且作为监护人,他管理阿波罗多洛斯本人的事务,以至于最终在诉讼中被判赔偿他三塔兰同。

§7

Ἀρχέδαμος γὰρ ὁ πάππος οὑμός, ἐξ οὗ τὴν μητέρα ἔσχε τὴν Ἀπολλοδώρου, τήθην δὲ ἐμήν, ὁρῶν αὐτὸν πάντων ἀποστερούμενον τῶν χρημάτων, ἔτρεφέ τε αὐτὸν παῖδα ὄνθʼ, ὡς ἑαυτὸν καὶ τὴν μητέρα κομισάμενος,1 ἀνδρί τε γενομένῳ συνηγωνίσατο καὶ εἰσέπραξε τὸ ἡμικλήριον ὧν Μνήσων κατέλιπεν ὅσα τε ἐκ τῆς ἐπιτροπῆς ἀπεστέρησε, δίκας δύο ἑλών, καὶ τὴν οὐσίαν ἐποίησε κομίσασθαι τὴν αὑτοῦ πᾶσαν.

因为我的外祖父阿尔凯达摩斯,自从娶了阿波罗多洛斯的母亲即我的外祖母以来,看到他被剥夺了全部财产,在他年幼时便将他和其母接到自己家中抚养;待其成年后,又协助他在法庭上争辩,打赢了两场官司,追回了姆涅松留下的遗产的一半以及尤波利斯在监护期间侵吞的全部财产,使他收回了自己的全部家产。

§8

καὶ διὰ ταῦτα Εὔπολις μὲν καὶ Ἀπολλόδωρος ἐχθρῶς ἔχοντες τὸν πάντα χρόνον διετέλεσαν πρὸς ἀλλήλους, ὁ δὲ πάππος οὑμὸς καὶ Ἀπολλόδωρος φιλικῶς, ὥσπερ προσῆκε. τοῖς δʼ ἔργοις ἄν τις τεκμήραιτο μάλιστα ὅτι Ἀπολλόδωρος πέπονθεν ὃ ἀντευποιεῖν ἠξίου τοὺς ἑαυτὸν εὐεργετήσαντας.2 συμφορᾷ γὰρ τοῦ πάππου χρησαμένου καὶ ληφθέντος εἰς τοὺς πολεμίους, καὶ χρήματα εἰσενεγκεῖν εἰς λύτρα καὶ ὁμηρεῦσαι ὑπὲρ αὐτοῦ ἠθέλησεν, ἕως [οὗ] εὐπορήσειεν ἐκεῖνος τἀργύριον.

因此之故,尤波利斯与阿波罗多洛斯终其一生彼此怀有仇隙,而我的外祖父与阿波罗多洛斯之间则保持着亲密的友谊,正如理所当然的那样。从实际行动中最能看出阿波罗多洛斯深感应当回报那些曾对自己施恩的人。因为当我外祖父遭遇不幸、被敌人俘虏时,他不仅愿意出钱作为赎金,甚至愿意代替他充当人质,直到外祖父筹集到赎金为止。

§9

ἐξ εὐπόρου τε ἀπορωτέρῳ γεγενημένῳ συνδιῴκει τὰ ἐκείνου, μεταδιδοὺς ὧν εἶχεν. εἰς Κόρινθόν τε στρατεύεσθαι μέλλων, εἴ τι πάθοι, διέθετο τὴν οὐσίαν καὶ ἔδωκε τῇ ἐκείνου μὲν θυγατρί, ἐμῇ δὲ μητρί, αὑτοῦ δὲ ἀδελφῇ, διδοὺς αὐτὴν Λακρατίδῃ τῷ νῦν ἱεροφάντῃ γεγενημένῳ. τοιοῦτος ἦν ἐκεῖνος περὶ ἡμᾶς τοὺς ἐξ ἀρχῆς αὐτὸν σώσαντας.

而且在外祖父由富裕沦为困顿之后,他还与他共同料理家计,将自己所有的财产与之分享。当他准备出征科林斯时,为防不测,他处置了自己的财产,将其赠予外祖父的女儿——即我的母亲、他自己的姐妹——并将她嫁给了如今担任显圣者(圣仪官)的拉克拉提得斯。他对待我们这些从一开始拯救了他的人,便是如此情深义重。

§10

ὡς δʼ ἀληθῆ λέγω, καὶ δίκας εἷλεν Εὔπολιν δύο, τὴν μὲν ἐπιτροπῆς τὴν δὲ ἡμικληρίου, τοῦ πάππου συνηγωνισμένου καὶ λέγοντος, τά τε χρήματα ἐκομίσατο διʼ ἡμᾶς καὶ ταύτας τὰς χάριτας ἡμῖν ἀνταπέδωκε, τούτων πρῶτον βούλομαι παρασχέσθαι τοὺς μάρτυρας. καί μοι κάλει δεῦρο αὐτούς.

为了证明我所言属实,即他在我外祖父的共同争辩和代言协助下,在有关监护和有关半数遗产的两场官司中赢了尤波利斯,并通过我们追回了财产并向我们回报了这些恩惠,我首先想为这些事实提供证人。请为我传唤证人们上前来。

§11

Μάρτυρες αἱ μὲν οὖν παρʼ ἡμῶν εὐεργεσίαι τοιαῦται καὶ τηλικαῦται τὸ μέγεθός εἰσιν· αἱ δὲ πρὸς ἐκεῖνον ἔχθραι περὶ τοσούτων χρημάτων ἦσαν, ἃς οὐχ οἷόν τʼ εἰπεῖν ὡς διελύσαντο καὶ φίλοι ἐγένοντο. μεγάλα γὰρ τεκμήρια αὐτῶν ἐστιν· Εὔπολις γὰρ αὐτῷ δυοῖν θυγατέρων οὐσῶν καὶ ἐκ τῶν αὐτῶν αὐτῷ γεγονὼς καὶ χρήμαθʼ ὁρῶν κεκτημένον, οὐδετέραν αὐτῷ τούτων ἔδωκε.3

证人出庭 因此,我们所给予的恩惠便是如此重大而深厚;而他对尤波利斯的仇怨则是围绕着如此巨额的金钱,绝不能说他们后来达成了和解并成为朋友。对此有着确凿的证据:因为尤波利斯虽有两个女儿,且与阿波罗多洛斯出自同一血脉,又看到他拥有财产,却未将其中任何一个女儿嫁给他。

§12

καίτοι δοκοῦσιν ἐπιγαμίαι καὶ μὴ συγγενεῖς ἄνδρας ἀλλὰ καὶ τοὺς τυχόντας ἀπαλλάττειν μεγάλης διαφορᾶς, ὅταν ἃ περὶ πλείστου ποιοῦνται, ταῦτʼ ἀλλήλοις ἐγχειρίζωσιν. εἴτʼ οὖν Εὔπολις γεγένηται αἴτιος 〈δοῦναι〉 μὴ βουληθείς, εἴτʼ Ἀπολλόδωρος λαβεῖν μὴ ἐθελήσας, τὰς ἔχθρας, ὅτι διέμειναν, τὸ ἔργον δεδήλωκε.

然而联姻被认为不仅能消除非亲属之间的隔阂,甚至能消除陌生人之间的巨大仇怨,只要他们将自己最珍视之物托付给彼此。因此,无论是因为尤波利斯不愿将女儿嫁给他,还是因为阿波罗多洛斯不愿迎娶,事实本身都已清楚地表明仇怨始终未消。

§13

καὶ περὶ μὲν τῆς ἐκείνων διαφορᾶς ἱκανοὺς εἶναι νομίζω καὶ τοὺς εἰρημένους λόγους· οἶδα γὰρ ὅτι καὶ ὑμῶν ὅσοι πρεσβύτεροι μνημονεύουσιν ὅτι ἐγένοντο ἀντίδικοι· τό τε γὰρ μέγεθος τῶν δικῶν, καὶ διότι πολὺ αὐτὸν Ἀρχέδαμος εἷλεν, ἐπιφάνειάν τινα ἐποίησεν. ὡς δὲ ἐμὲ ἐποιήσατο ὑὸν ζῶν αὐτὸς καὶ κύριον τῶν αὑτοῦ κατέστησε καὶ εἰς τοὺς γεννήτας καὶ εἰς τοὺς φράτορας ἐνέγραψε, τούτοις ἤδη μοι τὸν νοῦν προσέχετε, ὦ ἄνδρες.

关于他们之间的仇怨,我认为上述所言已然足够;因为我知道,诸位中较为年长的人都还记得他们曾是对簿公堂的诉讼对手;因为诉讼的规模以及阿尔凯达摩斯让他败诉赔偿了巨额款项,在当时引起了相当大的轰动。至于他在生前如何亲自收养我为子、使我成为其财产的主人、并将我登记入氏族和胞族名册,诸位审判官,现在请将你们的注意力转向这些事实。

语法注3 条
  1. 7ὡς ἑαυτὸν καὶ τὴν μητέρα κομισάμενος

    此处的 ὡς 并非连词,而是用作介词,后接表示人的宾格代词(ἑαυτόν),相当于 πρός 或 εἰς,意为“到……那里”。它与中动分词 κομισάμενος(接来自己身边)结合,表示阿尔凯达摩斯将年幼的阿波罗多洛斯及其母亲接到了自己家中照顾。

  2. 8ὅτι Ἀπολλόδωρος πέπονθεν ὃ ἀντευποιεῖν ἠξίου τοὺς ἑαυτὸν εὐεργετήσαντας

    关系代词 ὃ 包含了先行词,意为“他所领受的事情(即恩惠)”。整个句子的结构含义是:阿波罗多洛斯因自己领受了恩惠,便认为应当去回报善待(ἀντευποιεῖν)那些曾向自己施恩的人(τοὺς ἑαυτὸν εὐεργετήσαντας)。

  3. 11Εὔπολις γὰρ αὐτῷ δυοῖν θυγατέρων οὐσῶν καὶ ἐκ τῶν αὐτῶν αὐτῷ γεγονὼς καὶ χρήμαθʼ ὁρῶν κεκτημένον, οὐδετέραν αὐτῷ τούτων ἔδωκε

    句子的核心骨架为 Εὔπολις ... οὐδετέραν αὐτῷ τούτων ἔδωκε(尤波利斯并未将这些[女儿]中的任何一个给予他[阿波罗多洛斯])。主语 Εὔπολις 带有属格独立结构(αὐτῷ δυοῖν θυγατέρων οὐσῶν,意为“尤波利斯虽有两个女儿”)以及两个并列的主格分词(γεγονώς“虽同出一脉”、ὁρῶν“虽看到……”)。句中代词 αὐτῷ 先后指代尤波利斯(第一次)与阿波罗多洛斯(后续),分词 κεκτημένον 的逻辑主语为受格的阿波罗多洛斯(作 ὁρῶν 的宾语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg007.humanitext-grc2:5-13