- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg007.humanitext-grc2:14-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗多洛斯在丧子之后,将亲姐妹之子即演说者正式收为养子,经过宣誓和投票登入胞族名册。演说者指出,对方阵营的亲属斯拉叙布洛斯本人亦承认收养有效而未生争端,从而揭露了对方申索的不公与厚颜。
Ἀπολλοδώρῳ γὰρ ἦν ὑός, ὃν ἐκεῖνος καὶ ἤσκει καὶ διʼ ἐπιμελείας εἶχεν, ὥσπερ καὶ προσῆκον ἦν. ἕως μὲν οὖν ἐκεῖνος ἔζη, διάδοχον τῆς οὐσίας ἤλπιζεν αὐτὸν καταστήσειν τῆς ἑαυτοῦ· ἐπειδὴ δὲ ἐτελεύτησε νοσήσας τοῦ ἐξελθόντος ἐνιαυτοῦ μηνὸς Μαιμακτηριῶνος, ἐπὶ τοῖς παροῦσιν ἀθυμήσας καὶ τὴν ἡλικίαν τὴν ἑαυτοῦ καταμεμψάμενος οὐκ ἐπελάθετο ὑφʼ ὧν καὶ ἐξ ἀρχῆς εὖ πεπονθὼς ἦν, ἀλλʼ ἐλθὼν ὡς τὴν ἐμὴν μητέρα ἑαυτοῦ δὲ ἀδελφήν, ἣν περὶ πλείστου πάντων ἐποιεῖτο, λαβεῖν ἠξίωσέ με ὑὸν καὶ ᾔτησε καὶ ἔτυχεν.
因为阿波罗多洛斯曾有一个儿子,正如理所应当的那样,他不仅悉心培育,而且关怀备至。因此,只要那个儿子还活着,他就期望立其为自己家产的继承人。但是,当儿子在去年迈马克泰里翁月因病离世后,他因眼下的不幸而心灰意冷,又感叹自己年事已高,却没有忘记那些自始至终善待他的人;相反,他来到他最重视的人——我的母亲、即他的姐妹那里,请求收我为子,提出了恳求并获得了应允。
οὕτω δʼ ἐπείσθη ταῦτα ποιῆσαι διὰ ταχέων, ὥστʼ εὐθέως με λαβὼν ᾤχετʼ ἔχων πρὸς αὑτὸν καὶ πάντα τὰ αὑτοῦ διοικεῖν παρέδωκεν, ὡς αὐτὸς μὲν οὐδὲν ἂν ἔτι πρᾶξαι τούτων δυνηθείς, ἐμοῦ δὲ ταῦτα πάντα οἵου τε ἐσομένου ποιεῖν.1 καὶ ἐπειδὴ Θαργήλια ἦν, ἤγαγέ με ἐπὶ τοὺς βωμοὺς εἰς τοὺς γεννήτας τε καὶ φράτορας.
他决心迅速办妥此事,以致立刻将我接回自己家中,并将自己一切事务的管理权交给了我,因为他认为自己再也无力处理这些事务,而我则能够执掌这一切。到了萨尔格利阿节时,他便将我带到祭坛前,引见给氏族和胞族的成员们。
ἔστι δʼ αὐτοῖς νόμος ὁ αὐτός, ἐάν τέ τινα φύσει γεγονότα εἰσάγῃ τις ἐάν τε ποιητόν, ἐπιτιθέναι πίστιν κατὰ τῶν ἱερῶν2 ἦ μὴν ἐξ ἀστῆς εἰσάγειν καὶ γεγονότα ὀρθῶς καὶ τὸν ὑπάρχοντα φύσει καὶ τὸν ποιητόν· ποιήσαντος δὲ τοῦ εἰσάγοντος ταῦτα μηδὲν ἧττον διαψηφίζεσθαι καὶ τοὺς ἄλλους, κἂν δόξῃ, τότʼ εἰς τὸ κοινὸν γραμματεῖον ἐγγράφειν, πρότερον δὲ μή· τοιαύτας ἀκριβείας ἔχει τὰ δίκαια τὰ παρʼ αὐτοῖς.
他们那里有同样的规定:无论引见的是亲生子还是养子,引见人都要在牺牲面前立誓,确证所引见的人出自雅典公民母亲且合法出生,无论其为亲生还是收养;在引见人履行了这一程序后,其他成员仍要进行投票表决,若获赞同,此时才将其登入公用名册,此前绝不可登记。他们中间的法定程序具有如此严格的严密性。
τοῦ νόμου δὴ οὕτως ἔχοντος, καὶ τῶν φρατόρων τε καὶ γεννητῶν ἐκείνῳ οὐκ ἀπιστούντων ἐμέ τε οὐκ ἀγνοούντων, ὅτι ἦν ἐξ ἀδελφῆς αὐτῷ γεγονώς, ἐγγράφουσί με εἰς τὸ κοινὸν γραμματεῖον ψηφισάμενοι πάντες, ἐπιθέντος ἐκείνου τὴν πίστιν καθʼ ἱερῶν. καὶ οὕτω μὲν ὑπὸ ζῶντος ἐποιήθην, καὶ εἰς τὸ κοινὸν γραμματεῖον ἐνεγράφην Θράσυλλος Ἀπολλοδώρου, ποιησαμένου με ἐκείνου τοῦτον τὸν τρόπον, τῶν νόμων αὐτῷ δεδωκότων. ὡς δʼ ἀληθῆ λέγω, λαβέ μοι τὰς μαρτυρίας.
既然法律如此规定,且胞族与氏族的成员既信任他,又深知我的出身——知晓我是其姐妹所生——因此在他对着牺牲宣誓之后,众人一致投票赞成,将我登入了公用名册。我便是在他健在之时被收养的,并作为阿波罗多洛斯之子斯拉叙罗斯被登入公用名册,正是因为他依此方式收养了我,且法律赋予了他这一权利。为了证明我所言属实,请为我呈上证词。
Μαρτυρίαι οἶμαι τοίνυν, ὦ ἄνδρες, μᾶλλον ἂν ὑμᾶς τοῖς μεμαρτυρηκόσι πιστεύειν, εἰ καὶ τινες τῶν ὁμοίως προσηκόντων ἔργοις φανερῶς μεμαρτυρήκασιν ὡς ἐκεῖνος ταῦτα ὀρθῶς καὶ κατὰ τοὺς νόμους ἔπραξε. κατέλιπε γὰρ Εὔπολις θυγατέρας δύο, ταύτην τε ἣ νῦν ἀμφισβητεῖ καὶ Προνάπει συνοικεῖ, καὶ ἄλλην ἣν ἔσχεν Αἰσχίνης ὁ Λουσιεύς, ἣ τετελεύτηκεν ὑὸν ἄνδρα ἤδη καταλιποῦσα, Θρασύβουλον.
证词 因此,诸位审判官,我认为,如果处于同等亲属地位的人中也有一些人用实际行动清楚地证实了他此举合情合理且符合法律,你们会对那些作证的人更加确信不疑。因为尤波利斯留下了两个女儿:即如今提出争议并与普罗纳佩斯同住的这个女人,以及嫁给卢西亚区的埃斯基涅斯的另一个女儿,后者去世时留下了一个已成年的儿子斯拉叙布洛斯。
ἔστι δὲ νόμος 〈ὅς〉, ἐὰν ἀδελφὸς ὁμοπάτωρ ἄπαις τελευτήσῃ καὶ μὴ διαθέμενος, τήν τε ἀδελφὴν ὁμοίως, κἂν ἐξ ἑτέρας ἀδελφιδοῦς ᾖ γεγονώς,3 ἰσομοίρους τῶν χρημάτων καθίστησι. καὶ τοῦτο οὐκ ἀγνοούμενόν ἐστιν οὐδὲ παρʼ αὐτοῖς τούτοις. ἔργῳ γὰρ οὗτοι φανερὸν τοῦτο πεποιήκασι· τοῦ γὰρ Εὐπόλιδος ὑέος ἄπαιδος Ἀπολλοδώρου τελευτήσαντος τὰ ἡμίσεα Θρασύβουλος εἴληφεν, οὐσίας καὶ πεντεταλάντου καταλειφθείσης ῥᾳδίως.
有一条法律规定,如果同父兄弟无嗣且未立遗嘱而去世,那么其姐妹,以及另一姐妹所生的外甥,将同样平分其遗产。这一点即使在这些对手之间也绝非不为人知;因为他们已通过行动清楚地表明了这一点:当尤波利斯的儿子阿波罗多洛斯无嗣而亡时,尽管留下的家产轻松超过五塔兰同,斯拉叙布洛斯却分得了一半。
πατρῴων μὲν οὖν καὶ ἀδελφοῦ χρημάτων τὸ ἴσον αὐτοῖς ὁ νόμος μετασχεῖν δίδωσιν· ἀνεψιοῦ δέ, καὶ εἴ τις ἔξω ταύτης τῆς συγγενείας ἐστίν, οὐκ ἴσον, ἀλλὰ προτέροις τοῖς ἄρρεσι τῶν θηλειῶν τὴν ἀγχιστείαν πεποίηκε. λέγει γάρ “κρατεῖν δὲ τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων, οἳ ἂν ἐκ τῶν αὐτῶν ὦσι, κἂν γένει ἀπωτέρω τυγχάνωσιν ὄντες.”4 ταύτῃ μὲν οὖν οὐδὲ μέρους λαχεῖν προσῆκε, Θρασυβούλῳ δὲ ἁπάντων, εἰ μὴ κυρίαν ἡγεῖτο εἶναι τὴν ἐμὴν εἰσποίησιν.
因此,法律赋予他们在父亲和兄弟的财产上平分遗产的权利;但若是堂兄弟的财产,或属于此亲等之外者的财产,法律却不给予平等的份额,而是在继承权上规定男性优先于女性。因为法律规定:“若出自同一宗系,即便亲等较为疏远,男性及男性后裔亦享有优先继承权。”因此,这女人连一份遗产都不该获得;而如果斯拉叙布洛斯不认为我的收养有效,全部遗产应当归他所有。
ἐκεῖνος τοίνυν οὔτε ἐξ ἀρχῆς ἠμφισβήτηκε πρὸς ἐμὲ οὐδὲν οὔτε νῦν δίκην εἴληχε περὶ αὐτῶν, ἀλλὰ ταῦτα πάντα καλῶς ἔχειν ὡμολόγηκεν· οἱ δʼ ὑπὲρ ταύτης πάντων ἀμφισβητεῖν τετολμήκασιν· εἰς τοῦτο ἀναιδείας ἐληλύθασι. λαβὲ δὴ αὐτοῖς τοὺς νόμους, παρʼ οὓς ταῦτα πεποιήκασι, καὶ ἀνάγνωθι.
然而,斯拉叙布洛斯既在最初从未对我提出任何异议,如今也没有就这些财产提起诉讼,而是承认这一切完全正当;然而这个女人的支持者们却胆敢对全部财产提出争议,他们竟然厚颜无耻到了这种地步!请为他们拿起他们做出这些事所违背的那些法律,当庭宣读出来。
- 15ὡς αὐτὸς μὲν οὐδὲν ἂν ἔτι πρᾶξαι τούτων δυνηθείς, ἐμοῦ δὲ ταῦτα πάντα οἵου τε ἐσομένου ποιεῖν
由表示主观理由的 ὡς 引导、修饰主动词 παρέδωκεν 的分词结构。前半句为主格分词 δυνηθείς 与潜势 ἄν 连用(相当于不定过去直陈式或希求法加 ἄν,主语指向阿波罗多洛斯本人);后半句通过 μέν...δέ 转入独立属格结构(ἐμοῦ ... οἵου τε ἐσομένου),指示主语的转换。
- 16ἐάν τέ τινα φύσει γεγονότα εἰσάγῃ τις ἐάν τε ποιητόν, ἐπιτιθέναι πίστιν κατὰ τῶν ἱερῶν
不定式系列(ἐπιτιθέναι ... διαψηφίζεσθαι ... ἐγγράφειν)作为名词 νόμος 的同位解释语。条件从句 ἐάν τέ ... ἐάν τέ 表示“无论引见亲生子还是养子”的并列条件,不定式 ἐπιτιθέναι 则表述法律所规定的义务性内容。
- 19κἂν ἐξ ἑτέρας ἀδελφιδοῦς ᾖ γεγονώς
让步条件从句(καὶ ἐάν)。在引述的法律条文中,表明不仅已故者的同父姐妹本人,甚至“即使是另一位(已故)姐妹所生的外甥”,在继承上亦享有均等份额(ἰσομοίρους)。
- 20κρατεῖν δὲ τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων, οἳ ἂν ἐκ τῶν αὐτῶν ὦσι, κἂν γένει ἀπωτέρω τυγχάνωσιν ὄντες
直接引用的雅典法定继承法律文句。动词 κρατεῖν 意为“占优势/享有优先权”(承接前文的 προτέροις τοῖς ἄρρεσι τῶν θηλειῶν)。关系从句 οἳ ἂν ἐκ τῶν αὐτῶν ὦσι(“只要出自同一祖系”)与让步从句 κἂν γένει ἀπωτέρω ...(“即使在代际亲等上较为疏远”)严格限定了旁系继承中男系优先于女系的原则。
