- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg007.humanitext-grc2:0-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在概述阿波罗多洛斯生前依法收养发言人及家族恩怨的提要之后,发言人(养子斯拉叙罗斯)阐明生前收养的确凿性,解释了自己为何放弃程序阻却异议而选择直接实体审理,并请求审判官公正审理。
Ὑπόθεσις Εὔπολις καὶ Θράσυλλος καὶ Μνήσων ἀδελφοὶ γεγόνασι. τούτων ὁ μὲν Μνήσων ἄπαις ἐτελεύτησεν, ὁ δὲ Θράσυλλος παῖδα καταλιπὼν Ἀπολλόδωρον· μόνος δʼ Εὔπολις καταλειφθεὶς πολλὰ τὸν Ἀπολλόδωρον ἠδίκησεν. ὅθεν Ἀρχέδαμος, πάππος τοῦ λέγοντος τὸν λόγον, τῇ τοῦ Ἀπολλοδώρου μητρὶ συνοικῶν μετὰ τὸν Θρασύλλου τοῦ ἀνδρὸς αὐτῆς θάνατον, καὶ τὸν Ἀπολλόδωρον ὡς ὀρφανὸν ἐλεῶν, πολλὰ τὸν Εὔπολιν ἀπῄτησε χρήματα ὑπὲρ ὧν Ἀπολλόδωρον ἠδίκησε. τούτων μεμνημένος Ἀπολλόδωρος εἰσήγαγεν εἰς τοὺς φράτορας θετὸν υἱὸν ἑαυτῷ Θράσυλλον τοῦτον, υἱὸν ὄντα τῆς [τε] ὁμομητρίας αὐτοῦ ἀδελφῆς καὶ 〈θυγατριδοῦν〉 Ἀρχεδάμου. τοῦ δὲ Θρασύλλου ἤδη μὲν εἰς τοὺς γεννήτας καὶ φράτορας ἐγγεγραμμένου, οὔπω δʼ εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, ἐτελεύτησεν Ἀπολλόδωρος. καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν ἐγγέγραπται μὲν ὁ Θράσυλλος εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, οὐδὲν δʼ ἧττον Εὐπόλιδος θυγάτηρ, τοῦ θείου Ἀπολλοδώρου, ἀμφισβητεῖ πρὸς Θράσυλλον, λέγουσα μηδʼ ὅλως ἐγγεγράφθαι τὸν Θράσυλλον εἰς τοὺς φράτορας καὶ γεννήτας κατὰ γνώμην τοῦ Ἀπολλοδώρου, ἀλλὰ πεπλασμένην εἶναι τὴν ποίησιν. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ δὲ στάσις στοχασμός· διὸ καλῶς πάνυ καὶ τεχνικῶς τὸν λόγον οἰκονομῶν τὴν ἔχθραν διεξέρχεται τὴν Ἀπολλοδώρου πρὸς Εὔπολιν, ὅπερ μέγα σημεῖον γίγνεται τοῦ μὴ θέλειν αὐτὴν ὑπὸ τῆς Εὐπόλιδος θυγατρὸς κληρονομηθῆναι.1
提要 尤波利斯、斯拉叙罗斯与姆涅松是亲兄弟。其中姆涅松无子而终,斯拉叙罗斯留下一子阿波罗多洛斯;唯独幸存的尤波利斯对阿波罗多洛斯多有侵害。因此,发言人的祖父阿尔凯达摩斯——在阿波罗多洛斯的母亲之夫斯拉叙罗斯去世后与她同居——因怜悯阿波罗多洛斯身为孤儿,便因尤波利斯侵害阿波罗多洛斯之事,向尤波利斯索回了大量钱财。阿波罗多洛斯铭记这笔恩情,便将这位同母姐妹之子、阿尔凯达摩斯的外孙斯拉叙罗斯,作为自己的养子引荐入胞族。然而,在斯拉叙罗斯已被登记入氏族和胞族名册、但尚未登记入村社户籍册之时,阿波罗多洛斯便去世了。在他死后,斯拉叙罗斯虽被登记入了村社户籍册,但阿波罗多洛斯的叔父尤波利斯之女仍旧向斯拉叙罗斯提出异议,声称斯拉叙罗斯根本不是依照阿波罗多洛斯的意愿登记入胞族和氏族的,收养完全是伪造的。案由便是如此,争议类型属于事实认定之争;因此,发言人极其出色而巧妙地构思了这篇演说,详述阿波罗多洛斯对尤波利斯的仇恨,这成了证明他不愿让尤波利斯之女继承财产的重要依据。
ὤιμην μέν, ὦ ἄνδρες, προσήκειν οὐ τὰς τοιαύτας ἀμφισβητεῖσθαι ποιήσεις, εἴ τις2 αὐτὸς ζῶν καὶ εὖ φρονῶν ἐποιήσατο καὶ ἐπὶ τὰ ἱερὰ ἀγαγὼν εἰς τοὺς συγγενεῖς ἀπέδειξε καὶ εἰς τὰ κοινὰ γραμματεῖα ἐνέγραψεν, ἅπανθʼ ὅσα προσῆκεν αὐτὸς ποιήσας, ἀλλʼ εἴ τις τελευτήσειν μέλλων διέθετο, εἴ τι πάθοι, τὴν οὐσίαν ἑτέρῳ, καὶ ταῦτʼ ἐν γράμμασι κατέθετο παρά τισι σημηνάμενος.
诸位审判官,我本以为,对于这样一类收养不应当产生争议:若有人在生前神志清醒之时亲自收养,并带其参加神圣仪式、向亲属引见、且登记入公共名册,亲自履行了一切合宜的程序;相反,只有当有人在将死之际立下遗嘱,以防不测而将财产遗赠给他人,并写成文书、加盖印章寄存他人之处时,才应当产生争议。
ἐκεῖνον μὲν γὰρ τὸν τρόπον ποιησάμενος φανερὰς κατέστησε τὰς αὑτοῦ βουλήσεις, ὅλον τὸ πρᾶγμα ἐπικυρώσας, δόντων αὐτῷ τῶν νόμων· ὁ δʼ ἐν διαθήκαις σημηνάμενος ἀδήλους ἐποίησε, διὸ πολλοὶ πεπλάσθαι φάσκοντες αὐτὰς ἀμφισβητεῖν ἀξιοῦσι πρὸς τοὺς ποιηθέντας. ἔοικε δʼ οὐδὲν προὔργου τοῦτο εἶναι· καὶ γὰρ οὕτως αὐτῶν φανερῶς πεπραγμένων ὅμως ὑπὲρ τῆς θυγατρὸς τῆς Εὐπόλιδος ἥκουσι περὶ τῶν Ἀπολλοδώρου χρημάτων πρὸς ἐμὲ ἀμφισβητήσοντες.
因为依前一种方式收养者,既已按照法律赋予他的权利确立了整个事务,便使自己的意愿昭然天下;而以遗嘱封印意愿者,则使其晦暗不明,这也是为什么许多人声称遗嘱系伪造而认为有理由与被收养者争执。然而看来这并无济于事;因为尽管事情办理得如此公开,他们如今仍然代表尤波利斯之女出庭,就阿波罗多洛斯的财产与我相争。
ἐγὼ δʼ εἰ μὲν ἑώρων ὑμᾶς μᾶλλον ἀποδεχομένους τὰς διαμαρτυρίας ἢ τὰς εὐθυδικίας, κἂν μάρτυρας προὐβαλόμην μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ὡς ποιησαμένου με ὑὸν Ἀπολλοδώρου κατὰ τοὺς νόμους. ἐπειδὴ δʼ οὐ διαφεύγει τὰ δίκαια μὴ οὐ κατὰ τοῦτον γιγνώσκεσθαι τὸν τρόπον3 [καὶ] παρʼ ὑμῖν, αὐτὸς ἥκω διαλεξόμενος περὶ τῶν πεπραγμένων, ἵνα μηδεμίαν ἡμῖν αἰτίαν περὶ τοῦ μὴ βούλεσθαι δοῦναι δίκην τοιαύτην ἐπιφέρωσιν.
对我而言,如果我看到诸位宁愿接受先决异议(程序阻却申述)而不愿接受实体审理,我本也可以提出证人证明该遗产并非诉争财产,理由是阿波罗多洛斯已依照法律收养我为子。然而,既然在诸位面前,正义也必然要通过这种方式(实体审理)来裁决,我便亲自出庭陈述事情的原委,以免他们就我们不愿接受此类审判而对我们加以任何指责。
ἀποδείξω δὲ ὡς οὐ μόνον ἐπὶ τοῖς ἐγγυτάτω γένους τὸν κλῆρον Ἀπολλόδωρος οὐ καταλέλοιπε,4 πολλὰ καὶ δεινὰ ὑπὸ τούτων ἀδικηθείς, ἀλλὰ καὶ ὡς ἐμὲ ἐποιήσατο δικαίως, ὄντα ἀδελφιδοῦν, καὶ μεγάλα εὐεργετημένος ὑφʼ ἡμῶν. δέομαι δὲ ὑμῶν, ὦ ἄνδρες, πάντων ὁμοίως εὔνοιάν τέ μοι παρασχεῖν, κἂν ἐπὶ τὸν κλῆρον ἀναιδῶς αὐτοὺς ἰόντας ἐξελέγχω, βοηθεῖν μοι τὰ δίκαια. ποιήσομαι δʼ ὡς ἂν κἀγὼ δύνωμαι διὰ βραχυτάτων τοὺς λόγους, ἐξ ἀρχῆς ὡς ἔχει τὰ γενόμενα διδάσκων ὑμᾶς.
我将证明,阿波罗多洛斯不仅因遭受这些人诸多残酷的侵害而未将遗产留给最近的亲族,而且也是正当地收养了我——我既是他的外甥,他又从我们这里受过巨大的恩惠。诸位审判官,我恳求你们大家同样对我施予善意;如果我揭露他们是厚颜无耻地企图攫取遗产,请依正义援助我。我也将尽可能简短地发表演说,从头向诸位说明事情的真相。
- 0αὐτὴν ὑπὸ τῆς Εὐπόλιδος θυγατρὸς κληρονομηθῆναι
动词 κληρονομέω 作及物动词时支配表示被继承财产的宾格,因此作为被动不定式 κληρονομηθῆναι 之逻辑主语的宾格代词 αὐτήν 指代上文隐含的阴性名词“遗产”(κληρονομία 或 οὐσία),意为“该遗产被尤波利斯之女继承”,而非指某位女性被继承。
- 1οὐ τὰς τοιαύτας ἀμφισβητεῖσθαι ποιήσεις, εἴ τις... ἀλλʼ εἴ τις...
在受 ὤιμην 支配的宾格不定式 προσήκειν 结构下,否定词 οὐ 修饰 τὰς τοιαύτας ποιήσεις,并与后文的 ἀλλʼ εἴ τις... 形成对比。整体骨架为:“不应当就此种收养(若有人……)产生争议,而应当在(若有人……)时产生争议”。
- 3οὐ διαφεύγει τὰ δίκαια μὴ οὐ κατὰ τοῦτον γιγνώσκεσθαι τὸν τρόπον
在带有否定的动词 οὐ διαφεύγει(不可避免/不会逃脱)之后,不定式短语采用了双重否定 μὴ οὐ。在否定主句之后,μὴ οὐ +不定式表达强烈的肯定含义,意即“正义绝不能不以这种方式(直接审理)被裁决”,亦即“正义必然以此种方式获得裁定”。
- 4οὐ μόνον ἐπὶ τοῖς ἐγγυτάτω γένους τὸν κλῆρον Ἀπολλόδωρος οὐ καταλέλοιπε
在 οὐ μόνον... οὐ... 结构中,两个否定词并非相互抵消,而是第二个 οὐ 直接否定动词 καταλέλοιπε,从而强化这一否定命题本身(“阿波罗多洛斯不仅没有将财产留给……”)。介词短语 ἐπὶ τοῖς ἐγγυτάτω γένους 接与格表示“归最近亲属支配/留给最近亲属”。
