- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg007.humanitext-grc2:31-38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出对手曾任由亲兄弟绝嗣并瓜分其家产,以此证明阿波罗多洛斯收养自己以保全家道完全合理且必要,并历数其父子对城邦的卓越奉仕以争取法庭的支持。
ἐκείνῳ δὲ πρόδηλον ἦν ὅτι εἰ καταλείψει τὸν κλῆρον ἐπὶ τούτοις, ἔρημον ποιήσει τὸν οἶκον, τί προορῶντι;1 ταύτας τὰς ἀδελφὰς τὸν μὲν Ἀπολλοδώρου τοῦ ἀδελφοῦ κλῆρον ἐχούσας, ἐκείνῳ δʼ οὐκ εἰσποιούσας ὄντων αὐταῖς παίδων, καὶ τοὺς μὲν ἄνδρας αὐτῶν τὴν γῆν, ἣν ἐκεῖνος κατέλιπε, καὶ τὰ κτήματα πέντε ταλάντων πεπρακότας καὶ τὸ ἀργύριον διανειμαμένους, τὸν δὲ οἶκον αἰσχρῶς οὕτω καὶ δεινῶς ἐξηρημωμένον.
然而,在他看来是显而易见的:如果他把产业留给这些人摆布,他就会使自己的家道断绝。他是预见到了什么呢?他看到这几个姐妹占有了她们兄弟阿波罗多洛斯的产业,在自己育有儿子的情况下,却不为他立嗣过继,她们的丈夫们还将他留下的土地与财产以五塔兰同变卖,瓜分了银钱,而那个家族就这样可耻而惨痛地断绝了。
ὃς δὴ ταῦτʼ ᾔδει τὸν τούτων ἀδελφὸν πεπονθότα, πῶς ἂν προσεδόκησεν αὐτός, εἰ καὶ φίλος ἦν, τυχεῖν τῶν νομιζομένων ὑπʼ αὐτῶν, ἀνεψιὸς ὢν ἀλλʼ οὐκ ἀδελφὸς αὐταῖς; οὐκ ἐνῆν ἐλπίσαι δήπουθεν. ἀλλὰ μὴν ὅτι ἄπαιδα ἐκεῖνον περιεωράκασι καὶ τὰ χρήματα ἔχουσι καὶ οἶκον ἐκ τοῦ φανεροῦ τριηραρχοῦντα ἀνῃρήκασι, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας.
既然他深知她们自己的兄弟都遭遇了这等待遇,他自己即使与她们交好,作为她们的堂兄而非亲兄弟,又怎能指望从她们那里得到成例的祭奠呢?这当然是绝无可能的。然而,为了证明她们任由那人无嗣断绝、霸占了财产,并彻底毁掉了一个曾公开承担三列桨座战船奉仕的家族,请为我传唤证明这些事实的证人。
Μάρτυρες εἰ τοίνυν καὶ τοιοῦτοι τὰς φύσεις περὶ ἀλλήλους εἰσὶ καὶ ἔχθραι πρὸς Ἀπολλόδωρον τὸν ἐμὲ ποιησάμενον ὑπῆρχον αὐτοῖς τηλικαῦται τὸ μέγεθος, τί βέλτιον ἂν ἔπραξεν ἢ ταῦτα βουλευσάμενος ἅπερ ἐποίησεν; εἰ νὴ Δία παιδίον ἐποιήσατο λαβὼν παρά του τῶν φίλων ὄντων, καὶ τούτῳ τὴν οὐσίαν ἔδωκεν; ἀλλὰ [καὶ] τοῦτʼ ἦν ἄδηλον καὶ τοῖς γεννήσασιν, εἴτε σπουδαῖον εἴτε μηδενὸς ἄξιον ἔμελλεν ἔσεσθαι, διὰ τὴν ἡλικίαν.
证人 那么,如果她们彼此之间在生性上就是如此,而她们与收养我的阿波罗多洛斯之间又存有如此深仇大恨,那么他经过深思熟虑后采取他所做出的举措,又何尝能有更好的做法呢?凭宙斯起誓,如果他从某个朋友那里领来一个幼童收为养子,并把家产交给他,〔难道会做得更好〕吗?但在那样幼小的年纪,就连亲生父母也无法知晓其将来究竟是有所作为还是毫无价值。
ἐμοῦ δὲ πεῖραν εἰλήφει, δοκιμασίαν ἱκανὴν λαβών. εἴς τε γὰρ τὸν πατέρα καὶ τὴν μητέρα οἷος ἦν ἀκριβῶς ᾔδει, τῶν τʼ οἰκείων ἐπιμελῆ καὶ τἀμαυτοῦ πράττειν ἐπιστάμενον· ἐν ἀρχῇ τε, θεσμοθετήσας, ὡς ἐγενόμην οὐκ ἄδικος οὐδὲ πλεονέκτης, ἠπίστατο σαφῶς. ὥστʼ οὐκ ἀγνοῶν ἀλλὰ σαφῶς εἰδὼς ἐποίει με τῶν αὑτοῦ κύριον.
然而对我,他已作过考验,取得了充分的检视。因为他确切知道我对待生父生母是怎样的人,知道我顾念家务且深谙持家之道;而在我身居公职、出任执政官期间,他也清楚明白我既非不义之徒亦非贪婪之辈。因此,他绝非出于蒙昧,而是明察秋毫地让我掌管了他的产业。
καὶ μὴν οὐδὲ ἀλλότριον ἀλλʼ ὄντα ἀδελφιδοῦν,2 οὐδʼ αὖ μικρὰ πεπονθὼς ἀλλὰ μεγάλα ἀγαθὰ ὑφʼ ἡμῶν, οὐδʼ αὖ ἀφιλότιμον, ὃς τὰ ὄντα ἀφανιεῖν ἔμελλον ὥσπερ οὗτοι τὰ τοῦ κλήρου πεποιήκασιν, ἀλλὰ βουλησόμενον καὶ τριηραρχεῖν καὶ πολεμεῖν καὶ χορηγεῖν καὶ πάνθʼ ὑμῖν τὰ προσταττόμενα ποιεῖν, ὥσπερ κἀκεῖνος.
况且,他并非视我为外人,而是作为外甥;他从我们这里领受的不是微末小惠,而是深厚恩德;他也知我并非缺乏公德热忱之人,不至于像这些人对待遗产那样将产业挥霍殆尽,而是会像他一样,心甘情愿地承担战船奉仕、奔赴战场、出资赞助歌队,履行你们所吩咐的一切义务。
καίτοι εἰ καὶ συγγενὴς καὶ φίλος καὶ εὐεργέτης καὶ φιλότιμος καὶ δεδοκιμασμένος ὑπῆρχον τοιοῦτος εἶναι, τίς 〈ἂν〉 ἀμφισβητήσειε μὴ οὐκ ἀνδρὸς εὖ φρονοῦντος εἶναι ταύτην τὴν ποίησιν;3 ἐγὼ τοίνυν ἕν γε τῶν ὑπʼ ἐκείνου δοκιμασθέντων ἤδη πεποίηκα· γεγυμνασιάρχηκα γὰρ εἰς Προμήθεια τοῦδε τοῦ ἐνιαυτοῦ φιλοτίμως, ὡς οἱ φυλέται πάντες ἴσασιν. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.
既然我既是亲属、朋友、恩人,又热心公益且经过检验证明确是如此,那么谁能争辩说这次收养不是出于一个神智清明之人呢?而我如今已经履行了受他检验的事情之一:正如全体同部族人所知,今年我已满怀公德热忱地出任了普罗米修斯节的体操馆长。为了证明我所言属实,请为我传唤证明这些事实的证人。
Μάρτυρες τὰ μὲν ἡμέτερα δίκαια, καθʼ ἃ προσηκόντως ἔχειν φαμὲν τὸν κλῆρον, ταῦτʼ ἐστίν, ὦ ἄνδρες· δεόμεθα δʼ ὑμῶν βοηθεῖν ἡμῖν καὶ ἕνεκα Ἀπολλοδώρου καὶ ἕνεκα τοῦ ἐκείνου πατρός· οὐ γὰρ ἀχρήστους αὐτοὺς εὑρήσετε πολίτας, ἀλλʼ ὡς οἷόν τʼ εἰς τὰ ὑμέτερα προθυμοτάτους.
证人 诸位审判官,这些便是我们主张该遗产理应归我们所有的正当理由。我们请求你们援助我们,既是为了阿波罗多洛斯,也是为了他的父亲;因为你们会发现,他们绝非无用的公民,而是为你们的事业竭尽了最大的热忱。
ὁ μὲν γὰρ πατὴρ αὐτοῦ τάς τε ἄλλας ἁπάσας λῃτουργίας λελῃτούργηκε, καὶ τριηραρχῶν τὸν πάντα χρόνον διετέλεσεν, οὐκ ἐκ συμμορίας [τὴν ναῦν ποιησάμενος] ὥσπερ οἱ νῦν, ἀλλʼ ἐκ τῶν αὑτοῦ δαπανῶν, οὐδὲ δεύτερος αὐτὸς ὢν ἀλλὰ κατὰ μόνας, οὐδὲ δύο ἔτη διαλιπὼν ἀλλὰ συνεχῶς, οὐδʼ ἀφοσιούμενος ἀλλʼ ὡς οἷόν τʼ ἄριστα παρασκευαζόμενος. ἀνθʼ ὧν ὑμεῖς κἀκεῖνον ἐτιμᾶτε, μεμνημένοι τούτων τῶν ἔργων, καὶ τὸν ὑὸν αὐτοῦ τῶν χρημάτων ἀποστερούμενον ἐσώσατε, τοὺς ἔχοντας ἀποδοῦναι τὰ ὄντʼ αὐτῷ καταναγκάσαντες.
他的父亲不仅承担了所有其他公共奉仕,而且终其一生持续担任战船长,并非像如今的人那样通过分摊公会提供战船,而是自掏腰包;不是作为两人之一合力分担,而是独力承担;不是间隔两年,而是连年不断;不是敷衍塞责,而是以尽可能最优的方式配备整肃。为了酬谢这些功绩,你们感念这些德业而尊崇他,并在他的儿子被剥夺财产之际拯救了他,强令霸占者归还了属于他的财产。
- 31τί προορῶντι
与格分词 προορῶντι 与前句的 ἐκείνῳ 一致,表示原因或伴随状况(“因为他预见到了什么?”)。接在其后由 ταύτας τὰς ἀδελφὰς ... ἐχούσας 引出的宾格加分词结构(姐妹霸占财产却不立嗣、其夫变卖产业、家族惨遭断绝)整体充当 προορῶντι 的感知和认知宾语从句。
- 35καὶ μὴν οὐδὲ ἀλλότριον ἀλλʼ ὄντα ἀδελφιδοῦν
宾格分词 ὄντα 及其后的一系列修饰语(ἀλλότριον, ἀδελφιδοῦν, ἀφιλότιμον, βουλησόμενον 等)均修饰承接上句主谓结构 ἐποίει με τῶν αὑτοῦ κύριον 中的宾格代词 με(我)。开头的句式 καὶ μὴν οὐδέ(况且并不是……)引出进一步支持该收养合法性与合理性的一连串并列理由。
- 36τίς 〈ἂν〉 ἀμφισβητήσειε μὴ οὐκ ἀνδρὸς εὖ φρονοῦντος εἶναι ταύτην τὴν ποίησιν
动词 ἀμφισβητέω(争辩、质疑)出现在具有否定含义的反问句(“谁能争辩……呢?”,即“无人能争辩”)中,按希腊语文法,其后跟带双重否定 μὴ οὐ 的不定词短语。整句表达强烈的肯定含义,即“绝没有人能够否认这次收养是一个心智健全之人所为”。
