- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg007.humanitext-grc2:39-45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者强调其养父阿波罗多洛斯对城邦奉仕的卓越贡献及自身的忠实履职,并将其与摧毁家族的对手普罗纳佩斯夫妇进行对比,请求陪审团秉公将遗产判归自己这位合法的养子,以此结束全篇演说。
καὶ μὴν καὶ αὐτὸς Ἀπολλόδωρος οὐχ ὥσπερ Προνάπης ἀπεγράψατο μὲν τίμημα μικρόν, ὡς ἱππάδα δὲ τελῶν1 ἄρχειν ἠξίου τὰς ἀρχάς, οὐδὲ βίᾳ μὲν ἐζήτει τὰ ἀλλότριʼ ἔχειν, ὑμᾶς δʼ ᾤετο δεῖν μηδὲν ὠφελεῖν, ἀλλὰ φανερὰ τὰ ὄντα καταστήσας ὑμῖν, ὅσα προστάττοιτε, πάνθʼ ὑπηρέτει [φιλοτίμως] οὐδέν τʼ ἀδικῶν ἐκ τῶν ἑαυτοῦ φιλοτίμως ἐπειρᾶτο ζῆν, εἰς αὑτὸν μὲν τὰ μέτρια ἀναλίσκειν οἰόμενος δεῖν, τὰ δʼ ἄλλα τῇ πόλει περιποιεῖν, ἵνα ἐξαρκοίη πρὸς τὰς δαπάνας.
此外,阿波罗多洛斯本人既不像普罗纳佩斯那样,申报微薄的财产估额,却以骑士阶层的资格谋求担任官职;也不曾强行霸占他人的财产,同时却认为自己无需向你们贡献任何益处。相反,他将自己的财产公开置于你们面前,凡是你们所下达的命令,他全都热忱地服从;他不犯任何不义,力求凭借自有的资财体面度日,认为自己理当在个人身上只作适度开销,而将余财留给城邦,以便足以应付各项公费开支。
κἀκ τούτων τίνα λῃτουργίαν οὐκ ἐξελῃτούργησεν; ἢ τίνα εἰσφορὰν οὐκ ἐν πρώτοις εἰσήνεγκεν; ἢ τί παραλέλοιπεν ὧν προσῆκεν; ὅς γε καὶ παιδικῷ χορῷ χορηγῶν ἐνίκησεν, ὧν μνημεῖα τῆς ἐκείνου φιλοτιμίας ὁ τρίπους ἐκεῖνος ἕστηκε.2 καίτοι τί χρὴ τὸν μέτριον πολίτην; οὐχ οὗ μὲν ἕτεροι τὰ μὴ προσήκοντʼ ἐβιάζοντο λαμβάνειν, τούτων μηδὲν ποιεῖν, τὰ δʼ ἑαυτοῦ πειρᾶσθαι σώζειν; οὗ δʼ ἡ πόλις δεῖται χρημάτων, ἐν πρώτοις εἰσφέρειν καὶ μηδὲν ἀποκρύπτεσθαι τῶν ὄντων;
依靠这些资财,他又何曾有哪项公共奉仕未尽其责?何曾有哪笔特别财产税未名列前茅地缴纳?在理应履行的义务中,他又遗漏了哪一项?他甚至曾赞助少年合唱队并赢得胜利,立在那里的那座三脚祭鼎,便是他公德热忱的纪念物。说到底,一个温和正派的公民理应如何行事?难道不应当是在别人强取不属于己之物的地方绝不染指,只求保全自己的财产;而在城邦需要钱财的地方,带头缴纳,绝不隐瞒自己所有的财产吗?
ἐκεῖνος τοίνυν τοιοῦτος ἦν· ἀνθʼ ὧν δικαίως ἂν αὐτῷ ταύτην τὴν χάριν ἀποδοίητε, τὴν ἐκείνου γνώμην περὶ τῶν αὑτοῦ κυρίαν εἶναι ποιήσαντες. καὶ μὴν καὶ ἐμέ γε, ὅσα κατὰ τὴν ἐμὴν ἡλικίαν, εὑρήσετε οὐ κακὸν οὐδὲ ἄχρηστον. ἐστράτευμαι τὰς στρατείας τῇ πόλει, τὰ προσταττόμενα ποιῶ· τοῦτο γὰρ τῶν τηλικούτων ἔργον ἐστί.
他当时确是这样的人;作为回报,你们使他对自身财产的意愿具有法律效力,便是在正当地向他酬谢这一恩德。而且你们还会发现,就我这一年纪所能做到的而言,我也绝非无用恶劣之人。我为城邦奔赴战役,执行受命的一切任务;因为这正是像我这般年纪之人的职责。
καὶ ἐκείνων οὖν ἕνεκα καὶ ἡμῶν εἰκότως ἂν ποιήσαισθε πρόνοιαν, ἄλλως τε καὶ τούτων τριηραρχοῦντα οἶκον πεντετάλαντον ἀνῃρηκότων καὶ πεπρακότων καὶ ἔρημον πεποιηκότων, ἡμῶν δὲ καὶ λελῃτουργηκότων ἤδη καὶ λῃτουργησόντων, ἂν ὑμεῖς ἐπικυρώσητε τὴν Ἀπολλοδώρου γνώμην ἀποδόντες ἡμῖν τοῦτον τὸν κλῆρον.
因此,无论为了他们还是为了我们,你们理应顾念我们;尤其是因为这些人已经将一个价值五塔兰同、曾承担战船奉仕的家族彻底摧毁、变卖并使其断绝,而我们不仅已经承担过公共奉仕,而且如果你们批准阿波罗多洛斯的意愿,将这笔产业判给我们,我们将来还会继续承担奉仕。
ἵνα δὲ μὴ δοκῶ διατρίβειν περὶ ταῦτα ποιούμενος τοὺς λόγους, βούλομαι διὰ βραχέων ὑμᾶς ὑπομνήσας οὕτω καταβαίνειν, τί ἑκάτερος ἡμῶν ἀξιοῖ, δηλώσας. ἐγὼ μὲν ἀδελφῆς οὔσης τῆς ἐμῆς μητρὸς Ἀπολλοδώρῳ, φιλίας αὐτοῖς πολλῆς ὑπαρχούσης, ἔχθρας δʼ οὐδεμιᾶς πώποτε γενομένης, ἀδελφιδοῦς ὢν καὶ ποιηθεὶς ὑὸς ὑπʼ ἐκείνου ζῶντος καὶ εὖ φρονοῦντος, καὶ εἰς τοὺς γεννήτας καὶ φράτορας ἐγγραφείς, ἔχειν τὰ δοθέντα, καὶ μὴ ἐπὶ τούτοις 〈εἶναι〉 ἐξερημῶσαι τὸν οἶκον τὸν ἐκείνου· Προνάπης δὲ τί ὑπὲρ τῆς ἀμφισβητούσης;
为了不显得因在这上面高谈阔论而耽搁时间,我希望在简短提醒你们、阐明我们双方各自的主张之后就此退下。我主张:鉴于我的母亲是阿波罗多洛斯的姐姐,他们之间存有深厚的友谊,从未产生过任何怨仇,并且鉴于我是其外甥,是在他生前且神智清明之际被收养为子,并已登记在宗族和胞族的氏族簿上,我理应保有受赠的财产,且绝不能由着这些人将他的家族毁弃断绝。然而普罗纳佩斯替争执的这一方提出的又是什么主张呢?
ἔχειν μὲν τοῦ τῆς γυναικὸς ἀδελφοῦ τιμὴν τοῦ ἡμικληρίου πένθʼ ἡμιτάλαντα,3 λαβεῖν δὲ καὶ τόνδε τὸν κλῆρον ἑτέρων ταῖς ἀγχιστείαις προτέρων αὐτοῦ τῆς γυναικὸς ὄντων, οὔτʼ ἐκείνῳ παῖδα εἰσπεποιηκὼς ἀλλὰ τὸν οἶκον ἐξηρημωκώς, οὔτε τούτῳ ἂν εἰσποιήσας, ἀλλʼ ὁμοίως ἂν καὶ τοῦτον ἐξερημώσας,4 καὶ ἔχθρας μὲν τηλικαύτης ὑπαρχούσης αὐτοῖς, διαλλαγῆς δὲ οὐδεμιᾶς πώποτε ὕστερον γενομένης.
他主张:在已经保有其妻之兄半数遗产所折合的两塔兰同半银钱之后,尽管在亲疏顺位上尚有先于其妻之人,还要将这处产业一并夺走;尽管他既不曾为那位死者过继子嗣以致毁绝了其家,若得了这笔产业也不会为此人立嗣,反而同样会使这一家断绝,更何况他们之间曾存有如此深仇大恨,且事后从未达成任何和解。
ταῦτα χρὴ σκοπεῖν, ὦ ἄνδρες, κἀκεῖνο ἐνθυμεῖσθαι, ὅτι ἐγὼ μὲν ἀδελφιδοῦς αὐτῷ, ἡ δὲ ἀνεψιὰ τοῦ τελευτήσαντος, καὶ ὅτι ἡ μὲν δύʼ ἔχειν ἀξιοῖ κλήρους, ἐγὼ δὲ τοῦτον μόνον εἰς ὅνπερ εἰσεποιήθην, καὶ ὅτι αὕτη μὲν οὐκ εὔνους τῷ καταλιπόντι τὸν κλῆρον, ἐγὼ δὲ καὶ ὁ ἐμὸς πάππος εὐεργέται γεγόναμεν αὐτοῦ. ταῦτα πάντα σκεψάμενοι καὶ διαλογιζόμενοι πρὸς ὑμᾶς αὐτοὺς τίθεσθε τὴν ψῆφον ᾗ δίκαιόν ἐστι. οὐκ οἶδʼ ὅτι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.
诸位审判官,必须审查这些事实,并谨记这一点:我是他的外甥,而她只是死者的堂妹;她妄图占有两份产业,而我仅主张我被收养进入的这独独一份;她对留下产业之人毫无善意,而我与我的祖父曾是他的恩人。请在审度所有这些情况并在心中权衡之后,按照公正的要求投下你们的选票。 我不知还有什么需要多说的了;因为我相信,你们对我所说的一切绝非不明了。
- 39ὡς ἱππάδα δὲ τελῶν
分词 τελῶν 意为“纳税”或“被列入某一纳税等级”。在此语境中,它指普罗纳佩斯一面故意压低财产估税额(τίμημα μικρόν)以逃避负担,一面又以隶属骑士等级(ἱππάς)的名义谋取官职的虚伪行径。
- 40ὧν μνημεῖα τῆς ἐκείνου φιλοτιμίας ὁ τρίπους ἐκεῖνος ἕστηκε
关系代名词 ὧν 为中性复数属格,总括性地指代前文提到的合唱队获胜及各项公共奉仕成就(亦可视为受表语名词 μνημεῖα 吸引)。句子的骨干结构为:“作为这些功绩的纪念,那座三脚鼎立在那里”。
- 44πένθʼ ἡμιτάλαντα
字面为“五个半塔兰同”,是古典希腊语中表示“两塔兰同半(2.5塔兰同)”的常见数词惯用表达方式。
- 44οὔτε τούτῳ ἂν εἰσποιήσας, ἀλλʼ ὁμοίως ἂν καὶ τοῦτον ἐξερημώσας
语气词 ἄν 与分词 εἰσποιήσας 及 ἐξερημώσας 结合,构成与过去事实相反的虚拟表达,相当于 οὔτʼ ἂν εἰσεποίησεν ... ἀλλʼ ἂν ἐξηρήμωσεν(“若让他得到遗产,他也不会为其立嗣,而是同样会使这个家族断绝”)。
