- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg007.humanitext-grc2:22-30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者引证法律关于继承顺位的规定、出继不脱离母系亲属的法理,以及斯拉叙布洛斯曾平分遗产的先例,驳斥了对手的狡辩。接着,他通过阿波罗多洛斯生前对德莫斯同区人的嘱托与公簿登记的事实,并结合避免家族绝嗣的宗教与城邦法定责任,有力证明了自己收养关系的合法性。
Νόμος ἐνταῦθα μὲν ὁμοίως καὶ ἀδελφὴ καὶ ἀδελφιδοῦς ἰσόμοιροι κατὰ τὸν νόμον εἰσί. λαβὲ δὴ καὶ τοῦτον, καὶ ἀναγίγνωσκε αὐτοῖς. 〈Νόμος〉ἐὰν μὴ ὦσιν ἀνεψιοὶ μηδὲ ἀνεψιῶν παῖδες, μηδὲ τοῦ πρὸς πατρὸς γένους ᾖ προσήκων μηδείς, τότε ἀπέδωκε τοῖς πρὸς μητρός, διορίσας οὓς δεῖ κρατεῖν. λαβὲ δὲ αὐτοῖς καὶ τοῦτον τὸν νόμον καὶ ἀνάγνωθι.
法律 在此,按照法律,姐妹与外甥享有平等的份额。请拿取这则法律,为他们宣读出来。 法律 若既无堂表兄弟,亦无堂表兄弟之子女,且父系一脉中全无亲属,此时法律才将继承权赋予母系亲属,并规定了何者应当优先。请为他们拿起这则法律并当庭宣读。
Νόμος ταῦτα τῶν νόμων κελευόντων ὁ μὲν ἀνὴρ ὢν οὐδὲ μέρους εἴληχεν, οἱ δʼ ὑπὲρ ταύτης, τῆς γυναικός, ἁπάντων· οὕτω τὴν ἀναίδειαν οὐδεμίαν ζημίαν εἶναι νομίζουσι. καὶ ὑπὲρ τούτων τολμήσουσι καὶ τοῖς λόγοις χρῆσθαι τοιούτοις, ὡς αὐτοῖς ὅλου τοῦ κλήρου ληκτέον, ὅτι Θρασύβουλος ἐκποίητος εἰς τὸν οἶκον τὸν Ἱππολοχίδου γέγονε, λέγοντες τοῦτο μὲν ἀληθές, ἐκεῖνο δʼ οὐ προσῆκον·
法律 尽管法律如此规定,那位身为男性的男子连一份也没有诉求,而代表这个女人的支持者们却诉求了全部;他们竟然认为厚颜无耻毫无害处。而且关于这些,他们甚至胆敢使用这样的言辞,声称由于斯拉叙布洛斯已被过继到希波洛基德斯的家族中,整个遗产应当由他们去申请;他们说前一点虽属实情,后一点却全无道理。
τί γὰρ ἧττον αὐτῷ τῆς συγγενείας ταύτης προσῆκεν; οὐ γὰρ κατὰ τὸν πατέρα ἀλλὰ κατὰ τὴν μητέρα καὶ τῶν Ἀπολλοδώρου τοῦ Εὐπόλιδος ὑέος τὸ μέρος εἴληφε· καὶ τῶνδε ἐξῆν αὐτῷ κατὰ ταύτην τὴν συγγένειαν λαγχάνειν, ὄντι προτέρῳ ταύτης, εἴπερ τὰ πεπραγμένα μὴ κυρίως ἔχειν ἐνόμιζεν. ἀλλʼ οὐκ ἔστιν ἀναίσχυντος.
因为,他在这种亲属关系上的权利又有何减少呢?他并非凭借父亲,而是凭借母亲,也在尤波利斯之子阿波罗多洛斯的财产中分得了一份;若他认为已做下的事情无效,作为在此亲属关系中优先于这个女人的人,他也完全有权依据这一亲属关系诉求当下的财产。然而他并非不知羞耻之人。
μητρὸς δʼ οὐδείς ἐστιν ἐκποίητος,1 ἀλλʼ ὁμοίως ὑπάρχει τὴν αὐτὴν εἶναι μητέρα, κἂν ἐν τῷ πατρῴῳ μένῃ τις οἴκῳ κἂν ἐκποιηθῇ. διὸ τῶν Ἀπολλοδώρου χρημάτων οὐκ ἀπεστερήθη τοῦ μέρους, ἀλλὰ μετειλήφει τὸ ἡμικλήριον, πρὸς ταύτην νειμάμενος. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.
对于母亲而言,任何人都不存在所谓被过继出门,无论一个人是留在生父家中还是被收养到他处,母亲始终是同一个母亲。因此,他并没有被剥夺阿波罗多洛斯财产的份额,而是与这个女人平分,获得了半数遗产。为了证明我所言属实,请为我传唤证明这些事实的证人。
Μάρτυρες οὕτω μὲν οὐχ οἱ γεννῆται μόνον καὶ φράτορες γεγόνασι μάρτυρες τῆς ἐμῆς ποιήσεως, ἀλλὰ καὶ Θρασύβουλος οὐκ ἀμφισβητῶν αὐτὸς ἔργῳ δεδήλωκεν ὅτι τὰ πεπραγμένα Ἀπολλοδώρῳ κυρίως ἔχειν νομίζει καὶ κατὰ τοὺς νόμους· οὐ γὰρ ἄν ποτε τοσούτων χρημάτων οὐκ ἐλάγχανε. γεγόνασι δὲ ὅμως καὶ ἄλλοι μάρτυρες αὐτῶν.
证人 因此,不仅氏族和胞族的成员成了我被收养的证人,斯拉叙布洛斯本人也通过未提出异议这一实际行动表明,他认为阿波罗多洛斯所作的一切是有效且合法的;否则他绝不可能不去诉求如此巨额的财产。然而,关于这些事情,另外还有其他证人。
πρὶν γὰρ ἐμὲ ἥκειν ἐκ τῆς Πυθαίδος,2 ἔλεγε πρὸς τοὺς δημότας Ἀπολλόδωρος ὅτι πεποιημένος εἴη με ὑὸν καὶ ἐγγεγραφὼς εἰς τοὺς συγγενεῖς καὶ φράτορας, καὶ παραδεδώκοι τὴν οὐσίαν,3 καὶ διεκελεύεθʼ ὅπως, ἄν τι πάθῃ πρότερον, ἐγγράψουσί με εἰς τὸ ληξιαρχικὸν γραμματεῖον Θράσυλλον Ἀπολλοδώρου καὶ μὴ ὡς ἄλλως ποιήσουσι.
因为,在我从皮泰斯巡礼归来之前,阿波罗多洛斯就对同区人说过,他已收我为子,并已将我登入亲族与胞族名册,且已将家产交付予我;他还叮嘱他们,若他在此之前遭遇不测,就当在德莫斯公簿上将我登记为阿波罗多洛斯之子斯拉叙罗斯,切不可采取其他做法。
κἀκεῖνοι ταῦτα ἀκούσαντες, τούτων ἐν ἀρχαιρεσίαις κατηγορούντων καὶ λεγόντων ὡς οὐκ ἐποιήσατό με ὑόν, καὶ ἐξ ὧν ἤκουσαν καὶ ἐξ ὧν ᾔδεσαν, ὀμόσαντες καθʼ ἱερῶν ἐνέγραψάν με, καθάπερ ἐκεῖνος ἐκέλευε· τοσαύτη περιφάνεια τῆς ἐμῆς ποιήσεως ἐγένετο παρʼ αὐτοῖς. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.
同区人听闻此事后,尽管这帮人在选举集会上多加指责,声称他并未收我为子,但同区人依据自己所听到的与所知晓的事实,在牺牲面前宣誓,正如他所吩咐的那样将我登入了名册;我的收养在他们之中就是如此确凿无疑。为了证明我所言属实,请为我传唤证明这些事实的证人。
Μάρτυρες ἐπὶ μὲν τοσούτων μαρτύρων, ὦ ἄνδρες, γέγονεν ἡ ποίησις, ἔχθρας μὲν παλαιᾶς αὐτῷ πρὸς τούτους οὔσης, φιλίας δὲ πρὸς ἡμᾶς καὶ συγγενείας οὐ μικρᾶς ὑπαρχούσης. ὡς δʼ οὐδʼ εἰ μηδέτερον τούτων ὑπῆρχε, μήτε ἔχθρα πρὸς τούτους μήτε φιλία πρὸς ἡμᾶς, οὐκ ἄν ποτε Ἀπολλόδωρος ἐπὶ τούτοις τὸν κλῆρον τοῦτον κατέλιπεν,4 οἶμαι καὶ ταῦθʼ ὑμῖν ῥᾳδίως ἐπιδείξειν.
证人 诸位审判官,收养是在如此众多的证人面前完成的,鉴于他与这些人之间素有宿怨,而与我们之间则存有深厚情谊和不浅的血亲关系。但我认为我也能轻易向你们证明这一点:即便这两者都不存在——既无对他们的仇恨,亦无对我们的情谊——阿波罗多洛斯也绝不可能把这份遗产留给这些人任其摆布。
πάντες γὰρ οἱ τελευτήσειν μέλλοντες πρόνοιαν ποιοῦνται σφῶν αὐτῶν, ὅπως μὴ ἐξερημώσουσι τοὺς σφετέρους αὐτῶν οἴκους, ἀλλʼ ἔσται τις [καὶ] ὁ ἐναγιῶν καὶ πάντα τὰ νομιζόμενα αὐτοῖς ποιήσων· διὸ κἂν ἄπαιδες τελευτήσωσιν, ἀλλʼ οὖν ποιησάμενοι καταλείπουσι. καὶ οὐ μόνον ἰδίᾳ ταῦτα γιγνώσκουσιν, ἀλλὰ καὶ δημοσίᾳ τὸ κοινὸν τῆς πόλεως οὕτω ταῦτʼ ἔγνωκε· νόμῳ γὰρ τῷ ἄρχοντι τῶν οἴκων, ὅπως ἂν μὴ ἐξερημῶνται, προστάττει τὴν ἐπιμέλειαν.
因为所有行将离世之人都会为自己深谋远虑,以免让自己家道断绝,而是要有人祭奠亡魂并为他们履行一切成例礼俗;因此,他们即使无嗣而终,也至少会通过收养留下〔后嗣〕。不仅私底下人们这样认为,在公法上,城邦共同体也同样作出了规定;因为法律明文要求执政官照管各家族,使其不致断绝绝嗣。
- 25μητρὸς δʼ οὐδείς ἐστιν ἐκποίητος
μητρός 为分离属格。此句言简意赅地指明了雅典法律原则:收养(ποίησις)仅是将人从生父的宗族(οἶκος)迁至养父家族,绝不会切断与生母的血缘联系及其母系亲属(τὰ πρὸς μητρός)的法定继承权。
- 27πρὶν γὰρ ἐμὲ ἥκειν ἐκ τῆς Πυθαίδος
在肯定句中,πρίν 接不定式(ἥκειν),意为“在……之前”。宾格 ἐμέ 为不定式的逻辑主语。Πυθαΐς 指雅典派遣前往德尔斐神谕所的官方神圣使团(或巡礼盛会)。
- 27ὅτι πεποιημένος εἴη με ὑὸν καὶ ἐγγεγραφὼς εἰς τοὺς συγγενεῖς καὶ φράτορας, καὶ παραδεδώκοι τὴν οὐσίαν
在过去时态主动词 ἔλεγε 引导的 ὅτι 宾语从句中,完成时希求法(πεποιημένος εἴη、ἐγγεγραφὼς [εἴη] 及 παραδεδώκοι)作为间接引语希求法(optativus obliquus)使用,准确再现了说话人过去陈述时的完成时直陈式内容。
- 29ὡς δʼ οὐδʼ εἰ μηδέτερον τούτων ὑπῆρχε, μήτε ἔχθρα πρὸς τούτους μήτε φιλία πρὸς ἡμᾶς, οὐκ ἄν ποτε Ἀπολλόδωρος ἐπὶ τούτοις τὸν κλῆρον τοῦτον κατέλιπεν
该句由 ὡς ... οὐκ ἄν ποτε ... κατέλιπεν 构成,依附于动词 ἐπιδείξειν,为主句中带有 ἄν 的直陈式不定过去时虚拟归结句(反事实条件句归结)。条件从句 εἰ μηδέτερον τούτων ὑπῆρχε 采用未完成过去时直陈式,设想一种持续性的反事实状态。οὐδʼ εἰ... οὐκ ἄν 的双重否定起到强调作用,意为“即便……也决不会……”。介词短语 ἐπὶ τούτοις 表示“任凭这些人摆布/留在这些人手中”。
