← 伊塞优斯

论菲洛克特蒙的遗产

§9-16

斐洛克忒蒙的遗嘱权与卡利珀虚构之论证

辩护人援引有关订立遗嘱权的法律以证实斐洛克忒蒙收养行为的合法性,随后通过年代推算、证人缺位以及对方拒绝提供奴隶接受审讯等事实,论证了对方所捏造的生母卡利珀纯属谎言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

Νόμος οὑτοσὶ ὁ νόμος, ὦ ἄνδρες, κοινὸς ἅπασι κεῖται, ἐξεῖναι τὰ ἑαυτοῦ διαθέσθαι, ἐὰν μὴ παῖδες ὦσι γνήσιοι ἄρρενες, ἐὰν μὴ ἄρα μανεὶς ἢ ὑπὸ γήρως ἢ διʼ ἄλλο τι τῶν ἐν τῷ νόμῳ παρανοῶν διαθῆται. ὅτι δʼ οὐδενὶ τούτων ἔνοχος ἦν Φιλοκτήμων, βραχέα εἰπὼν δηλώσω ὑμῖν. ὅστις γὰρ καὶ ἕως ἔζη τοιοῦτον πολίτην ἑαυτὸν παρεῖχεν, ὥστε διὰ τὸ ὑφʼ ὑμῶν τιμᾶσθαι ἄρχειν ἀξιοῦσθαι, καὶ ἐτελεύτησε μαχόμενος τοῖς πολεμίοις, πῶς ἄν τις τοῦτον τολμήσειεν εἰπεῖν ὡς οὐκ εὖ ἐφρόνει;

法律。 诸位法官,这部法律对所有人都是普遍适用的:如果没有婚生男性子嗣,便有权处分自己的财产,除非立遗嘱人陷入疯癫、因年老体衰、或因法律所列举的其他原因而丧失理智。至于斐洛克忒蒙并未涉及上述任何一条,我将简明扼要地向你们说明。因为一个人只要活着就表现出如此出色的公民操守,以致由于受到你们的敬重而被认为配得上担任公职,并最终在与敌人的战斗中牺牲,有谁敢说他神志不清呢?

§10

ὅτι μὲν οὖν διέθετο καὶ ἐποιήσατο εὖ φρονῶν, ἐξὸν αὐτῷ, ἀποδέδεικται ὑμῖν, ὥστε κατὰ μὲν τοῦτο ψευδῆ μεμαρτυρηκὼς Ἀνδροκλῆς ἀποδέδεικται· ἐπειδὴ δὲ προσδιαμεμαρτύρηκεν [ὡς] ὑὸν εἶναι γνήσιον Εὐκτήμονος τοῦτον, καὶ ταῦτʼ ἀποδείξω ψευδῆ ὄντα. Εὐκτήμονι γάρ, ὦ ἄνδρες, τῷ Φιλοκτήμονος πατρί, τοὺς μὲν ὄντως γενομένους παῖδας, Φιλοκτήμονα καὶ Ἐργαμένην καὶ Ἡγήμονα καὶ δύο θυγατέρας, καὶ τὴν μητέρα αὐτῶν, ἣν ἔγημεν ὁ Εὐκτήμων, Μειξιάδου Κηφισιῶς θυγατέρα, πάντες οἱ προσήκοντες ἴσασι καὶ οἱ φράτορες καὶ τῶν δημοτῶν οἱ πολλοί, καὶ μαρτυρήσουσιν ὑμῖν·

因此,他在理智健全的状态下,依法订立遗嘱并收养他人,这已向你们证明了;从而安德罗克勒斯在这一点上作了伪证,亦已得到证明。既然他又在异议宣誓中追加宣称此人是欧克忒蒙的婚生子,我也将证明此话纯属捏造。因为,诸位法官,斐洛克忒蒙之父欧克忒蒙真正所生的子女——即斐洛克忒蒙、厄耳伽墨涅斯、赫革蒙以及两个女儿——以及欧克忒蒙明媒正娶的这些孩子的母亲、凯菲西亚区的梅西阿得斯之女,欧克忒蒙的所有亲属、胞族成员和大部分同区民都是知晓的,他们将出庭向你们作证。

§11

ὅτι δʼ [οὐδʼ] ἄλλην τινὰ ἔγημε γυναῖκα, ἐξ ἧς τινος οἵδε αὐτῷ ἐγένοντο, οὐδεὶς τὸ παράπαν οἶδεν οὐδʼ ἤκουσε πώποτε ζῶντος Εὐκτήμονος. καίτοι τούτους εἰκὸς πιστοτάτους εἶναι νομίζειν μάρτυρας· τοὺς γὰρ οἰκείους εἰδέναι προσήκει τὰ τοιαῦτα. καί μοι τούτους κάλει πρῶτον, καὶ τὰς μαρτυρίας ἀνάγνωθι.

然而,欧克忒蒙曾娶过另一位女子并生下这几个孩子这种事,在他生前根本没有任何人知道或听闻过。然而,将这些亲族视为最可靠的证人是合情合理的,因为亲属自然应当了解此类事情。请替我先传唤这些证人,并宣读证词。

§12

Μαρτυρίαι ἔτι τοίνυν καὶ τοὺς ἀντιδίκους ἐπιδείξω ἔργῳ ὑμῖν ταῦτα μεμαρτυρηκότας. ὅτε γὰρ αἱ ἀνακρίσεις ἦσαν πρὸς τῷ ἄρχοντι καὶ οὗτοι παρακατέβαλον ὡς ὑπὲρ γνησίων τῶνδʼ Εὐκτήμονος ὄντων, ἐρωτώμενοι ὑφʼ ἡμῶν τίς εἴη αὐτῶν μήτηρ καὶ ὅτου θυγάτηρ οὐκ εἶχον ἀποδεῖξαι, διαμαρτυρομένων ἡμῶν καὶ τοῦ ἄρχοντος κελεύοντος ἀποκρίνασθαι κατὰ τὸν νόμον. 〈καίτοι ἄτοπον〉, ὦ ἄνδρες, ἀμφισβητεῖν μὲν ὡς ὑπὲρ γνησίων καὶ διαμαρτυρεῖν, μητέρα δὲ ἥτις ἦν μὴ ἔχειν ἀποδεῖξαι, μηδὲ προσήκοντα αὐτοῖς μηδένα.

证词。 此外,我还要向你们表明,对方当事人自己在事实上也已经证明了这些情况。因为当在执政官面前进行预备审理、对方交纳诉讼保证金声称这些人是欧克忒蒙的婚生子时,当我们询问他们的母亲是谁、又是谁的女儿时,尽管我们严正质问且执政官命令他们依法作答,他们却根本无法说清。然而,诸位法官,以婚生子名义提出争辩并作出异议宣誓,却无法指明母亲是谁,也指不出他们的任何亲戚,这难道不是太荒谬了吗?

§13

ἀλλὰ τότε μὲν Λημνίαν σκηψάμενοι ταύτην ἀναβολὴν ἐποιήσαντο· τὸ δʼ ὕστερον ἥκοντες εἰς τὴν ἀνάκρισιν, πρὶν καί τινα ἐρέσθαι, εὐθὺς ἔλεγον ὅτι Καλλίππη μήτηρ, αὕτη δʼ εἴη Πιστοξένου θυγάτηρ, ὡς ἐξαρκέσον εἰ ὄνομα μόνον πορίσαιντο τὸν Πιστόξενον.1 ἐρομένων δʼ ἡμῶν ὅστις εἴη καὶ εἰ ζῇ ἢ μή, ἐν Σικελίᾳ ἔφασαν ἀποθανεῖν στρατευόμενον, καταλιπόντα ταύτην θυγατέρα παρὰ τῷ Εὐκτήμονι, ἐξ ἐπιτροπευομένης δὲ τούτῳ γενέσθαι,2 πρᾶγμα πλάττοντες ἀναιδείᾳ ὑπερβάλλον καὶ οὐδὲ γενόμενον, ὡς ἐγὼ ὑμῖν ἀποφανῶ ἐκ τούτων πρῶτον ὧν αὐτοὶ ἀπεκρίναντο.

然而他们当时借口说那是一个利姆诺斯岛的女人,以此拖延时间;后来他们来到预备审理时,在任何人发问之前,便立刻宣称母亲是卡利珀,而她是皮斯托克塞诺斯的女儿,仿佛只要生拼硬凑出皮斯托克塞诺斯这个名字就足够了似的。当我们质问他是谁、是否在世时,他们声称他当年在西西里从军阵亡,将这个女儿留给欧克忒蒙监护,欧克忒蒙正是从受其监护的女子那里生下了这几个孩子——他们捏造了一个极度无耻且从未发生过的虚构情节,正如我将首先根据他们自己的答复向你们证明的那样。

§14

τῇ μὲν γὰρ στρατιᾷ, ἀφʼ οὗ ἐξέπλευσεν εἰς Σικελίαν, ἤδη ἐστὶ δύο καὶ πεντήκοντα ἔτη, ἀπὸ Ἀριμνήστου ἄρχοντος, τῷ δὲ πρεσβυτέρῳ τούτων, ὧν φασιν ἐκ τῆς Καλλίππης καὶ τοῦ Εὐκτήμονος εἶναι, οὔπω ὑπὲρ εἴκοσιν ἔτη. ἀφελόντι οὖν ταῦτα ἀπὸ τῶν ἐν Σικελίᾳ ὑπολείπεται πλείω ἢ τριάκοντα ἔτη·3 ὥστʼ οὔτʼ ἐπιτροπεύεσθαι προσῆκε τὴν Καλλίππην ἔτι, τριακοντοῦτίν γε οὖσαν, οὔτε ἀνέκδοτον καὶ ἄπαιδα εἶναι, ἀλλὰ πάνυ πάλαι συνοικεῖν, ἢ ἐγγυηθεῖσαν κατὰ νόμον ἢ ἐπιδικασθεῖσαν.

因为自从远征军开赴西西里、即阿里谟涅斯托斯担任执政官之年算起,迄今已有五十二年了,而他们声称由卡利珀和欧克忒蒙所生的这两个人中,年长的一个还未超过二十岁。因此,若从西西里远征的年代中扣除这段岁月,剩下的时间仍有三十多年。由此可见,卡利珀既不可能在三十岁时还处于监护之下,也不可能始终待字闺中且无子女,而理应在很早以前就依法订婚或通过司法裁决分配而与他人同居成婚了。

§15

ἔτι δὲ καὶ γιγνώσκεσθαι αὐτὴν ὑπὸ τῶν Εὐκτήμονος οἰκείων ἀναγκαῖον ἦν καὶ ὑπὸ τῶν οἰκετῶν, εἴ πέρ γε συνῴκησεν ἐκείνῳ ἢ διῃτήθη τοσοῦτον χρόνον ἐν τῇ οἰκίᾳ. τὰ γὰρ τοιαῦτα οὐκ εἰς τὴν ἀνάκρισιν μόνον δεῖ πορίζεσθαι [ὀνόματα] ἀλλὰ τῇ ἀληθείᾳ γεγονότα φαίνεσθαι καὶ ὑπὸ τῶν προσηκόντων καταμαρτυρεῖσθαι.

不仅如此,如果她确实与欧克忒蒙同居过,或者在那所宅邸中生活了那么长的时间,那么欧克忒蒙的亲族以及家中的奴仆们也必然会认识她。因为此类事情不应只是为了预备审理而被拼凑出来,而是应当表明符合事实真相,并由亲属出面作证。

§16

ἀποδεῖξαι τοίνυν ἡμῶν κελευόντων ὅστις οἶδε τῶν Εὐκτήμονος οἰκείων ἢ συνοικήσασαν ἐκείνῳ τινὰ [ἢ τὴν] Καλλίππην 〈ἢ〉 ἐπιτροπευομένην, καὶ παρὰ τῶν ὄντων 〈ἡμῖν〉 θεραπόντων τὸν ἔλεγχον ποιεῖσθαι, ἢ εἴ τις τῶν παρʼ αὐτοῖς οἰκετῶν φάσκει ταῦτα εἰδέναι, ἡμῖν παραδοῦναι, οὔτε λαβεῖν ἠθέλησαν οὔθʼ ἡμῖν παραδοῦναι. καί μοι λαβὲ τήν τʼ ἀπόκρισιν αὐτῶν καὶ τὰς ἡμετέρας μαρτυρίας καὶ προκλήσεις.

因此,当我们要求他们指出欧克忒蒙的亲属中是否有谁知道有名叫卡利珀的女人与他同居或受其监护,并要求通过我们现有的奴仆来进行审讯,或者他们那里的奴仆若有人声称知道这些事情,就引渡给我们审问,他们既不愿接受我们的奴仆,也不愿向我们引渡他们的奴仆。请替我取来他们的答复、我们的证词以及挑战书。

语法注3 条
  1. 13ὡς ἐξαρκέσον εἰ ὄνομα μόνον πορίσαιντο τὸν Πιστόξενον

    此处是由非人称动词 ἐξαρκεῖ 的中性单数将来分词构成的绝对宾格(accusative absolute),由连词 ὡς 引出,表示主观意图或臆测(“仿佛只要筹措出皮斯托克塞诺斯这个名字就足够了似的”)。

  2. 13ἐξ ἐπιτροπευομένης δὲ τούτῳ γενέσθαι

    介词短语 ἐξ ἐπιτροπευομένης 由现在被动语态阴性属格分词实质化充当,指代生母(“从受其监护的女子那里”);代词与格 τούτῳ 指欧克忒蒙,作领有或利益与格,与 γενέσθαι 连用表示“为他所生”。

  3. 14ἀφελόντι οὖν ταῦτα ἀπὸ τῶν ἐν Σικελίᾳ ὑπολείπεται πλείω ἢ τριάκοντα ἔτη

    不定过去式主动语态与格分词 ἀφελόντι 用作“判断者与格”(dative of the person judging / dative of reference),常用于推算或衡量场合,意为“若有人从中扣除这些岁月……便剩下三十余年”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg006.humanitext-grc2:9-16