- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg006.humanitext-grc2:17-25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露了对方宣称为婚生子的男孩实际上是女获释奴阿尔刻与狄翁所生之子,年老昏聩的欧克忒蒙仅是在以报复性再婚相威胁后,才以赠予一份庄园为附加条件将其勉强引入兄弟团,从而彻底驳斥了婚生子的主张。
Ἀπόκρισις Μαρτυρίαι Προκλήσεις οὗτοι μὲν τοίνυν τοιοῦτο πρᾶγμα ἔφυγον· ἐγὼ δʼ ὑμῖν ἐπιδείξω καὶ ὅθεν εἰσὶ καὶ οἵτινες, οὓς γνησίους διεμαρτύρησαν εἶναι καὶ κληρονόμους ζητοῦσι καταστῆσαι τῶν Εὐκτήμονος. ἴσως μέν ἐστιν ἀηδὲς Φανοστράτῳ, ὦ ἄνδρες, τὰς Εὐκτήμονος συμφορὰς φανερὰς καθεστάναι· ὀλίγα δʼ ἀναγκαῖον ῥηθῆναι, ἵνʼ ὑμεῖς τὴν ἀλήθειαν εἰδότες ῥᾷον τὰ δίκαια ψηφίσησθε.
答复书。证词。挑战书。 因此,这些人逃避了这样的检验;但我将向你们说明,他们宣誓声称是婚生子、并企图立为欧克忒蒙遗产继承人的这些人,究竟来自何处,又是何许人。诸位法官,公开欧克忒蒙的不幸遭遇,对法诺斯特拉托斯来说或许令人不快;但有些事情不得不说,以便你们明了真相后能更容易地做出公正的判决。
Εὐκτήμων μὲν γὰρ ἐβίω ἔτη ἓξ καὶ ἐνενήκοντα, τούτου δὲ τοῦ χρόνου τὸν μὲν πλεῖστον ἐδόκει εὐδαίμων εἶναι (καὶ γὰρ οὐσία ἦν οὐκ ὀλίγη αὐτῷ καὶ παῖδες καὶ γυνή, καὶ τἆλλʼ ἐπιεικῶς εὐτύχει), ἐπὶ γήρως δὲ αὐτῷ συμφορὰ ἐγένετο οὐ μικρά, ἣ ἐκείνου πᾶσαν τὴν οἰκίαν ἐλυμήνατο καὶ χρήματα πολλὰ διώλεσε καὶ αὐτὸν τοῖς οἰκειοτάτοις εἰς διαφορὰν κατέστησεν.
欧克忒蒙活了九十六岁,在这段岁月的大部分时间里,他都被认为是幸福顺遂的(因为他拥有相当丰厚的家产、子女和妻子,在其他方面也算诸事顺遂);但在晚年,一场不小的灾祸降临到他身上,不仅毁了他的整个家庭,耗尽了大笔钱财,还使他与最亲近的人反目成仇。
ὅθεν δὲ καὶ ὅπως ταῦτʼ ἐγένετο, ὡς ἂν δύνωμαι διὰ βραχυτάτων δηλώσω. ἀπελευθέρα ἦν αὐτοῦ, ὦ ἄνδρες, ἣ ἐναυκλήρει συνοικίαν ἐν Πειραιεῖ αὐτοῦ καὶ παιδίσκας ἔτρεφε. τούτων μίαν ἐκτήσατο ᾗ ὄνομα ἦν Ἀλκή, ἣν καὶ ὑμῶν οἶμαι πολλοὺς εἰδέναι. αὕτη δὲ ἡ Ἀλκὴ ὠνηθεῖσα πολλὰ μὲν ἔτη καθῆστο ἐν οἰκήματι, ἤδη δὲ πρεσβυτέρα οὖσα ἀπὸ μὲν τοῦ οἰκήματος ἀνίσταται.
这一切究竟从何而起、如何发生,我将尽可能简明地向你们说明。诸位法官,他有一个女获释奴,负责经营他在培拉埃乌斯的一处出租公寓,并蓄养妓女。在这些人中,她买进了一个名叫阿尔刻的女子,我想你们许多人也认识她。这个阿尔刻被买来后,在妓院里待了许多年,后来年纪渐长,才搬出了妓院。
διαιτωμένῃ δὲ αὐτῇ ἐν τῇ συνοικίᾳ συνῆν ἄνθρωπος ἀπελεύθερος, Δίων ὄνομα αὐτῷ, ἐξ οὗ ἔφη ἐκείνη τούτους γεγονέναι· καὶ ἔθρεψεν αὐτοὺς ὁ Δίων ὡς ὄντας ἑαυτοῦ. χρόνῳ δὲ ὕστερον ὁ μὲν Δίων ζημίαν εἰργασμένος καὶ δείσας ὑπὲρ αὑτοῦ ὑπεχώρησεν εἰς Σικυῶνα· τὴν δʼ ἄνθρωπον ταύτην, τὴν Ἀλκήν, καθίστησιν Εὐκτήμων ἐπιμελεῖσθαι τῆς ἐν Κεραμεικῷ συνοικίας, τῆς παρὰ τὴν πυλίδα, οὗ ὁ οἶνος ὤνιος.
当她在出租公寓里生活时,一个名叫狄翁的获释奴与她同居,她声称这几个男孩就是与他所生;狄翁也将他们当作自己的骨肉抚养成人。后来,狄翁因造成赔偿损害并畏罪自保,逃亡去了西库翁;欧克忒蒙便任命这个女人、即阿尔刻,去掌管位于凯拉米克斯小门旁、售卖葡萄酒的那处公寓。
κατοικισθεῖσα δʼ ἐνταυθοῖ πολλῶν καὶ κακῶν ἦρξεν, ὦ ἄνδρες. φοιτῶν γὰρ ὁ Εὐκτήμων ἐπὶ τὸ ἐνοίκιον ἑκάστοτε τὰ πολλὰ διέτριβεν ἐν τῇ συνοικίᾳ, ἐνίοτε δὲ καὶ ἐσιτεῖτο μετὰ τῆς ἀνθρώπου, καταλιπὼν καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας καὶ τὴν οἰκίαν ἣν ᾤκει. χαλεπῶς δὲ φερούσης τῆς γυναικὸς καὶ τῶν ὑέων οὐχ ὅπως ἐπαύσατο, ἀλλὰ1 τελευτῶν παντελῶς διῃτᾶτο ἐκεῖ, καὶ οὕτω διετέθη εἴθʼ ὑπὸ φαρμάκων εἴθʼ ὑπὸ νόσου εἴθʼ ὑπʼ ἄλλου τινός, ὥστε ἐπείσθη ὑπʼ αὐτῆς τὸν πρεσβύτερον τοῖν παίδοιν εἰσαγαγεῖν εἰς τοὺς φράτορας ἐπὶ τῷ αὑτοῦ ὀνόματι.
诸位法官,她一旦定居在那里,便成了诸多祸害的根源。因为欧克忒蒙每次去收取租金时,大部分时间都消磨在那所公寓里,有时甚至抛弃妻子、儿女以及自己居住的宅邸,与那个女人同桌共食。尽管妻子和儿子们深感痛苦,他不仅没有收敛,到头来反而完全住到了那里;他不知是受了药物、疾病还是其他缘故的影响,心智竟沦落到听从她的撺掇,试图以自己的名义将两个男孩中较长的一个引入兄弟团。
ἐπειδὴ δὲ οὔθʼ ὁ ὑὸς αὐτῷ Φιλοκτήμων συνεχώρει οὔθʼ οἱ φράτορες εἰσεδέξαντο, ἀλλʼ ἀπηνέχθη τὸ κούρειον, ὀργιζόμενος ὁ Εὐκτήμων τῷ ὑεῖ καὶ ἐπηρεάζειν βουλόμενος ἐγγυᾶται γυναῖκα Δημοκράτους τοῦ Ἀφιδναίου ἀδελφήν, ὡς ἐκ ταύτης παῖδας ἀποφανῶν καὶ εἰσποιήσων2 εἰς τὸν οἶκον, εἰ μὴ συγχωροίη τοῦτον ἐᾶν εἰσαχθῆναι.
然而,当他的儿子斐洛克忒蒙不予同意,兄弟团成员也不予接纳,成年牺牲礼被拒绝退回时,欧克忒蒙对儿子大发雷霆,为了打击报复,他与阿菲德奈的德摩克拉忒斯的妹妹订婚,声称若斐洛克忒蒙不同意接纳这个男孩,他就要与这个妇人生子,并将其作为继承人引入家族。
εἰδότες δʼ οἱ ἀναγκαῖοι ὅτι ἐξ ἐκείνου μὲν οὐκ ἂν ἔτι γένοιντο παῖδες ταύτην τὴν ἡλικίαν ἔχοντος, φανήσοιντο δʼ ἄλλῳ τινὶ τρόπῳ, καὶ ἐκ τούτων ἔσοιντο ἔτι μείζους διαφοραί, ἔπειθον, ὦ ἄνδρες, τὸν Φιλοκτήμονα ἐᾶσαι εἰσαγαγεῖν τοῦτον τὸν παῖδα ἐφʼ οἷς ἐζήτει ὁ Εὐκτήμων, χωρίον ἓν δόντα.3
亲属们深知,以他这样的年纪绝不可能再生出孩子,而孩子必然会通过某种其他手段被捏造出来,由此将引发更大的纷争。因此,诸位法官,他们劝说斐洛克忒蒙依从欧克忒蒙所要求的条件,即在〔欧克忒蒙〕赠予〔这个男孩〕一份庄园的条件下,允许将这个男孩登记引入兄弟团。
καὶ ὁ Φιλοκτήμων αἰσχυνόμενος μὲν ἐπὶ τῇ τοῦ πατρὸς ἀνοίᾳ, ἀπορῶν δʼ ὅ τι χρήσαιτο τῷ παρόντι κακῷ, οὐκ ἀντέλεγεν οὐδέν. ὁμολογηθέντων δὲ τούτων, καὶ εἰσαχθέντος τοῦ παιδὸς ἐπὶ τούτοις, ἀπηλλάγη τῆς γυναικὸς ὁ Εὐκτήμων, καὶ ἐπεδείξατο ὅτι οὐ παίδων ἕνεκα ἐγάμει, ἀλλʼ ἵνα τοῦτον εἰσαγάγοι.
斐洛克忒蒙既为父亲的昏悖感到羞耻,又不知如何应对眼前的祸患,便未加反对。在这项协议达成、男孩依此条件被引入兄弟团后,欧克忒蒙便解除了与那妇人的婚约,从而表明他结婚并非为了生育子嗣,而只是为了迫使这个男孩得以被接纳。
τί γὰρ ἔδει αὐτὸν γαμεῖν, ὦ Ἀνδρόκλεις, εἴ περ οἵδε ἦσαν ἐξ αὐτοῦ καὶ γυναικὸς ἀστῆς, ὡς σὺ μεμαρτύρηκας; τίς γὰρ ἂν γνησίους ὄντας οἷός τε ἦν κωλῦσαι εἰσαγαγεῖν; ἢ διὰ τί ἐπὶ ῥητοῖς αὐτὸν εἰσήγαγε, τοῦ νόμου κελεύοντος ἅπαντας τοὺς γνησίους ἰσομοίρους εἶναι τῶν πατρῴων;
安德罗克勒斯啊,如果真如你作证所说,这些人是他与一位城邦女公民所生的骨肉,他又何须结婚呢?如果他们真是婚生子,谁又能阻拦他将他们引入兄弟团呢?再者,既然法律明文规定所有婚生子均平分父业,他又为何要附加特定条件将他引入呢?
- 21οὐχ ὅπως ἐπαύσατο, ἀλλὰ
οὐχ ὅπως(或 οὐχ ὅτι)后接直陈式动词,并由 ἀλλὰ (καί) 呼应,构成“不仅不……反而……”的固定累加句式。该结构源于动词省略(如 οὐ λέγω ὅπως),强烈否定前一预期的发生,并突显后项更加变本加厉的事实。
- 22ὡς ἐκ ταύτης παῖδας ἀποφανῶν καὶ εἰσποιήσων
助词 ὡς 与将来时分词 ἀποφανῶν 和 εἰσποιήσων 连用,表达当事人所声称的主观意图或借口(“声称他将与她生子并引入宗族”),分词采用主格以与主句主语(欧克忒蒙)一致。随后的 εἰ μὴ συγχωροίη 则是间接引语中的希求法条件从句,代表了欧克忒蒙当时所提出的威胁条件(“若不同意……”)。
- 23ἐφʼ οἷς ἐζήτει ὁ Εὐκτήμων, χωρίον ἓν δόντα
短语 ἐφʼ οἷς 属于省略指示词先行词的关系代词吸引(即 ἐπὶ τούτοις ἅ),意为“按照欧克忒蒙所要求的条件”。随后的分词短语 χωρίον ἓν δόντα 为阳性单数宾格,与不定式 εἰσαγαγεῖν 的逻辑主语(欧克忒蒙)保持格的一致,同格补充说明条件的具体内容,即“(由欧克忒蒙向男孩)赠予一份庄园”。
