- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg006.humanitext-grc2:0-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩护人叙述了自己与凯瑞斯特拉托斯一家深厚的情谊及共患难的过往,抨击了安德罗克勒斯不正当的异议宣誓,并着手证明无嗣的斐洛克忒蒙如何依法立下遗嘱收养凯瑞斯特拉托斯。
Ὑπόθεσις εὐκτήμονος υἱὸς Φιλοκτήμων τὸν τῆς ἑτέρας τῶν ἀδελφῶν καὶ Φανοστράτου υἱὸν Χαιρέστρατον ποιησάμενος κατὰ διαθήκας τεθείσας παρὰ Χαιρέᾳ τῷ τῆς ἑτέρας ἀδελφῆς ἀνδρί, ἐτελεύτησε ζῶντος ἔτι τοῦ πατρός ὕστερον δὲ κἀκείνου ἀποθανόντος ἔλαχεν ὁ Χαιρέστρατος τοῦ κλήρου κατὰ τὸν νόμον. διαμαρτυρήσαντος δὲ Ἀνδροκλέους μὴ εἶναι ἐπίδικον ὄντος Ἀντιδώρου γνησίου παιδὸς Εὐκτήμονι, οἱ περὶ Χαιρέστρατον ἐπεσκήψαντο τῇ διαμαρτυρίᾳ, καὶ τοῦτον καὶ τὴν ἀδελφὴν αὐτοῦ νόθους γεγονέναι φάσκοντες, τὸν δὲ νόμον διαγορεύειν νόθῳ καὶ νόθῃ μὴ εἶναι ἀγχιστείαν. ἡ στάσις στοχασμός· ἄδηλον γὰρ εἰ ἐποίησε Φιλοκτήμων Χαιρέστρατον υἱὸν ἑαυτῷ, καὶ πάλιν ἄδηλον εἰ γνήσιοί εἰσιν οἱ περὶ Ἀντίδωρον.
提要 欧克忒蒙之子斐洛克忒蒙依遗嘱收养了法诺斯特拉托斯与其姐妹之一所生的儿子凯瑞斯特拉托斯,该遗嘱寄存在另一姐妹之夫凯瑞阿斯处。斐洛克忒蒙在其父尚在世时去世。其后,其父亦去世,凯瑞斯特拉托斯便依法提出了对该地产的继承申请。然而安德罗克勒斯提出异议宣誓,声称鉴于安提多罗斯是欧克忒蒙的婚生子,该地产不属于可起诉财产,凯瑞斯特拉托斯一方遂指控该宣誓为伪证,主张此人及其姐妹皆为私生,而法律明令私生子与私生女不得享有近亲继承权。争论的焦点是事实推测:因为斐洛克忒蒙是否收养凯瑞斯特拉托斯为子并不明确,而安提多罗斯等人是否为婚生同样并不明确。
ὅτι μέν, ὦ ἄνδρες, πάντων οἰκειότατα 〈τυγχάνω〉 χρώμενος Φανοστράτῳ τε καὶ Χαιρεστράτῳ τουτῳί, τοὺς πολλοὺς οἶμαι ὑμῶν εἰδέναι, τοῖς δὲ μὴ εἰδόσιν ἱκανὸν ἐρῶ τεκμήριον· ὅτε γὰρ εἰς Σικελίαν ἐξέπλει τριηραρχῶν Χαιρέστρατος, διὰ τὸ πρότερον αὐτὸς ἐκπεπλευκέναι προῄδειν πάντας τοὺς ἐσομένους κινδύνους, ὅμως δὲ δεομένων τούτων καὶ συνεξέπλευσα καὶ συνεδυστύχησα καὶ ἑάλωμεν εἰς τοὺς πολεμίους.
诸位法官,我想你们大多数人都知道,我与法诺斯特拉托斯以及眼前的这位凯瑞斯特拉托斯交情最为密切;对于那些不知道的人,我将提供充分的证据。因为当凯瑞斯特拉托斯作为三列桨战船管事出航前往西西里时,由于我自己此前曾出航过,预先知道所有将要降临的危险,然而在他们请求之下,我依然与他一同出航,共赴厄运,并一同被敌人俘虏。
ἄτοπον δὴ εἰ ἐκεῖνα μὲν προδήλων ὄντων τῶν κινδύνων ὅμως διὰ τὸ χρῆσθαι τούτοις καὶ φίλους νομίζειν ὑπέμενον, νῦν δὲ οὐ πειρῴμην1 συνειπεῖν ἐξ ὧν ὑμεῖς τε τὰ εὔορκα ψηφιεῖσθε καὶ τούτοις τὰ δίκαια γενήσεται. δέομαι οὖν ὑμῶν συγγνώμην τε ἔχειν καὶ μετʼ εὐνοίας ἀκροάσασθαι· ὁ γὰρ ἀγὼν οὐ μικρὸς αὐτοῖς, ἀλλὰ περὶ τῶν μεγίστων.
倘若在那些显而易见的危险面前,我仅仅出于同他们的交往并将他们视为朋友而忍受了那些磨难,如今却不尝试为他们辩护,好让你们投下符合誓言的选票,并让他们获得正义,那确实是极不合情理的。因此,我恳求你们宽宥我,并怀着善意垂听;因为摆在他们面前的这场诉讼非同小可,而是关系到最重大的利益。
Φιλοκτήμων γὰρ ὁ Κηφισιεὺς φίλος ἦν Χαιρεστράτῳ τουτῳὶ δοὺς δὲ τὰ ἑαυτοῦ καὶ ὑὸν αὐτὸν ποιησάμενος ἐτελεύτησε. λαχόντος δὲ τοῦ Χαιρεστράτου κατὰ τὸν νόμον τοῦ κλήρου, ἐξὸν ἀμφισβητῆσαι Ἀθηναίων τῷ βουλομένῳ καὶ εὐθυδικίᾳ εἰσελθόντι εἰς ὑμᾶς, εἰ φαίνοιτο δικαιότερα λέγων, ἔχειν τὸν κλῆρον,2 διεμαρτύρησεν Ἀνδροκλῆς οὑτοσὶ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον, ἀποστερῶν τοῦτον τῆς ἀμφισβητήσεως καὶ ὑμᾶς τοῦ κυρίους γενέσθαι ὅντινα δεῖ κληρονόμον καταστήσασθαι3 τῶν Φιλοκτήμονος· καὶ ἐν μιᾷ ψήφῳ καὶ ἑνὶ ἀγῶνι οἴεται ἀδελφοὺς καταστήσειν ἐκείνῳ τοὺς οὐδὲν προσήκοντας, καὶ τὸν κλῆρον ἀνεπίδικον ἕξειν αὐτός, καὶ τῆς ἀδελφῆς τῆς ἐκείνου κύριος γενήσεσθαι, καὶ τὴν διαθήκην ἄκυρον ποιήσειν.
因为凯菲西亚区的斐洛克忒蒙是眼前的凯瑞斯特拉托斯的朋友;他将自己的财产赠予凯瑞斯特拉托斯并收养他为子,随后离世。当凯瑞斯特拉托斯依法对该地产提出继承申请时,本应是任何愿意的雅典人都可以提出争议,通过向你们提起正当诉讼的方式出庭,若其被认为所陈理由更为公正,便可获得该地产,然而,眼前的这位安德罗克勒斯却提出异议宣誓,称该地产不属于可起诉财产,从而剥夺了凯瑞斯特拉托斯提出争议的权利,也剥夺了你们决定应当立何人为斐洛克忒蒙财产继承人的主权。他企图通过一次投票和一场诉讼,将与斐洛克忒蒙毫无血缘关系的人确立为他的兄弟,自己无须经过审判便占有该地产,成为斐洛克忒蒙姐妹的监护人,并使遗嘱归于无效。
πολλῶν δὲ καὶ δεινῶν ὄντων ἃ διαμεμαρτύρηκεν Ἀνδροκλῆς, τοῦτʼ αὐτὸ πρῶτον ἐπιδείξω ὑμῖν, ὡς διέθετο καὶ ἐποιήσατο ὑὸν τουτονὶ Χαιρέστρατον. ἐπειδὴ γὰρ τῷ Φιλοκτήμονι ἐκ μὲν τῆς γυναικὸς ᾗ συνῴκει οὐκ ἦν παιδίον οὐδέν, πολέμου δʼ ὄντος ἐκινδύνευε καὶ ἱππεὺς στρατευόμενος καὶ τριήραρχος πολλάκις ἐκπλέων, ἔδοξεν αὐτῷ διαθέσθαι τὰ αὑτοῦ, μὴ ἔρημον καταλίπῃ τὸν οἶκον, εἴ τι πάθοι.
尽管安德罗克勒斯在异议宣誓中所言多有耸人听闻之辞,但我将首先向你们证明这一点:斐洛克忒蒙确实订立了遗嘱,并收养了眼前的这位凯瑞斯特拉托斯为子。因为斐洛克忒蒙与共同生活的妻子之间未生一子,加之战事频仍,他作为骑兵从军,又屡次作为三列桨战船管事出航,身处险境,于是他决定处置自己的财产,以免万一遭遇不测时使家族绝嗣。
τὼ μὲν οὖν ἀδελφὼ αὐτῷ, ὥπερ ἐγενέσθην, ἄμφω ἄπαιδε ἐτελευτησάτην· τοῖν δὲ ἀδελφαῖν τῇ μὲν ἑτέρᾳ, ᾗ ὁ Χαιρέας συνῴκει, οὐκ ἦν ἄρρεν παιδίον οὐδὲ ἐγένετο πολλὰ ἔτη συνοικούσῃ, ἐκ δὲ τῆς ἑτέρας, ᾗ συνῴκει Φανόστρατος οὑτοσί, ἤστην ὑὼ δύο. τούτων τὸν πρεσβύτερον τουτονὶ Χαιρέστρατον ἐποιήσατο ὑόν· καὶ ἔγραψεν οὕτως ἐν διαθήκῃ, εἰ μὴ γένοιτο αὑτῷ παιδίον ἐκ τῆς γυναικός, τοῦτον κληρονομεῖν τῶν ἑαυτοῦ. καὶ τὴν διαθήκην κατέθετο παρὰ τῷ κηδεστῇ Χαιρέᾳ, τῷ τὴν ἑτέραν αὐτοῦ ἀδελφὴν ἔχοντι. καὶ ὑμῖν ἥ τε διαθήκη αὕτη ἀναγνωσθήσεται καὶ οἱ παραγενόμενοι μαρτυρήσουσι. καί μοι ἀνάγνωθι.
原来,他的两个曾出生的兄弟都在没有子嗣的情况下死去了。而在他的两位姐妹中,与凯瑞阿斯共同生活的那一位没有男性子嗣,尽管同居多年亦未曾生育;但与眼前的法诺斯特拉托斯共同生活的另一位姐妹,则生有两个儿子。在他们之中,斐洛克忒蒙收养了年长者、即眼前的这位凯瑞斯特拉托斯为子;他在遗嘱中这样写道:如果他与妻子未能生育子女,便由这个人继承自己的财产。他将遗嘱寄存在与他另一位姐妹成婚的姻亲凯瑞阿斯处。这份遗嘱将向你们宣读,当时在场的人也将出庭作证。请宣读人替我宣读。
Διαθήκη 〈Μάρτυρες〉ὡς μὲν διέθετο καὶ ἐφʼ οἷς ἐποιήσατο ὑὸν τοῦτον, ἀκηκόατε· ὡς δʼ ἐξὸν αὐτῷ ταῦτʼ ἔπραξεν, ὅθεν δικαιότατα ἡγοῦμαι τὰ τοιαῦτʼ εἶναι μανθάνειν,4 τοῦτον ὑμῖν αὐτὸν παρέξομαι τὸν νόμον. καί μοι ἀνάγνωθι.
遗嘱。〈证人〉他如何订立遗嘱,以及在何种条件下收养此人为子,你们已经听到了;至于他是依据法律行使这项权利的——我认为正是从法律中才能最公正地了解此类事情——我将向你们出示这部法律本身。请宣读人替我宣读。
- 2ἄτοπον δὴ εἰ ἐκεῖνα μὲν ... ὑπέμενον, νῦν δὲ οὐ πειρῴμην
在连词 εἰ 引导的从句中,前半部分针对过去的既成事实使用未完成过去直陈语气(ὑπέμενον),后半部分则转为无 ἄν 的愿望语气(πειρῴμην),表示委婉的意愿或潜在假设。主句谓语 ἄτοπον 则是省略了 ἄτοπον ἂν εἴη(或 ἄτοπόν ἐστιν)。
- 3ἐξὸν ἀμφισβητῆσαι Ἀθηναίων τῷ βουλομένῳ καὶ εὐθυδικίᾳ εἰσελθόντι εἰς ὑμᾶς, εἰ φαίνοιτο δικαιότερα λέγων, ἔχειν τὸν κλῆρον
非人称动词 ἔξεστι 的中性宾格分词构成绝对宾格(ἐξόν),表让步或背景(“尽管本可以……”)。与格短语 Ἀθηναίων τῷ βουλομένῳ(“任何愿意的雅典人”)是不定词 ἀμφισβητῆσαι 的逻辑主语,分词 εἰσελθόντι 与之保持与格一致,而 ἔχειν 则与 ἀμφισβητῆσαι 并列受 ἐξόν 支配。
- 4ὑμᾶς τοῦ κυρίους γενέσθαι ὅντινα δεῖ κληρονόμον καταστήσασθαι
分词 ἀποστερῶν 采用“夺取某人(宾格)某事物(属格)”的结构,ὑμᾶς 作宾格宾语,带冠词不定词 τοῦ κυρίους γενέσθαι 作分离属格。其后的间接疑问从句 ὅντινα δεῖ κληρονόμον καταστήσασθαι 则充当补充说明形容词 κυρίους 掌控内容的成分。
- 8ὅθεν δικαιότατα ἡγοῦμαι τὰ τοιαῦτʼ εἶναι μανθάνειν
此处出现语序倒装,关系副词 ὅθεν(“从何处/由此”)的先行词(νόμος)出现在其后的主句中(τοῦτον ὑμῖν αὐτὸν παρέξομαι τὸν νόμον)。ὅθεν 修饰不定词 μανθάνειν,意为“从这一渊源中了解此类事宜”。
