- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg006.humanitext-grc2:47-56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出法律明文禁止庶子继承,揭露对方奴隶母亲闯入神圣祭仪的亵圣行径,并驳斥安德罗克勒斯未曾在场却公然就斐洛克忒蒙未立遗嘱之事作伪证的行径。
〈Μαρτυρίαι〉τοὐναντίον τοίνυν συμβέβηκεν ἢ ὡς ὁ νόμος γέγραπται· ἐκεῖ μὲν γὰρ ἐστι νόθῳ μηδὲ νόθῃ 〈μὴ〉 εἶναι ἀγχιστείαν μήθʼ ἱερῶν μήθʼ ὁσίων1 ἀπʼ Εὐκλείδου ἄρχοντος, Ἀνδροκλῆς δὲ καὶ Ἀντίδωρος οἴονται δεῖν, ἀφελόμενοι τὰς Εὐκτήμονος θυγατέρας τὰς γνησίας καὶ τοὺς ἐκ τούτων γεγονότας, τόν τε Εὐκτήμονος οἶκον καὶ τὸν Φιλοκτήμονος ἔχειν.
〈证词〉因此,所发生的事情恰恰与法律条文所规定的截然相反。因为法律规定,自欧克利德斯任执政官以来,庶子庶女在祭祀和世俗事务上皆无近亲继承权;然而安德罗克勒斯与安提多罗斯却认为应当剥夺欧克忒蒙的婚生女儿及其所出的后代,从而将欧克忒蒙与斐洛克忒蒙两家的产业据为己有。
καὶ ἡ διαφθείρασα τὴν Εὐκτήμονος γνώμην καὶ πολλῶν ἐγκρατὴς γενομένη οὕτως ὑβρίζει σφόδρα πιστεύουσα τούτοις, ὥστε οὐ μόνον τῶν Εὐκτήμονος οἰκείων καταφρονεῖ, ἀλλὰ καὶ τῆς πόλεως ἁπάσης. ἀκούσαντες δὲ ἓν μόνον σημεῖον ῥᾳδίως γνώσεσθε τὴν ἐκείνης παρανομίαν. καὶ μοι λαβὲ τοῦτον τὸν νόμον.
那个败坏了欧克忒蒙心智并攫取了大量财产的女人,仗着这伙人的支持,态度骄横到了极点,不仅藐视欧克忒蒙的亲属,甚至蔑视整个城邦。听完这仅有的一桩证据,诸位便能轻易了解她的不法行径。请为我取来这条法律。
〈Νόμος〉ταυτὶ τὰ γράμματα, ὦ ἄνδρες, ὑμεῖς, οὕτω σεμνὰ καὶ εὐσεβῆ ἐνομοθετήσατε, περὶ πολλοῦ ποιούμενοι καὶ πρὸς ταύτας καὶ πρὸς τοὺς ἄλλους θεοὺς εὐσεβεῖν· ἡ δὲ τούτων μήτηρ, οὕτως ὁμολογουμένως οὖσα δούλη καὶ ἅπαντα τὸν χρόνον αἰσχρῶς βιοῦσα, ἣν οὔτε παρελθεῖν εἴσω τοῦ ἱεροῦ ἔδει οὔτʼ ἰδεῖν τῶν ἔνδον οὐδέν, οὔσης τῆς θυσίας ταύταις ταῖς θεαῖς ἐτόλμησε συμπέμψαι τὴν πομπὴν καὶ εἰσελθεῖν εἰς τὸ ἱερὸν καὶ ἰδεῖν ἃ οὐκ ἐξῆν αὐτῇ. ὡς δὲ ἀληθῆ λέγω, ἐκ τῶν ψηφισμάτων γνώσεσθε ἃ ἐψηφίσατο ἡ βουλὴ περὶ αὐτῆς. λαβὲ τὸ ψήφισμα.
〈法律〉诸位法官,诸位制定出这篇如此庄严而虔敬的条文,乃是极为重视对这两位女神及其他诸神的虔诚敬奉;然而这伙人的母亲,公认是个奴隶,且终生过着可耻的生活,她本不该跨入圣域一步,也不该窥见其中的任何神圣之物,却竟敢在为这两位女神举行祭祀之际随同游行队伍,潜入圣所,窥视了于她而言非法的圣物。我所言属实这一点,诸位从议事会针对她所通过的决议中便可得知。请取决议宣读。
Ψήφισμα ἐνθυμεῖσθαι τοίνυν χρή, ὦ ἄνδρες, πότερον δεῖ τὸν ἐκ ταύτης τῶν Φιλοκτήμονος εἶναι κληρονόμον καὶ ἐπὶ τὰ μνήματα ἰέναι χεόμενον καὶ ἐναγιοῦντα, ἢ τὸν ἐκ τῆς ἀδελφῆς τοῦτον, ὃν ὑὸν αὐτὸς ἐποιήσατο· καὶ πότερον δεῖ τὴν ἀδελφὴν Φιλοκτήμονος, ἣ Χαιρέᾳ συνῴκησε, νῦν δὲ χηρεύει, ἐπὶ τούτοις γενέσθαι ἢ ἐκδοῦναι ὅτῳ βούλονται ἢ ἐᾶν καταγηράσκειν, ἢ γνησίαν οὖσαν ὑφʼ ὑμῶν ἐπιδικασθεῖσαν συνοικεῖν ὅτῳ ἂν ὑμῖν δοκῇ.
〈决议〉因此,诸位法官,诸位必须审慎考量:究竟应当由这个女人的儿子作为斐洛克忒蒙产业的继承人去坟前奠酒献祭,还是应当由其姊妹所出的这一位、即斐洛克忒蒙亲自收养为子的人去祭扫?斐洛克忒蒙曾嫁给凯瑞亚斯、如今寡居的姊妹,究竟应当受制于这伙人、由他们随意许配给他人或任其孤独终老,还是应当作为婚生女由诸位裁断许配给诸位认为合适的人?
ἡ γὰρ ψῆφός ἐστι περὶ τούτων νυνί. τουτὶ γὰρ αὐτοῖς ἡ διαμαρτυρία δύναται, ἵνʼ ὁ κίνδυνος τοῖσδε μὲν ᾖ περὶ πάντων, οὗτοι δὲ κἂν νῦν διαμάρτωσι τοῦ ἀγῶνος, δόξῃ δὲ ὁ κλῆρος ἐπίδικος εἶναι, ἀντιγραψάμενοι δὶς περὶ τῶν αὐτῶν ἀγωνίζωνται,2 καίτοι εἰ μὲν διέθετο Φιλοκτήμων μὴ ἐξὸν αὐτῷ, τοῦτʼ αὐτὸ ἐχρῆν διαμαρτυρεῖν, ὡς οὐ κύριος ἦν ὑὸν τόνδε ποιήσασθαι· εἰ δʼ ἔξεστι μὲν διαθέσθαι, ἀμφισβητεῖ δὲ ὡς οὐ δόντος οὐδὲ διαθεμένου, μὴ διαμαρτυρίᾳ κωλύειν ἀλλʼ εὐθυδικίᾳ εἰσιέναι.
因为如今诸位的投票正是关乎这些问题。这便是他们提起宣誓异议抗辩的用心所在:旨在让亲属一方承担失去一切的风险;而他们自己纵使在当下的诉讼中落败、遗产被裁定为待争讼财产,仍可通过提出反诉就同一争端进行二次诉讼。然而,假若斐洛克忒蒙在无权立嘱的情况下立了遗嘱,他们本应正是针对这一点提起宣誓抗辩,指明他无权收养这个孩子;若他有权立嘱,而对方只是争辩说他并未赠予也未立嘱,那就不应以宣誓抗辩横加阻挠,而应通过直接诉讼出庭抗辩。
νῦν δὲ πῶς ἄν [τις] περιφανέστερον ἐξελεγχθείη τὰ ψευδῆ μεμαρτυρηκὼς ἢ εἴ τις αὐτὸν ἔροιτο “Ἀνδρόκλεις, πῶς οἶσθα Φιλοκτήμονʼ ὅτι οὔτε διέθετο3 οὔτε ὑὸν Χαιρέστρατον ἐποιήσατο;” οἷς μὲν γάρ τις παρεγένετο, δίκαιον, ὦ ἄνδρες, μαρτυρεῖν, οἷς δὲ μὴ παρεγένετο ἀλλʼ ἤκουσέ τινος, ἀκοὴν μαρτυρεῖν· σὺ δʼ οὐ παραγενόμενος διαρρήδην μεμαρτύρηκας ὡς οὐ διέθετο Φιλοκτήμων, ἀλλʼ ἄπαις ἐτελεύτησε. καίτοι πῶς οἷόν τε εἰδέναι, ὦ ἄνδρες; ὅμοιον γὰρ ὥσπερ ἂν εἰ φαίη εἰδέναι, καὶ μὴ παραγενόμενος, ὅσα ὑμεῖς πάντες πράττετε. οὐ γὰρ δὴ τοῦτό γε ἐρεῖ, καίπερ ἀναίσχυντος ὤν, ὡς ἅπασι παρεγένετο καὶ πάντʼ οἶδεν ὅσα Φιλοκτήμων ἐν τῷ βίῳ διεπράξατο.
然而现在,如果有人质问他:“安德罗克勒斯,你怎么知道斐洛克忒蒙既没有立遗嘱,也没有收养凯瑞斯特拉托斯为子?”还有什么能比这更明白地揭穿他作了伪证?因为,诸位法官,一个人对自己亲自在场目睹之事作证是正当的,但对未曾亲临而仅是听闻之事,则理应作为传闻作证;可是你并未在场,却断然作证说斐洛克忒蒙没有立遗嘱、绝嗣而亡。然而诸位法官,这怎么可能知晓?这简直就像某人声称在未曾亲历的情况下知晓诸位所有人的一举一动。纵使他再厚颜无耻,想必也不敢宣称自己全程在场,知悉斐洛克忒蒙生前所做的一切。
πάντων γὰρ αὐτὸν ἐκεῖνος ἔχθιστον ἐνόμιζε διά 〈τε〉 τὴν ἄλλην πονηρίαν, καὶ διότι τῶν συγγενῶν μόνος μετὰ τῆς Ἀλκῆς ἐκείνης τούτῳ καὶ τοῖς ἄλλοις συνεπιβουλεύσας τοῖς τοῦ Εὐκτήμονος χρήμασι τοιαῦτα διεπράξατο, οἷά περ ὑμῖν ἀπέδειξα.
因为斐洛克忒蒙视他为所有人中最可憎之辈,不仅由于他一贯的邪恶品质,更因为在亲属之中唯独他与那个阿尔刻勾结,同此人及其他人合谋觊觎欧克忒蒙的财产,做出了我向诸位所展示的那些恶行。
πάντων δὲ μάλιστα ἀγανακτῆσαί ἐστιν ἄξιον, ὅταν οὗτοι καταχρῶνται τῷ Εὐκτήμονος ὀνόματι τοῦ τουδὶ πάππου. εἰ γάρ, ὡς οὗτοι λέγουσι, τῷ μὲν Φιλοκτήμονι μὴ ἐξῆν διαθέσθαι, τοῦ δʼ Εὐκτήμονός ἐστιν ὁ κλῆρος, πότερον δικαιότερον τῶν Εὐκτήμονος κληρονομεῖν τὰς ἐκείνου θυγατέρας, ὁμολογουμένως οὔσας γνησίας, καὶ ἡμᾶς τοὺς ἐκ τούτων γεγονότας, ἢ τοὺς οὐδὲν προσήκοντας, οἳ οὐ μόνον ὑφʼ ἡμῶν ἐλέγχονται,
而最令人义愤填膺的,莫过于他们滥用这位当事人的外祖父欧克忒蒙的名义。因为倘若真如他们所说,斐洛克忒蒙无权立遗嘱,遗产属于欧克忒蒙,那么,究竟是由公认婚生的欧克忒蒙之女以及由她们所生的我们来继承欧克忒蒙的财产更为正当,还是由那些毫无血缘亲属关系的人来继承更正当呢——这些人不仅被我们揭露……
- 47ἀγχιστείαν μήθʼ ἱερῶν μήθʼ ὁσίων
名词 ἀγχιστεία(近亲继承权)支配两个宾格性属格 μήθʼ ἱερῶν(神圣祭祀)和 μήθʼ ὁσίων(世俗事务)。这反映了雅典法律中家业继承不可分割地涵盖祖先祭祀与财产权利两部分。
- 52ἵνʼ ὁ κίνδυνος τοῖσδε μὲν ᾖ περὶ πάντων, οὗτοι δὲ κἂν νῦν διαμάρτωσι τοῦ ἀγῶνος, δόξῃ δὲ ὁ κλῆρος ἐπίδικος εἶναι, ἀντιγραψάμενοι δὶς περὶ τῶν αὐτῶν ἀγωνίζωνται
由 ἵνα 引导的复杂目的从句。核心对立骨架为 ἵνʼ ὁ κίνδυνος τοῖσδε μὲν ᾖ... οὗτοι δὲ ... ἀγωνίζωνται(使前者承担全部风险,而他们自己却能争讼两次)。在后一肢中嵌入了条件分句 κἂν νῦν διαμάρτωσι... δόξῃ δὲ...,揭示了对手即使败诉也能通过提出反诉(ἀντιγραψάμενοι)再度提起常规争诉的诉讼策略。
- 53πῶς οἶσθα Φιλοκτήμονʼ ὅτι οὔτε διέθετο
典型的提先构式(prolepsis)。从属从句(ὅτι 从句)的逻辑主语 Φιλοκτήμονα(宾格)被提前至主句动词 οἶσθα 的直接宾语位置,意为“关于斐洛克忒蒙,你怎么知道他既没有立遗嘱……”。
