- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg006.humanitext-grc2:37-46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者叙述了对方企图假借孤儿财产之名由执政官出租产业却被法庭否决的经过,揭露了他们在欧克忒蒙死后将屋内财物盗运至隔壁的恶行,并指出对方的宣誓异议抗辩与其先前的登记以及证人本人先前的诉讼完全自相矛盾。
καὶ ἐπειδὴ πρῶτον τὰ δικαστήρια ἐπληρώθη, ὁ μὲν ἄρχων προεκήρυττεν, οἱ δʼ ἐμισθοῦντο. παραγενόμενοι δέ τινες ἐξαγγέλλουσι τοῖς οἰκείοις τὴν ἐπιβουλήν, καὶ ἐλθόντες ἐδήλωσαν τὸ πρᾶγμα τοῖς δικασταῖς, καὶ οὕτως ἀπεχειροτόνησαν οἱ δικασταὶ μὴ μισθοῦν1 τοὺς οἴκους· εἰ δʼ ἔλαθεν, ἀπωλώλει ἂν ἅπασα ἡ οὐσία. καί μοι κάλει τοὺς παραγενομένους μάρτυρας.
法庭刚一坐满,执政官便开始进行竞标公告,他们正要承租。但现场有人向亲属们通报了这一阴谋,亲属们闻讯赶来向审判官揭露了实情,审判官们遂表决拒绝将这些产业出租。假如此事未被察觉,整个家产便已荡然无存。请为我传唤在场的证人。
Μάρτυρες πρὶν μὲν τοίνυν τούτους γνωρίσαι τὴν ἄνθρωπον καὶ μετʼ ἐκείνης ἐπιβουλεῦσαι Εὐκτήμονι, οὕτω πολλὴν οὐσίαν ἐκέκτητο Εὐκτήμων μετὰ τοῦ ὑέος Φιλοκτήμονος, ὥστε ἅμα τά τε μέγιστα ὑμῖν λῃτουργεῖν ἀμφοτέρους τῶν τε ἀρχαίων μηδὲν πραθῆναι τῶν τε προσόδων περιποιεῖν, ὥστε ἀεί τι προσκτᾶσθαι· ἐπειδὴ δʼ ἐτελεύτησε Φιλοκτήμων, οὕτω διετέθη ἡ οὐσία, ὥστε τῶν ἀρχαίων μηδὲ τὰ ἡμίσεα εἶναι λοιπὰ καὶ τὰς προσόδους ἁπάσας ἠφανίσθαι.
证人 在这伙人认识那个女人并与她合谋算计欧克忒蒙之前,欧克忒蒙与其子斐洛克忒蒙拥有如此庞大的财产,以至于他们两人能同时为诸位承担最重大的公益捐助,原有的祖产分毫无损,且能从收益中有所结余,不断购置新的产业。然而斐洛克忒蒙去世之后,财产竟被处置到原有祖产连一半都不剩、收益全部化为乌有的地步。
καὶ οὐδὲ ταῦτα ἐξήρκεσεν αὐτοῖς διαφορῆσαι, ὦ ἄνδρες, ἀλλʼ ἐπειδὴ καὶ ἐτελεύτησεν ὁ Εὐκτήμων, εἰς τοῦτο ἦλθον τόλμης ὥστʼ ἐκείνου κειμένου ἔνδον τοὺς μὲν οἰκέτας ἐφύλαττον, ὅπως μηδεὶς ἐξαγγείλειε μήτε τοῖν θυγατέροιν μήτε τῇ γυναικὶ αὐτοῦ μήτε τῶν οἰκείων μηδενί, τὰ δὲ χρήματα ἔνδοθεν ἐξεφορήσαντο μετὰ τῆς ἀνθρώπου εἰς τὴν ὁμότοιχον οἰκίαν, ἣν ᾤκει μεμισθωμένος εἷς τούτων, Ἀντίδωρος ἐκεῖνος.
诸位法官,侵吞这些财产对他们而言仍嫌不够;当欧克忒蒙去世时,他们更是胆大妄为到了极点:趁他陈尸屋内之际,他们看押着家奴,不让任何人向他的两个女儿、妻子或任何亲属报信,同时与那个女人一起,将屋内的财物搬运到隔壁房屋——那是他们当中的一员,即那个安提多罗斯所承租居住的。
καὶ οὐδʼ ἐπειδὴ ἑτέρων πυθόμεναι ἦλθον αἱ θυγατέρες αὐτοῦ καὶ ἡ γυνή, οὐδὲ τότε εἴων εἰσιέναι, ἀλλʼ ἀπέκλεισαν τῇ θύρᾳ, φάσκοντες οὐ προσήκειν αὐταῖς θάπτειν Εὐκτήμονα· καὶ οὐδʼ εἰσελθεῖν ἐδύναντο, εἰ μὴ μόλις καὶ περὶ ἡλίου δυσμάς.
当他的女儿们和妻子从别人那里得知消息赶来时,他们甚至在那时也不允许她们进门,反而紧闭大门,声称欧克忒蒙的安葬与她们无关;她们直到日落时分才勉强得以入内。
εἰσελθοῦσαι δὲ κατέλαβον ἐκεῖνον μὲν ἔνδον κείμενον δευτεραῖον, ὡς ἔφασαν οἱ οἰκέται, τὰ δʼ ἐκ τῆς οἰκίας ἅπαντα ἐκπεφορημένα ὑπὸ τούτων. αἱ μὲν οὖν γυναῖκες, οἷον εἰκός, περὶ τὸν τετελευτηκότα ἦσαν· οὗτοι δὲ τοῖς ἀκολουθήσασι παραχρῆμα ἐπεδείκνυσαν τὰ ἔνδον ὡς εἶχε, καὶ τοὺς οἰκέτας πρῶτον ἠρώτων ἐναντίον τούτων ὅποι τετραμμένα εἴη τὰ χρήματα.
她们进去后,发现他陈尸于内已是第二天(正如家奴们所说),而屋内的所有财物已被这伙人搬空。女人们自然守在死者身旁;这些人〔亲属们〕则当场向随行人员展示了屋内的情况,并在他们面前首先盘问家奴财物被转移到了何处。
λεγόντων δὲ ἐκείνων ὅτι οὗτοι ἐξενηνοχότες εἶεν εἰς τὴν πλησίον οἰκίαν, καὶ ἀξιούντων παραχρῆμα τῶνδε φωρᾶν κατὰ τὸν νόμον καὶ τοὺς οἰκέτας ἐξαιτούντων τοὺς ἐκφορήσαντας, οὐκ ἠθέλησαν2 τῶν δικαίων οὐδὲν ποιῆσαι. καὶ ὅτι ἀληθῆ λέγω, λαβὲ ταυτὶ καὶ ἀνάγνωθι.
当家奴们说明是这些人将财物搬进了隔壁房屋,亲属们要求依照法律立即进行搜查,并索要参与搬运的家奴时,他们拒绝履行任何正当的法律要求。为了证明我所言属实,请取这些文件宣读。
〈Μαρτυρίαι〉τοσαῦτα μὲν τοίνυν χρήματα ἐκ τῆς οἰκίας ἐκφορήσαντες, τοσαύτης δʼ οὐσίας πεπραμένης τὴν τιμὴν ἔχοντες, ἔτι δὲ τὰς προσόδους τὰς ἐν ἐκείνῳ τῷ χρόνῳ γενομένας διαφορήσαντες, οἴονται καὶ τῶν λοιπῶν κύριοι γενήσεσθαι· καὶ εἰς τοῦτο ἀναιδείας ἥκουσιν, ὥστʼ εὐθυδικίᾳ μὲν οὐκ ἐτόλμησαν εἰσελθεῖν, ἀλλὰ διεμαρτύρουν ὡς ὑπὲρ γνησίων ἅμα μὲν τὰ ψευδῆ ἅμα δὲ τἀναντία οἷς αὐτοὶ ἔπραξαν·
证词 他们从屋中运走了如此多的财物,掌握着变卖如此庞大家产所得的价金,又侵吞了那一时期产生的全部收益,如今竟然还妄图掌控其余的财产;他们厚颜无耻到了这般地步,以至于不敢通过直接诉讼出庭,反而提起了宣誓异议抗辩,假托是代表婚生子,这不仅纯属虚假,而且完全违背了他们自己的所作所为。
οἵτινες πρὸς μὲν τὸν ἄρχοντα ἀπέγραψαν αὐτοὺς ὡς ὄντας τὸν μὲν Φιλοκτήμονος τὸν δʼ Ἐργαμένους, νῦν δὲ διαμεμαρτυρήκασιν Εὐκτήμονος εἶναι. καίτοι οὐδʼ εἰ γνήσιοι ἦσαν, εἰσποίητοι δέ, ὡς οὗτοι ἔφασαν, οὐδʼ οὕτω προσήκει αὐτοὺς Εὐκτήμονος εἶναι· ὁ γὰρ νόμος οὐκ ἐᾷ ἐπανιέναι, ἐὰν μὴ ὑὸν καταλίπῃ γνήσιον. ὥστε καὶ ἐξ ὧν αὐτοὶ ἔπραξαν ἀνάγκη τὴν μαρτυρίαν ψευδῆ εἶναι.
他们当初向执政官登记时,声称这两个男孩一个属于斐洛克忒蒙,另一个属于厄尔伽墨涅斯,如今却通过宣誓抗辩作证说他们是欧克忒蒙的儿子。然而,即便他们是婚生子,但按照这些人的说法已成为〔他家〕养子,他们无论如何也不属于欧克忒蒙;因为法律不允许养子回归本家,除非他留下一个婚生儿子。因此,根据他们自己的行为,这篇证词也必然是虚假的。
καὶ εἰ μὲν τότε διεπράξαντο μισθωθῆναι τοὺς οἴκους, οὐκ ἂν ἔτι ἦν τοῖσδε ἀμφισβητῆσαι· νῦν δὲ ἀποχειροτονησάντων τῶν δικαστῶν ὡς οὐδὲν αὐτοῖς προσῆκον, οὐδὲ ἀμφισβητῆσαι τετολμήκασιν, ἀλλὰ πρὸς ὑπερβολὴν ἀναισχυντίας προσμεμαρτυρήκασι τούτους εἶναι κληρονόμους, οὓς ὑμεῖς ἀπεχειροτονήσατε.
如果当时他们得逞将这些产业出租,亲属们便无法再行争辩;如今,审判官们判定他们毫无权利而予以否决之后,他们甚至不敢提起常规争诉,反而厚颜无耻到了极点,追加作证宣称这些被诸位否决的人是合法继承人。
ἔτι δὲ καὶ τοῦ μάρτυρος αὐτοῦ σκέψασθε τὴν τόλμαν καὶ ἀναίδειαν, ὅστις εἴληχε μὲν αὑτῷ τῆς θυγατρὸς τῆς Εὐκτήμονος ὡς οὔσης ἐπικλήρου,3 καὶ αὐτοῦ τοῦ κλήρου τοῦ Εὐκτήμονος πέμπτου μέρους ὡς ἐπιδίκου ὄντος, μεμαρτύρηκε δʼ Εὐκτήμονος ὑὸν εἶναι γνήσιον. καίτοι πῶς οὗτος οὐ σαφῶς ἐξελέγχει αὐτὸς αὑτὸν τὰ ψευδῆ μεμαρτυρηκότα; οὐ γὰρ δήπου γνησίου ὄντος ὑέος Εὐκτήμονι ἐπίκληρος ἂν ἦν ἡ θυγάτηρ αὐτοῦ, οὐδὲ ὁ κλῆρος ἐπίδικος. ὡς τοίνυν ἔλαχε ταύτας τὰς λήξεις, ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας.
此外,诸位还请审视证人本人的胆大妄为与无耻:他曾以欧克忒蒙之女为绝嗣女继承人为由为自己提起配偶诉讼,并就欧克忒蒙产业的五分之一作为待裁决争议财产提起确权诉讼,如今却作证欧克忒蒙有婚生儿子。然而,他岂不是昭然若揭地证明了自己作了伪证?因为欧克忒蒙若真有婚生子,他的女儿断不可能成为绝嗣女继承人,其产业也不可能成为待裁决财产。为了证明他确实提起了这些诉讼,将为诸位宣读证词。
- 37ἀπεχειροτόνησαν οἱ δικασταὶ μὴ μισθοῦν
表示否决、拒绝的动词 ἀποχειροτονέω(表决否决)后接带有赘加否定词 μή 的不定式 μισθοῦν,在句法上意为“审判官表决不予出租产业”(即否决了出租产业的提议)。
- 42ἀξιούντων παραχρῆμα τῶνδε φωρᾶν κατὰ τὸν νόμον καὶ τοὺς οἰκέτας ἐξαιτούντων τοὺς ἐκφορήσαντας, οὐκ ἠθέλησαν
前半句 ἀξιούντων... τῶνδε... καὶ... ἐξαιτούντων 构成属格独立结构,其逻辑主语 τῶνδε 指原告方(亲属们);而主句谓语 οὐκ ἠθέλησαν 的主语则是被告方团伙,主语转换形成了鲜明对比。动词 φωρᾶν 指依照雅典法律对住所进行搜查以查验赃物的合法程序。
- 46εἴληχε μὲν αὑτῷ τῆς θυγατρὸς τῆς Εὐκτήμονος ὡς οὔσης ἐπικλήρου
动词 λαγχάνω 在雅典法律语境中表示提起诉讼,以属格(τῆς θυγατρός, πέμπτου μέρους)表示所申领或争执的诉讼标的,以利益与格(αὑτῷ)表示为谁的利益提起。此处特指对绝嗣女继承人(epikleros)提起的婚配裁决申请诉讼(epidikasia)。
