← 伊塞优斯

论菲洛克特蒙的遗产

§57-65

安德罗克勒斯的矛盾与家族奉献及结语

演说者揭露了安德罗克勒斯自相矛盾的举动——他一方面声称孩子们是婚生子,另一方面却将欧克忒蒙之女作为女继承人收为己有;同时强调了凯瑞斯特拉托斯家族对城邦的重大奉献,并要求对方拿出关于婚生身份的实质证据以结束演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57

ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ ἐπίτροποι διαπεπραγμένοι εἰσί;1 τοῦτο γὰρ ὑμῶν δέομαι καὶ ἱκετεύω σφόδρα μεμνῆσθαι, ὦ ἄνδρες, ὅπερ ὀλίγῳ πρότερον ἀπέδειξα ὑμῖν, ὅτι Ἀνδροκλῆς οὑτοσὶ φησὶ μὲν εἶναι ἐπίτροπος αὐτῶν ὡς ὄντων γνησίων Εὐκτήμονος, εἴληχε δʼ αὐτὸς [ἐφʼ] ἑαυτῷ τοῦ Εὐκτήμονος κλήρου καὶ τῆς θυγατρὸς αὐτοῦ ὡς οὔσης ἐπικλήρου· καὶ ταῦτα μεμαρτύρηται ὑμῖν.

还是由那些其作为监护人自身的所作所为已经暴露了其面目的人来继承呢?诸位法官,我恳切地祈求并请求诸位牢记我刚才向诸位指出的事实:安德罗克勒斯声称自己是这伙孩子的监护人,理由是他们是欧克忒蒙的婚生子;然而他自己却以欧克忒蒙的女儿为女继承人为由,为自己申请对欧克忒蒙遗产及该女儿的管辖裁决权;这些事实已经向诸位作了证明。

§58

καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες, πρὸς θεῶν Ὀλυμπίων, εἰ μὲν οἱ παῖδές εἰσι γνήσιοι, τὸν ἐπίτροπον ἑαυτῷ λαγχάνειν τοῦ Εὐκτήμονος κλήρου καὶ τῆς θυγατρὸς αὐτοῦ ὡς οὔσης ἐπιδίκου, εἰ δὲ μή εἰσι γνήσιοι, νῦν διαμεμαρτυρηκέναι ὡς εἰσὶ γνήσιοι; ταῦτα γὰρ αὐτὰ ἑαυτοῖς ἐναντία ἐστίν. ὥστʼ οὐ μόνον ὑφʼ ἡμῶν ἐλέγχεται τὰ ψευδῆ διαμεμαρτυρηκώς, ἀλλὰ καὶ ἐξ ὧν αὐτὸς πράττει.

然而,指着奥林匹斯诸神起誓,诸位法官,如果这些孩子是婚生的,监护人却为自己申请对欧克忒蒙的遗产和被争讼的女儿的裁决权;而如果他们不是婚生的,他现在却在宣誓抗辩中坚称他们是婚生的,这难道不是荒唐至极吗?因为这些举动彼此完全矛盾。因此,不仅由我们揭穿了他在宣誓抗辩中作了伪证,他自己的行为也同样揭穿了他。

§59

καὶ τούτῳ μὲν οὐδεὶς διαμαρτυρεῖ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον, ἀλλʼ εὐθυδικίᾳ εἰσιέναι 〈ἐξῆν〉, οὗτος δʼ ἅπαντας ἀποστερεῖ τῆς ἀμφισβητήσεως. καὶ διαρρήδην μαρτυρήσας γνησίους τοὺς παῖδας εἶναι, οἴεται ἐξαρκέσειν ὑμῖν παρεκβάσεις, ἐὰν δὲ τοῦτο μὲν μηδʼ ἐγχειρήσῃ ἐπιδεικνύναι ἢ καὶ κατὰ μικρόν τι ἐπιμνησθῇ, ἡμῖν δὲ λοιδορήσηται μεγάλῃ τῇ φωνῇ καὶ λέγῃ ὡς εἰσὶν οἵδε μὲν πλούσιοι αὐτὸς δὲ πένης, διὰ δὲ ταῦτα δόξειν τοὺς παῖδας εἶναι γνησίους.2

针对他,没有任何人提起宣誓抗辩声称该遗产不可申请裁决,他本可以通过直接诉讼出庭;但他却剥夺了所有人抗辩的权利。他断然作证说孩子们是婚生子,却以为对诸位扯些题外话就足够了;他以为即使根本不去证明这一点,或者只是一笔带过,而只是放开嗓门大肆辱骂我们,说这些人富有而他自己贫穷,就能因此让人以为孩子们是婚生的。

§60

τῆς δὲ τούτων οὐσίας, ὦ ἄνδρες, εἰς τὴν πόλιν πλείω ἀναλίσκεται ἢ εἰς αὐτοὺς τούτους. καὶ Φανόστρατος μὲν τετριηράρχηκεν ἑπτάκις ἤδη, τὰς δὲ λῃτουργίας ἁπάσας λελῃτούργηκε καὶ τὰς πλείστας νίκας νενίκηκεν· οὑτοσὶ δὲ Χαιρέστρατος τηλικοῦτος ὢν τετριηράρχηκε, κεχορήγηκε δὲ τραγῳδοῖς, γεγυμνασιάρχηκε δὲ λαμπάδι· καὶ τὰς εἰσφορὰς εἰσενηνόχασιν ἀμφότεροι πάσας ἐν τοῖς τριακοσίοις. καὶ τέως μὲν δύʼ ὄντες, νῦν δὲ καὶ ὁ νεώτερος οὑτοσὶ χορηγεῖ μὲν τραγῳδοῖς, εἰς δὲ τοὺς τριακοσίους ἐγγέγραπται καὶ εἰσφέρει τὰς εἰσφοράς.

可是诸位法官,从这些人的产业中花费在城邦上的钱财,比用在他们自己身上的还要多。法诺斯特拉托斯已经七次担任三列桨座战船指挥官,履行了所有的公益捐助,并赢得了极多的胜利;而站在这里的凯瑞斯特拉托斯年纪轻轻就担任过战船指挥官,资助过悲剧歌队,担任过火炬赛跑的角力馆长;他们两人在三百人团中缴纳了所有的战税。以往是他们两人,如今站在这里的弟弟也资助了悲剧歌队,名列三百人团并缴纳战税。

§61

ὥστʼ οὐ φθονεῖσθαί εἰσιν ἄξιοι, ἀλλὰ πολὺ μᾶλλον νὴ Δία καὶ τὸν Ἀπόλλω οὗτοι, εἰ λήψονται ἃ μὴ προσήκει αὐτοῖς. τοῦ γὰρ Φιλοκτήμονος κλήρου ἂν μὲν ἐπιδικάσηται ὅδε, ὑμῖν αὐτὸν ταμιεύσει, τὰ προσταττόμενα λῃτουργῶν ὥσπερ καὶ νῦν καὶ ἔτι μᾶλλον· ἐὰν δʼ οὗτοι λάβωσι, διαφορήσαντες ἑτέροις ἐπιβουλεύσουσι.

因此,他们绝不该受到嫉妒;以宙斯和阿波罗的名义起誓,倘若这伙人夺取了不属于他们的财产,他们才真正该受到嫉妒。因为如果这位当事人被裁定继承斐洛克忒蒙的遗产,他将为诸位管理这笔财产,一如既往甚至更加热心地履行所摊派的公益捐助;而若是这伙人得了去,他们挥霍一空之后,又会去图谋侵吞他人的财产。

§62

δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες, ἵνα μὴ ἐξαπατηθῆτε, τῇ διαμαρτυρίᾳ τὸν νοῦν προσέχειν περὶ ἧς τὴν ψῆφον οἴσετε· καὶ πρὸς ταύτην αὐτὸν κελεύετε τὴν ἀπολογίαν ποιεῖσθαι, ὥσπερ καὶ ἡμεῖς κατηγορήσαμεν. γέγραπται ὡς οὐκ ἔδωκεν οὐδὲ διέθετο Φιλοκτήμων· τοῦτο ἐπιδέδεικται ψεῦδος ὄν· καὶ γὰρ [ὁ δοὺς καὶ ὁ διαθέμενος καὶ] μαρτυροῦσιν οἱ παραγενόμενοι.

因此,诸位法官,为了不让诸位受骗,我请求诸位密切关注诸位将据以投票的宣誓抗辩文书,并责令他针对这份文书进行辩护,正如我们针对它提起控告一样。文书中写着斐洛克忒蒙既未赠予也未立嘱;这已被证明是谎言,因为当时在场的人都作了证。

§63

τί ἔτι; τελευτῆσαι ἄπαιδα Φιλοκτήμονα. πῶς οὖν ἄπαις ἦν ὅστις τὸν ἑαυτοῦ ἀδελφιδοῦν ὑὸν ποιησάμενος κατέλιπεν, ᾧ ὁμοίως ὁ νόμος τὴν κληρονομίαν ἀποδίδωσι καὶ τοῖς ἐξ αὐτοῦ γενομένοις;3 καὶ διαρρήδην ἐν τῷ νόμῳ γέγραπται, ἐὰν ποιησαμένῳ παῖδες ἐπιγένωνται, τὸ μέρος ἑκάτερον ἔχειν τῆς οὐσίας καὶ κληρονομεῖν ὁμοίως ἀμφοτέρους.

还有什么呢?说斐洛克忒蒙绝嗣而亡。那么,既然一个人收养了自己的外甥留作儿子,而法律将继承权同等地赋予他,正如赋予亲生骨肉一样,他又怎么能算是绝嗣呢?法律条文明文规定,如果收养人日后又生了子女,双方各得财产的一份,二者享有同等继承权。

§64

ὡς οὖν εἰσὶ γνήσιοι οἱ παῖδες οἵδε, τοῦτʼ αὐτὸ ἐπιδεικνύτω, ὥσπερ ἂν ὑμῶν ἕκαστος. οὐ γὰρ ἂν εἴπῃ μητρὸς ὄνομα, γνήσιοί εἰσιν, ἀλλʼ ἐὰν ἐπιδεικνύῃ ὡς ἀληθῆ λέγει, τοὺς συγγενεῖς παρεχόμενος τοὺς εἰδότας συνοικοῦσαν τῷ Εὐκτήμονι 〈καὶ〉 τοὺς δημότας καὶ τοὺς φράτορας, εἴ τι ἀκηκόασι πώποτε ἢ ἴσασιν ὑπὲρ αὐτῆς Εὐκτήμονα λῃτουργήσαντα, ἔτι δὲ ποῦ τέθαπται, ἐν ποίοις μνήμασι, 〈καὶ〉 τίς εἶδε τὰ νομιζόμενα ποιοῦντα Εὐκτήμονα· ποῖ δʼ ἔτʼ ἰόντες οἱ παῖδες ἐναγίζουσι καὶ χέονται, καὶ τίς εἶδε ταῦτα τῶν πολιτῶν ἢ τῶν οἰκετῶν 〈τῶν〉 Εὐκτήμονος. ταῦτα γάρ ἐστιν ἔλεγχος ἅπαντα, καὶ οὐ λοιδορία. καὶ ἐὰν περὶ αὐτοῦ τούτου κελεύητε ἐπιδεικνύναι ὥσπερ καὶ διεμαρτύρησεν, ὑμεῖς τε τὴν ψῆφον ὁσίαν καὶ κατὰ τοὺς νόμους θήσεσθε, τοῖσδέ τε τὰ δίκαια γενήσεται.

因此,让他证明这一点:这些孩子确实是婚生的,正如诸位中任何一个人会做的那样。因为光说出母亲的名字并不能证明他们是婚生的,唯有当他提供知道该女子与欧克忒蒙同居的亲属,以及同村人和同胞族人,证明他们是否曾听闻或知道欧克忒蒙为她履行过婚宴公益义务,并且证明她葬在何处、何种陵墓之中,谁曾看见欧克忒蒙举行合乎礼法的祭祀;孩子们现在又去何处献祭奠酒,有哪位公民或欧克忒蒙的家仆看见了这一切——唯有出示这些证据,他才能证明自己所言非虚。因为所有这些才是真正的检验,而不是肆意谩骂。如果诸位责令他正如他在宣誓抗辩中所坚称的那样去就这一实质问题进行证明,诸位便能依法投下虔敬的一票,而正义也必将归于这些当事人。

语法注3 条
  1. 57ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ ἐπίτροποι διαπεπραγμένοι εἰσί;

    该句紧承前一语段末尾的选择疑问句('πότερον δικαιότερον... ἢ τοὺς οὐδὲν προσήκοντας, οἳ οὐ μόνον ὑφʼ ἡμῶν ἐλέγχονται...')。它作为修饰 τοὺς οὐδὲν προσήκοντας 的关系从句的延续,意为“还是由那些不仅被我们揭穿、而且由他们作为监护人自身的所作所为揭穿了的人来继承更正当呢?”。διαπεπραγμένοι εἰσί 为迂回完成式,在此具中间/能动态意义。

  2. 59οἴεται ἐξαρκέσειν ὑμῖν παρεκβάσεις, ἐὰν δὲ τοῦτο μὲν μηδʼ ἐγχειρήσῃ ἐπιδεικνύναι... διὰ δὲ ταῦτα δόξειν τοὺς παῖδας εἶναι γνησίους.

    主动词 οἴεται 统领两个不定式结构的复合长句:第一个不定式是 ἐξαρκέσειν(其主语为 παρεκβάσεις),第二个不定式是 δόξειν(其主语为带有宾格主语的不定式短语 τοὺς παῖδας εἶναι γνησίους)。在条件从句 ἐάν... 之后,不定式 δόξειν 依然从属于主句中 οἴεται 所体现的主观预期与企图。

  3. 63ᾧ ὁμοίως ὁ νόμος τὴν κληρονομίαν ἀποδίδωσι καὶ τοῖς ἐξ αὐτοῦ γενομένοις

    ὁμοίως... καί 构成的相关结构,表示“正如……一样,同样也对……”。关系代词与格 ᾧ(指代被收养的外甥)与 καί 后面的与格短语 τοῖς ἐξ αὐτοῦ γενομένοις(亲生子女)相对等,说明法律将继承权同等地赋予养子与亲生子女。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg006.humanitext-grc2:57-65