← 伊塞优斯

论菲洛克特蒙的遗产

§26-36

欧克忒蒙撤销遗嘱与侵吞家产的阴谋

演说者详述了斐洛克忒蒙死后欧克忒蒙如何将协议立为遗嘱寄存,以及反对派如何诱使他撤回遗嘱并大肆变卖产业。随后,他揭露了对方趁欧克忒蒙衰竭卧床之际,企图将两个男孩伪报为已故儿子们的养子以侵吞家产的阴谋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

ἢ διὰ τί τὸν μὲν πρεσβύτερον τοῖν παίδοιν ἐπὶ ῥητοῖς εἰσήγαγε, τοῦ δὲ νεωτέρου ἤδη γεγονότος οὐδὲ λόγον ἐποιεῖτο ζῶντος Φιλοκτήμονος οὔτε πρὸς αὐτὸν ἐκεῖνον οὔτε πρὸς τοὺς οἰκείους; οὓς σὺ νῦν διαρρήδην μεμαρτύρηκας γνησίους εἶναι καὶ κληρονόμους τῶν Εὐκτήμονος. ταῦτα τοίνυν ὡς ἀληθῆ λέγω, ἀναγίγνωσκε τὰς μαρτυρίας.

或者,他为何在附加特定条件的情况下引入了二子中较长的一个,而在幼子当时已经出生的情况下,在斐洛克忒蒙生前却从未向他本人或向亲属们提及该幼子呢?然而你现在却明确作证说,他们是欧克忒蒙的婚生子和合法继承人。为了证明我所言属实,请宣读证词。

§27

Μαρτυρίαι μετὰ ταῦτα τοίνυν ὁ Φιλοκτήμων τριηραρχῶν περὶ Χίον ἀποθνήσκει ὑπὸ τῶν πολεμίων· ὁ δʼ Εὐκτήμων ὕστερον χρόνῳ πρὸς τοὺς κηδεστὰς εἶπεν ὅτι βούλοιτο τὰ πρὸς τὸν ὑόν οἱ πεπραγμένα γράψας καταθέσθαι.1 καὶ ὁ μὲν Φανόστρατος ἐκπλεῖν ἔμελλε τριηραρχῶν μετὰ Τιμοθέου, καὶ ἡ ναῦς αὐτῷ ἐξώρμει Μουνυχίασι, καὶ ὁ κηδεστὴς Χαιρέας παρὼν συναπέστελλεν αὐτόν· ὁ δʼ Εὐκτήμων παραλαβών τινας ἧκεν οὗ ἐξώρμει ἡ ναῦς, καὶ γράψας διαθήκην, ἐφʼ οἷς εἰσήγαγε τὸν παῖδα, κατατίθεται μετὰ τούτων παρὰ Πυθοδώρῳ Κηφισιεῖ, προσήκοντι αὑτῷ.

证词 此后,斐洛克忒蒙在希俄斯岛附近担任三列桨座战船统领服役期间战死于敌手。过了一段时间,欧克忒蒙对他的姻亲们表示,他希望将与儿子所商定的条款形诸文字予以保存。当时法诺斯特拉托斯即将与提摩忒俄斯一同作为战船统领出海,他的船停泊在穆努喀亚,其姻亲凯瑞阿斯也在场为他送行;此时欧克忒蒙带着几个人来到船只停泊之处,依照他接纳该男孩时的条件立下遗嘱,并在他们共同见证下,将遗嘱寄存在他的亲属、刻菲西亚区的皮托多罗斯处。

§28

καὶ ὅτι μέν, ὦ ἄνδρες, οὐχ ὡς περὶ γνησίων ἔπραττεν Εὐκτήμων, ὃ Ἀνδροκλῆς μεμαρτύρηκε, καὶ αὐτὸ τοῦτο ἱκανὸν τεκμήριον· τοῖς γὰρ φύσει ὑέσιν αὑτοῦ οὐδεὶς οὐδενὸς ἐν διαθήκῃ γράφει δόσιν οὐδεμίαν, διότι ὁ νόμος αὐτὸς ἀποδίδωσι τῷ ὑεῖ τὰ τοῦ πατρὸς καὶ οὐδὲ διαθέσθαι ἐᾷ ὅτῳ ἂν ὦσι παῖδες γνήσιοι.

诸位法官,欧克忒蒙并非将他们当作婚生子对待——而这正是安德罗克勒斯所作的证言——单凭此事本身就构成了充分的证据。因为没有任何人会在遗嘱中向自己的亲生儿子赠予任何财产,这是因为法律本身已将父亲的产业分配给了儿子,甚至不允许拥有婚生子女的人订立遗嘱。

§29

κειμένου δὲ τοῦ γραμματείου σχεδὸν δύʼ ἔτη καὶ τοῦ Χαιρέου τετελευτηκότος, ὑποπεπτωκότες οἵδε τῇ ἀνθρώπῳ, καὶ ὁρῶντες ἀπολλύμενον τὸν οἶκον καὶ τὸ γῆρας καὶ τὴν ἄνοιαν τοῦ Εὐκτήμονος, ὅτι εἴη αὐτοῖς ἱκανὴ ἀφορμή, συνεπιτίθενται.

当这份文书存放了近两年,且凯瑞阿斯已经过世之后,这些人讨好那个女人,眼见其家族衰败,又见欧克忒蒙年老昏聩,认为这为他们提供了充分的可乘之机,便联合发难。

§30

καὶ πρῶτον μὲν πείθουσι τὸν Εὐκτήμονα τὴν μὲν διαθήκην ἀνελεῖν ὡς οὐ χρησίμην οὖσαν τοῖς παισί· τῆς γὰρ φανερᾶς οὐσίας οὐδένα κύριον ἔσεσθαι τελευτήσαντος Εὐκτήμονος ἄλλον ἢ τὰς θυγατέρας καὶ τοὺς ἐκ τούτων γεγονότας· εἰ δὲ ἀποδόμενός τι τῶν ὄντων ἀργύριον καταλίποι, τοῦτο βεβαίως ἕξειν αὐτούς.

首先,他们劝说欧克忒蒙撤回遗嘱,声称该遗嘱对孩子们毫无用处;因为在欧克忒蒙死后,除了他的女儿们及其子嗣之外,任何人都不可能掌控有形可见的财产;但如果他变卖部分财产留存现金,他们便能稳妥地拥有这笔钱。

§31

ἀκούσας δʼ ὁ Εὐκτήμων εὐθὺς ἀπῄτει τὸν Πυθόδωρον τὸ γραμματεῖον, καὶ προσεκαλέσατο εἰς ἐμφανῶν κατάστασιν. καταστάντος δὲ ἐκείνου πρὸς τὸν ἄρχοντα, ἔλεγεν ὅτι βούλοιτʼ ἀνελέσθαι τὴν διαθήκην.

欧克忒蒙听信后,立即向皮托多罗斯索要文书,并传唤他出庭交出文件。当皮托多罗斯在执政官面前出庭时,欧克忒蒙声明他希望撤销该遗嘱。

§32

ἐπειδὴ δʼ ὁ Πυθόδωρος ἐκείνῳ μὲν καὶ τῷ Φανοστράτῳ παρόντι ὡμολόγει ἀναιρεῖν, τοῦ δὲ Χαιρέου τοῦ συγκαταθεμένου θυγάτηρ ἦν μία, ἧς ἐπειδὴ κύριος κατασταίη, τότε ἠξίου ἀνελεῖν,2 καὶ ὁ ἄρχων οὕτως ἐγίγνωσκε, διομολογησάμενος ὁ Εὐκτήμων ἐναντίον τοῦ ἄρχοντος καὶ τῶν παρέδρων καὶ ποιησάμενος πολλοὺς μάρτυρας ὡς οὐκέτʼ αὐτῷ κέοιτο ἡ διαθήκη,3 ᾤχετο ἀπιών.

皮托多罗斯表示,对于欧克忒蒙本人以及在场的法诺斯特拉托斯,他同意予以撤销;但共同寄存遗嘱的凯瑞阿斯留下了一个独生女,他坚决主张只有在确立了该女儿的法定监护人后才能予以撤销;执政官亦作此裁决。于是欧克忒蒙在执政官及其助审官面前明确声明,并召集多名证人作证表明该遗嘱已不再由他寄存有效,随后离去。

§33

καὶ ἐν πάνυ ὀλίγῳ χρόνῳ, οὗπερ ἕνεκα οὗτοι λῦσαι αὐτὸν ἔπεισαν, ἀποδίδοται ἀγρὸν μὲν Ἀθμονοῖ πέντε καὶ ἑβδομήκοντα μνῶν Ἀντιφάνει, τὸ δʼ ἐν Σηραγγίῳ βαλανεῖον τρισχιλίων Ἀριστολόχῳ· οἰκίαν δὲ ἐν ἄστει τεττάρων καὶ τεσσαράκοντα μνῶν ὑποκειμένην ἀπέλυσε τῷ ἱεροφάντῃ. ἔτι δὲ αἶγας ἀπέδοτο σὺν τῷ αἰπόλῳ τριῶν καὶ δέκα μνῶν, καὶ ζεύγη δύο ὀρικά, τὸ μὲν ὀκτὼ μνῶν τὸ δὲ πεντήκοντα καὶ πεντακοσίων δραχμῶν, καὶ δημιουργοὺς ὅσοι ἦσαν αὐτῷ.

就在极短的时间内,为了这些人劝他废除遗嘱的同谋目的,他以七十五明那的价格将位于阿特摩农的田产卖给了安提法内斯,以三千德拉克马的价格将位于塞兰吉翁的浴室卖给了阿里斯托洛科斯;他又为大祭司将城内一处抵押额为四十四明那的房屋解除了抵押。此外,他还将山羊连同牧羊人以十三明那卖出,两套骡车一组卖了八明那,另一组卖了五百五十德拉克马,并将他所有的手工业奴隶变卖殆尽。

§34

σύμπαντα δὲ πλείονος ἢ τριῶν ταλάντων, ἃ ἐπράθη διὰ ταχέων πάνυ τελευτήσαντος Φιλοκτήμονος. καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, καθʼ ἕκαστον ὑμῖν τῶν εἰρημένων πρῶτον καλῶ τοὺς μάρτυρας.

所有这些在斐洛克忒蒙死后极其仓促变卖的财产,总计超过三塔兰同。为了证明我在此事上所言非虚,针对上述每一项事实,我首先传唤证人。

§35

〈Μάρτυρες〉ταῦτα μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε· περὶ δὲ τῶν ὑπολοίπων εὐθὺς ἐπεβούλευον, καὶ πάντων δεινότατον πρᾶγμα κατεσκεύασαν, ᾧ ἄξιόν ἐστι προσέχειν τὸν νοῦν. ὁρῶντες γὰρ τὸν Εὐκτήμονα κομιδῇ ἀπειρηκότα ὑπὸ γήρως καὶ οὐδʼ 〈ἐκ〉 τῆς κλίνης ἀνίστασθαι δυνάμενον, ἐσκόπουν ὅπως καὶ τελευτήσαντος ἐκείνου διʼ αὑτῶν ἔσοιτο ἡ οὐσία.

证人 这些事情的发展经过便是如此。然而,针对其余财产,他们立刻又谋划诡计,并炮制了一桩最为恶劣的阴谋,这值得诸位密切关注。因为他们看到欧克忒蒙因年老而极度衰竭,甚至无法从床上起身,便盘算着在他死后如何继续通过他们自己掌控财产。

§36

καὶ τί ποιοῦσιν; ἀπογράφουσι τὼ παῖδε τούτω πρὸς τὸν ἄρχοντα ὡς εἰσποιήτω τοῖς τοῦ Εὐκτήμονος ὑέσι τοῖς τετελευτηκόσιν, ἐπιγράψαντες σφᾶς αὐτοὺς ἐπιτρόπους, καὶ μισθοῦν ἐκέλευον τὸν ἄρχοντα τοὺς οἴκους ὡς ὀρφανῶν ὄντων, ὅπως ἐπὶ τοῖς τούτων ὀνόμασι τὰ μὲν μισθωθείη τῆς οὐσίας, τὰ δὲ ἀποτιμήματα κατασταθείη καὶ ὅροι τεθεῖεν ζῶντος ἔτι τοῦ Εὐκτήμονος,4 μισθωταὶ δὲ αὐτοὶ γενόμενοι τὰς προσόδους λαμβάνοιεν.

他们究竟做了什么呢?他们向执政官登记这两个男孩,声称他们是欧克忒蒙已故儿子们的养子,并署上他们自己作为监护人;他们以孤儿名义要求执政官出租这些产业,以便趁欧克忒蒙尚在人世时,以这些孤儿的名义将部分财产出租、设定抵押担保并立起界石,而他们自己充当承租人以收取收益。

语法注4 条
  1. 27ὅτι βούλοιτο τὰ πρὸς τὸν ὑόν οἱ πεπραγμένα γράψας καταθέσθαι

    间接引语中的祈愿语气(βούλοιτο)与与格代词 οἱ 的功能。在次要时态动词 εἶπεν 之后,原直陈语气变为祈愿语气。代词 οἱ 作间接反身代词使用,指代主语欧克忒蒙本人,与 πρὸς τὸν ὑόν 连用表示“他与儿子之间达成的约定”。

  2. 32ἧς ἐπειδὴ κύριος κατασταίη, τότε ἠξίου ἀνελεῖν

    关系/时间从句中祈愿语气 κατασταίη 的用法。在历史时态序列中,它表示转述皮托多罗斯提出主张(ἠξίου)时的条件与想法,意即“一旦为她指定了法定监护人(κύριος),那时他才认为应当撤销”。

  3. 32ὡς οὐκέτʼ αὐτῷ κέοιτο ἡ διαθήκη

    ὡς 从句中祈愿语气 κέοιτο(κεῖμαι 的现在祈愿式)的用法。它在历史时态下转述欧克忒蒙的公开声明:“遗嘱对他而言已不再处于有效寄存状态”。与格代词 αὐτῷ 为关系与格或关切与格。

  4. 36ὅπως ἐπὶ τοῖς τούτων ὀνόμασι τὰ μὲν μισθωθείη τῆς οὐσίας, τὰ δὲ ἀποτιμήματα κατασταθείη καὶ ὅροι τεθεῖεν ζῶντος ἔτι τοῦ Εὐκτήμονος

    在以 ὅπως 引导的目的从句中,接在过去主动词 ἐκέλευον 之后的连续祈愿语气(μισθωθείη, κατασταθείη, τεθεῖεν)。ἀποτίμημα 指雅典孤儿财产出租时承租人提供的抵押担保物,ὅροι 指抵押界石;该长句清晰展现了对手企图趁欧克忒蒙尚在人世时造成既定法律事实的谋略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg006.humanitext-grc2:26-36