← 伊塞优斯

论迪凯오格内斯的遗产

§7-13

狄开奥格涅斯侵占遗产与亲属的困境

演说者叙述了狄开奥格涅斯如何在城邦动乱之际利用伪证夺取全部遗产并虐待亲属,以及在随后的伪证追诉中梅内克塞诺斯如何背叛同族。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

〈Μάρτυρες〉ἐπειδὴ δὲ ἐνείμαντο τὸν κλῆρον, ὀμόσαντες μὴ παραβήσεσθαι τὰ ὡμολογημένα, ἐκέκτητο ἕκαστος δώδεκα ἔτη ἃ ἔλαχε· καὶ ἐν τοσούτῳ χρόνῳ οὐσῶν δικῶν οὐδεὶς αὐτῶν ἠξίωσε τὰ πεπραγμένα εἰπεῖν ἀδίκως πεπρᾶχθαι, πρὶν δυστυχησάσης τῆς πόλεως καὶ στάσεως γενομένης Δικαιογένης οὑτοσὶ πεισθεὶς ὑπὸ Μέλανος τοῦ Αἰγυπτίου, ᾧ περ καὶ τἆλλα ἐπείθετο, ἠμφισβήτει ἡμῖν ἅπαντος τοῦ κλήρου, φάσκων ἐφʼ ὅλῃ ποιηθῆναι ὑὸς ὑπὸ τοῦ θείου τοῦ ἡμετέρου.

证人 他们在发誓不违反协议后分割了遗产,每个人各自持有抽签分得的份额达十二年之久。在这段漫长的时间里,尽管法庭照常开庭,他们中没有一人认为理当声称已办妥之事办得不公,直到城邦遭遇不幸并发生内乱时,这里的狄开奥格涅斯在受了埃及人梅拉斯——在其他事情上他也向来听从此人——的唆使后,声称自己是由我们的叔父立为继承全部财产的养子,从而向我们索要全部遗产而挑起争端。

§8

ἡμεῖς μὲν οὖν μαίνεσθαι αὐτὸν ἡγούμεθα τῇ λήξει, οὐκ ἄν ποτε οἰόμενοι τὸν αὐτὸν ἄνδρα τοτὲ μὲν φάσκοντα ἐπὶ τῷ τρίτῳ μέρει ποιηθῆναι τοτὲ δʼ ἐφʼ ἅπαντι τῷ κλήρῳ δόξαι1 τἀληθὲς λέγειν ὑμῖν· εἰς δὲ τὸ δικαστήριον εἰσελθόντες καὶ πολλῷ πλείω καὶ δικαιότερα λέγοντες ἠδικήθημεν, οὐχ ὑπὸ τῶν δικαστῶν ἀλλʼ ὑπὸ Μέλανος τοῦ Αἰγυπτίου καὶ τῶν ἐκείνου φίλων, οἳ διὰ τὰς τῆς πόλεως συμφορὰς ἐξουσίαν σφίσιν αὐτοῖς ἡγοῦντο εἶναι κεκτῆσθαί τε τἀλλότρια καὶ τὰ ψευδῆ ἀλλήλοις μαρτυρεῖν· ὑπὸ δὲ τῶν τὰ τοιαῦτα ποιούντων ἐξηπατήθησαν οἱ δικασταί.

因此,我们当时认为他提起这一诉讼纯属发疯,以为同一个人在某个时期声称是按三分之一份额被立为养子,而在另一个时期又声称是对全部遗产被立为养子,绝不可能在你们面前被认为是在讲真话。然而走上法庭后,尽管我们陈述了多得多且更正义的理由,我们却遭受了不公的判决,这并非由陪审官们造成,而是由于埃及人梅拉斯及其朋友们。他们以为凭借城邦的灾难,他们便有权占有他人的财产并互相作伪证;而陪审官们正是被做这等事的人蒙蔽了。

§9

καὶ ἡμεῖς μὲν καταψευδομαρτυρηθέντες ἀπωλέσαμεν τὰ ὄντα· καὶ γὰρ ὁ πατὴρ οὐ πολλῷ χρόνῳ ὕστερον μετὰ τὴν δίκην ἐτελεύτησε, πρὶν ἐπεξελθεῖν οἷς ἐπεσκήψατο τῶν μαρτύρων·2 Δικαιογένης δὲ πρὸς ἡμᾶς ὡς ἐβούλετο ἀγωνισάμενος τῇ αὐτῇ ἡμέρᾳ ἐξήλασε μὲν τὴν Κηφισοφῶντος τοῦ Παιανιέως θυγατέρα ἐκ τοῦ μέρους, ἀδελφιδῆν οὖσαν Δικαιογένους τοῦ καταλιπόντος τὰ χρήματα, ἀφείλετο δὲ τὴν Δημοκλέους γενομένην γυναῖκα, ἃ Δικαιογένης ἀδελφὸς ὢν ἔδωκεν, ἀφείλετο 〈δὲ〉 καὶ τὴν Κηφισοδότου μητέρα καὶ αὐτὸν τοῦτον ἅπαντα.

我们因遭伪证陷害而失去了财产。事实上,我的父亲在审判后不久便去世了,尚未来得及依法追究他所指控伪证的那些证人;而狄开奥格涅斯在如愿与我们打完官司后,就在同一天,不仅将派阿尼亚区的刻菲索丰之女——留下一应财产的狄开奥格涅斯的侄女——从她的份额中驱逐出去,还夺走了德摩克勒斯的前妻由作为兄弟的狄开奥格涅斯赠予她的财物,更夺走了刻菲索多托斯的母亲及此人本人的全部财产。

§10

καὶ γὰρ τούτων [τε] ἅμα καὶ ἐπίτροπος καὶ κύριος καὶ ἀντίδικος ἦν, καὶ οὐδὲ κατὰ τὸ ἐλάχιστον μέρος τῆς οἰκειότητος ἐλέου παρʼ αὐτοῦ ἔτυχον, ἀλλʼ ὀρφανοὶ καὶ ἔρημοι καὶ πένητες γενόμενοι πάντων καὶ τῶν καθʼ ἡμέραν ἐπιτηδείων ἦσαν ἐνδεεῖς. οὕτως αὐτοὺς Δικαιογένης οὑτοσὶ ἐγγυτάτω ὢν γένους ἐπετρόπευεν· ὅς γε, ἃ μὲν ὁ πατὴρ αὐτοῖς Θεόπομπος κατέλιπε, τοῖς τούτων ἐχθροῖς παρέδωκεν, ἃ δὲ ὁ πρὸς μητρὸς θεῖος καὶ ὁ πάππος αὐτοῖς ἔδωκεν, αὐτὸς ἀφείλετο πρὸ δίκης.

因为他同时是这些人的监护人、法定代理人以及诉讼对手,他们从他那里甚至没有得到丝毫念及亲属关系的怜悯,反而沦为孤儿,无依无靠,一贫如洗,一切乃至日常必需品都匮乏。作为血缘上最近的亲属,这里的狄开奥格涅斯就是这样监护他们的:他们父亲提奥蓬波斯留给他们的财产,他拱手交给了他们的仇敌;而他们舅父和外祖父赠予他们的财产,他自己未通过诉讼判决便强行夺走。

§11

καὶ ὃ πάντων δεινότατον, τὴν οἰκίαν αὐτῶν τὴν πατρῴαν, παίδων ὄντων τούτων, πριάμενος καὶ κατασκάψας [τὸν] κῆπον ἐποιήσατο πρὸς τῇ αὑτοῦ οἰκίᾳ τῇ ἐν ἄστει. καὶ λαμβάνων μίσθωσιν ὀγδοήκοντα μνᾶς ἐκ τῶν Δικαιογένους τοῦ ἡμετέρου θείου χρημάτων, τὸν ἐκείνου ἀδελφιδοῦν Κηφισόδοτον τῷ ἑαυτοῦ ἀδελφῷ Ἁρμοδίῳ συνέπεμψεν εἰς Κόρινθον ἀντʼ ἀκολούθου· εἰς τοῦτο ὕβρεως καὶ μιαρίας ἀφίκετο. καὶ πρὸς τοῖς ἄλλοις κακοῖς ὀνειδίζει καὶ ἐγκαλεῖ αὐτῷ ὅτι ἐμβάδας καὶ τρίβωνα φορεῖ, ὥσπερ ἀδικούμενός τι εἰ ἐμβάδας Κηφισόδοτος φορεῖ, ἀλλʼ οὐκ ἀδικῶν ὅτι3 ἀφελόμενος αὐτὸν τὰ ὄντα πένητα πεποίηκεν.

最恶劣的是,在这些孩子尚年幼时,他买下了他们祖传的房屋,将其拆毁,在自己在城内的住宅旁建起了一座花园。此外,他从我们叔父狄开奥格涅斯的财产中收取八十明那的地租收益,却将那位叔父的外甥刻菲索多托斯送往科林斯,充当他自己兄弟哈尔摩狄奥斯的侍从:他的傲慢与恶劣竟达到了如此地步。除了其他恶行之外,他还责怪并训斥他穿着粗陋的鞋子和粗布斗篷,仿佛刻菲索多托斯穿粗鞋是对他造成了侵害,而不是他通过剥夺其财产使其沦为穷人而侵害了对方。

§12

ἀλλὰ περὶ μὲν τούτων τοσαῦτά μοι εἰρήσθω· πάλιν δʼ ἐπάνειμι ὅθεν ἀπέλιπον. Μενέξενος γὰρ ὁ Κηφισοφῶντος ὑός, ἀνεψιὸς ὢν Κηφισοδότῳ τουτῳὶ καὶ ἐμοί, καὶ προσῆκον αὐτῷ τοῦ κλήρου μέρος ὅσον περ ἐμοί, ἐπεξῄει τοῖς καταμαρτυρήσασιν ἡμῶν καὶ ἐκείνου τὰ ψευδῆ, καὶ Λύκωνα, ὅν περ εἰσήγαγε πρῶτον εἰς τὸ δικαστήριον, τοῦτον εἷλεν· ὃς ἐμαρτύρησε Δικαιογένην ποιηθῆναι τὸν νῦν ὄντα ὑπὸ τοῦ θείου τοῦ ἡμετέρου ὑὸν ἐπὶ παντὶ τῷ κλήρῳ.

不过关于这些事,我就说到这里;我将回到中断的地方。刻菲索丰之子梅内克塞诺斯是这里的刻菲索多托斯和我的表兄弟,在遗产中本享有与我同等的份额,他依法追究了对我们和他作伪证的人,并在法庭上定罪了他首先起诉的吕孔——正是此人曾作证称现今的狄开奥格涅斯是由我们叔父立为继承全部遗产的养子。

§13

μαρτυρήσας δὲ ταῦτα ἑάλω ψευδομαρτυρίων. ἐπειδὴ δὲ Δικαιογένης, ὦ ἄνδρες, οὐκέτι ὑμᾶς δύναται ἐξαπατᾶν, πείθει Μενέξενον τὸν ὑπὲρ ἡμῶν τε καὶ ὑπὲρ αὑτοῦ πράττοντα, ἃ ἐγὼ αἰσχυνόμενος ἀναγκάζομαι διὰ τὴν ἐκείνου πονηρίαν λέγειν, -- τί ποιῆσαι;4 κομισάμενον αὐτὸν μέρος ἐκ τοῦ κλήρου ὅ τι ἐγίγνετο, ἡμᾶς μὲν ὑπὲρ ὧν ἔπραττε προδοῦναι, τοὺς δὲ μήπω ἑαλωκότας τῶν μαρτύρων ἀφεῖναι. καὶ ἡμεῖς μὲν ταῦτα ὑπὸ τῶν φίλων καὶ τῶν ἐχθρῶν παθόντες εἴχομεν ἡσυχίαν. τούτων δʼ ὑμῖν μάρτυρας παρέξομαι.

作了如此证词后,他在伪证之诉中被定罪。各位陪审官,当狄开奥格涅斯不再能够蒙蔽你们时,他便说服了代表我们和他自己行事的梅内克塞诺斯——由于此人的卑鄙,我虽感羞耻却不得不说——去做了什么?让他自己收取了从遗产中应得的一份后,背叛了由他代理的我们,并撤销了对那些尚未定罪的证人的指控。而我们遭受了来自友人与敌人的这番伤害后,只能保持沉默。关于这些事,我将向你们提供证人。

语法注4 条
  1. 8οὐκ ἄν ποτε οἰόμενοι τὸν αὐτὸν ἄνδρα ... δόξαι

    小词 ἄν 与不定式 δόξαι 连用,在由分词 οἰόμενοι 引导的间接引语中表示潜能(“绝不可能被认为……”)。否定词 οὐκ 否定的是不定式表达的内容而非分词 οἰόμενοι。

  2. 9πρὶν ἐπεξελθεῖν οἷς ἐπεσκήψατο τῶν μαρτύρων

    连词 πρίν 在肯定句后接不定式(ἐπεξελθεῖν),意为“在……之前”。关系代词 οἷς 因受支配与格的动词 ἐπεσκήψατο(“以伪证控告”)支配而作与格,省略了先行词 τούτοις,同时充当 ἐπεξελθεῖν(“追究”)的与格宾语。τῶν μαρτύρων 为部分属格。

  3. 11ὥσπερ ἀδικούμενός τι εἰ ... ἀλλʼ οὐκ ἀδικῶν ὅτι

    小词 ὥσπερ 与环境分词 ἀδικούμενος 及 ἀδικῶν 连用,对比性地揭示对方主观上虚伪傲慢的态度(“仿佛他受了损害……而不是他在作恶……”)。前半句的 ἀδικέω 为被动态(“遭受不公”)搭配内在宾格 τι,后半句的 ἀδικῶν 则为主动态(“行不义之事”)。

  4. 13τί ποιῆσαι;

    修辞性的自问插入语(“去做什么?”),置于动词 πείθει(“说服某人做……”)所支配的不定式补足语之前。其后紧接着的不定式短语 κομισάμενον ... προδοῦναι ... ἀφεῖναι(“在收取……之后背叛并撤诉”)构成了 πείθει 的真正补足结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg005.humanitext-grc2:7-13