- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg005.humanitext-grc2:14-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于两份遗嘱均告无效,原告方依据近亲权申请继承,但莱奥卡里斯提出中间异议证词并被判伪证罪。当时狄开奥格涅斯同意移交遗产的三分之二且由莱奥卡里斯作保,然而事后两人均拒绝履行该承诺。
Μάρτυρες ὁ μὲν τοίνυν Μενέξενος παθὼν ἄξια τῶν ἑαυτοῦ τρόπων ἠπατήθη ὑπὸ τοῦ Δικαιογένους· ἀφεὶς γὰρ τοὺς μάρτυρας καὶ ἡμᾶς προδούς, ὧν ἕνεκα ταῦτʼ ἔπραξεν οὐκ ἐκομίσατο. ἀδικηθεὶς δὲ ὑπὸ Δικαιογένους μεθʼ ἡμῶν πάλιν ἔπραττεν. ἡμεῖς δὲ καθηγούμενοι οὐκέτι προσήκειν Δικαιογένει ἔχειν τῶν ἐκ τοῦ κλήρου μέρος οὐδέν, ἐπειδὴ οἱ μάρτυρες ἑάλωσαν, ἀμφισβητοῦμεν αὐτῷ ἅπαντος τοῦ οἴκου κατʼ ἀγχιστείαν. καὶ ὅτι ἡμεῖς τε ὀρθῶς ἐγνώκαμεν καὶ οὐδὲν ἔτι προσήκει Δικαιογένει τοῦ κλήρου, ῥᾳδίως διδάξω.
证人 于是,梅内克塞诺斯得到了与其品格相称的报应,被狄开奥格涅斯所蒙骗;因为他撤销了对证人的指控并背叛了我们,却并未得到他为此所图谋的份额。在遭受狄开奥格涅斯的背叛后,他又重新与我们联手。而我们则认为,既然那些证人已被定罪,狄开奥格涅斯便无权再享有遗产的任何部分,因而依据近亲继承权就整座房产向他提出争讼。我将很容易地向你们证明,我们的主张是正确的,且遗产中不再有任何部分归属于狄开奥格涅斯。
δύο γὰρ διαθῆκαι 〈ἀπ〉εφάνησαν, ἡ μὲν πάλαι, ἡ δὲ πολλῷ ὕστερον· καὶ κατὰ μὲν τὴν παλαιάν, ἣν ἀπέφηνε Πρόξενος ὁ Δικαιογένους τουτουὶ πατήρ, ἐπὶ τῷ τρίτῳ μέρει τοῦ κλήρου ἐγίγνετο τῷ θείῳ τῷ ἡμετέρῳ ὑὸς ποιητός, καθʼ ἣν δʼ αὐτὸς ἀπέφηνε Δικαιογένης, ἐπὶ παντὶ τῷ οἴκῳ. τούτοιν δὲ τοῖν διαθήκαιν ἣν μὲν Πρόξενος ἀπέφηνε, Δικαιογένης ἔπεισε τοὺς δικαστὰς ὡς οὐκ ἀληθὴς εἴη· ἣν δὲ Δικαιογένης ἀπέφηνεν, οἱ μαρτυρήσαντες αὐτὴν τὸν θεῖον τὸν ἡμέτερον διαθέσθαι ἑάλωσαν ψευδομαρτυρίων.
因为先后出现了两份遗嘱,一份是很久以前的,另一份则晚得多。依据那份由这里的狄开奥格涅斯之父普罗克塞诺斯出示的旧遗嘱,他是按遗产的三分之一份额被立为我们叔父的养子;而依据狄开奥格涅斯本人出示的遗嘱,他则是继承全部财产的养子。在这两份遗嘱中,普罗克塞诺斯出示的那一份,狄开奥格涅斯说服陪审官认定其不真实;而狄开奥格涅斯出示的那一份,作证称我们的叔父立下该遗嘱的证人们已被判定犯有伪证罪。
ἀμφοῖν δὲ τοῖν διαθήκαιν ἀκύροιν γιγνομέναιν, καὶ ἑτέρας μηδεμιᾶς ὁμολογουμένης εἶναι, κατὰ δόσιν μὲν οὐδενὶ προσῆκε τοῦ κλήρου, κατʼ ἀγχιστείαν δὲ ταῖς Δικαιογένους τοῦ ἀποθανόντος ἀδελφαῖς, ὧν εἰσιν αἱ ἡμέτεραι μητέρες. διὰ δὲ ταῦτα ἔδοξέ τε ἡμῖν λαχεῖν τοῦ κλήρου κατʼ ἀγχιστείαν, καὶ ἐλάχομεν τοῦ μέρους ἕκαστος. μελλόντων δʼ ἡμῶν ἀντόμνυσθαι διεμαρτύρησε Λεωχάρης οὑτοσὶ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ἡμῖν.1
既然两份遗嘱均归于无效,且公认没有其他遗嘱存在,那么按遗赠继承原则,遗产不归属于任何人;按近亲继承原则,则归属于已故狄开奥格涅斯的姐妹们,我们的母亲们便在她们之中。因此,我们决定按近亲继承权提出遗产请求诉讼,并且各自就自己的份额提起了诉讼。正当我们准备进行相互宣誓时,这里的莱奥卡里斯却提出异议作证,称该遗产并非我们可提起争讼的标的。
ἐπισκηψαμένων δʼ ἡμῶν ἡ μὲν λῆξις τοῦ κλήρου διεγράφη, ἡ δὲ τῶν ψευδομαρτυρίων δίκη εἰσῄει. ἐν δὲ τῷ δικαστηρίῳ πάντα μὲν ἡμῶν εἰπόντων ἅ περ νυνί, πολλὰ δὲ Λεωχάρους ἀνταπολογησαμένου, ἔγνωσαν τὰ ψευδῆ μαρτυρῆσαι Λεωχάρην οἱ δικασταί. ἐπειδὴ δὲ τοῦτο φανερὸν ἐγένετο ἐξαιρεθεισῶν τῶν ψήφων, ἃ μὲν τῶν δικαστῶν καὶ ἡμῶν ἐδεήθη Λεωχάρης ἢ ὅσα ἡμῖν ἐξεγένετο διαπράξασθαι τότε, οὐκ οἶδʼ ὅ τι δεῖ λέγειν, ἃ δὲ ὡμολογήθη ἡμῖν, ταῦτα ἀκούσατε.
在我们指控他作伪证后,遗产继承请求之诉被注销,伪证之诉遂进入法庭。在法庭上,尽管我们陈述了如今所言的一切,莱奥卡里斯也作了极多辩解,陪审官们依然判定莱奥卡里斯作了伪证。当计票器倒出投票后这一结果已然明确,莱奥卡里斯向陪审官和我们提出了怎样的恳求,或者我们当时本可以做到何种地步,我不知还有何必要细说;请听取当时与我们达成的协议。
συγχωρούντων γὰρ ἡμῶν τῷ ἄρχοντι μὴ συναριθμεῖν ἀλλὰ συγχέαι τὰς ψήφους,2 ἀφίστατο μὲν Δικαιογένης τοῖν δυοῖν μεροῖν τοῦ κλήρου ταῖς Δικαιογένους ἀδελφαῖς, καὶ ὡμολόγει ἀναμφισβήτητα παραδώσειν ἡμῖν ταῦτα τὰ μέρη· καὶ ταῦτα ἠγγυᾶτο αὐτὸν Λεωχάρης οὑτοσὶ ἃ ὡμολόγει ποιήσειν, οὐ μόνος ἀλλὰ καὶ Μνησιπτόλεμος ὁ Πλωθειεύς. καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
因为在我们同意执政官不必计票而是直接将投票混合打乱后,狄开奥格涅斯向已故狄开奥格涅斯的姐妹们放弃了遗产的三分之二份额,并答应毫无争议地将这些份额移交给我们;而这里的莱奥卡里斯并非独自一人,而是与普洛泰亚区的姆涅西普托勒摩斯一同为他保证履行所答应之事。关于这些事实,我将向你们提供证人。
Μάρτυρες ἡμεῖς τοίνυν ταῦτα παθόντες ὑπὸ Λεωχάρους, καὶ ἐγγενόμενον ἡμῖν αὐτὸν ἐπειδὴ εἵλομεν τῶν ψευδομαρτυρίων ἀτιμῶσαι,3 οὐκ ἐβουλήθημεν, ἀλλʼ ἐξήρκεσε τὰ ἡμέτερα ἡμῖν κομισαμένοις ἀπηλλάχθαι. τοιοῦτοι δὲ γενόμενοι περὶ Λεωχάρην καὶ Δικαιογένην ἐξηπατήθημεν ὑπʼ αὐτῶν, ὦ ἄνδρες· οὔτε γὰρ Δικαιογένης τὰ δύο μέρη ἡμῖν τοῦ κλήρου παρέδωκεν, ὁμολογήσας ἐπὶ τοῦ δικαστηρίου, οὔτε Λεωχάρης ὁμολογεῖ ἐγγυήσασθαι αὐτὸν τότε.
证人 我们在遭受了莱奥卡里斯的这番对待,并且在伪证之诉中将其定罪、本可剥夺其公民权的情况下,却未愿如此行事,而是满足于收回自己的财产后了结此事。各位陪审官,尽管我们对莱奥卡里斯和狄开奥格涅斯持如此宽大的态度,我们却依然被他们欺骗了;因为狄开奥格涅斯既未如他在法庭上所承诺的那样将遗产的三分之二份额移交给我们,莱奥卡里斯如今也不承认当时曾为他作保。
καίτοι εἰ μὴ ἐναντίον μὲν τῶν δικαστῶν, πεντακοσίων ὄντων, ἐναντίον δὲ τῶν περιεστηκότων ἠγγυᾶτο, οὐκ οἶδʼ ὅ τι ἂν ἐποίησεν. ὡς μὲν τοίνυν περιφανῶς ψεύδονται, μάρτυρας ὑμῖν παρεχόμεθα τοὺς παρόντας, ὅτε Δικαιογένης μὲν ἀφίστατο τοῖν δυοῖν μεροῖν τοῦ κλήρου καὶ ὡμολόγει ἀναμφισβήτητα παραδώσειν ταῖς Δικαιογένους ἀδελφαῖς, Λεωχάρης δὲ ἠγγυᾶτο αὐτὸν ἃ ὡμολόγησε καὶ ποιήσειν. δεόμεθα δὲ καὶ ὑμῶν, ὦ ἄνδρες, εἴ τις ἐτύγχανε παρὼν τότε, ἀναμνησθῆναι εἰ λέγομεν ἀληθῆ καὶ βοηθῆσαι ἡμῖν· ἐπεί, ὦ ἄνδρες, εἰ Δικαιογένης ἀληθῆ λέγει, τί ἡμεῖς ὠφελούμεθα νικήσαντες, ἢ τί οὗτος ἐζημιώθη ἡττηθείς; εἰ γὰρ ἀπέστη μόνον (ὥς φησι) τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, ἀναμφισβήτητα δὲ μὴ ὡμολόγει παραδώσειν, τί ἐζημιοῦτο ἀφιστάμενος ὧν τιμὴν εἶχεν; οὐδὲ γὰρ πρὶν ἡττηθῆναι τὴν δίκην εἶχεν ὧν ἡμεῖς δικαζόμεθα, ἀλλʼ οἱ παρὰ τούτου πριάμενοι καὶ θέμενοι,4 οἷς ἔδει αὐτὸν ἀποδόντα τὴν τιμὴν ἡμῖν τὰ μέρη ἀποδοῦναι.
然而,如果他不是在五百名陪审官面前以及周围旁听者面前作保,我真不知道他还会做出什么样的事来。为了证明他们是在公然撒谎,我们向你们提供当时的在场者作为证人——当时狄开奥格涅斯放弃了遗产的三分之二并答应毫无争议地移交给狄开奥格涅斯的姐妹们,而莱奥卡里斯也为他保证必将履行所承诺之事。各位陪审官,如果当时恰好有在场的人,我们恳请你们回想我们所言是否属实,并向我们伸出援手;因为,各位陪审官,如果狄开奥格涅斯说的是真话,我们胜诉究竟得到了什么好处,或者他败诉究竟遭受了什么损失?如果他仅仅如他所说的那样放弃了遗产的三分之二,却没有承诺毫无争议地移交,那么放弃那些他早已收取了价款的财产,他又遭受了何种损失?因为甚至在败诉之前,他本人并不占有我们所争讼的财产,而是由从他手中买下或接受抵押的人所占有;他本应向这些人退还价款,然后再将这些份额归还给我们。
- 16διεμαρτύρησε Λεωχάρης οὑτοσὶ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ἡμῖν
指雅典继承诉讼中的“中间异议证言”(διαμαρτυρία)。莱奥卡里斯宣誓作证称该遗产并非原告可循通常申请程序要求裁决的标的(μὴ ἐπίδικον εἶναι),从而阻断了原告的遗产审验诉讼,迫使诉讼转入对其伪证的追究。
- 18συγχωρούντων γὰρ ἡμῶν τῷ ἄρχοντι μὴ συναριθμεῖν ἀλλὰ συγχέαι τὰς ψήφους
属格绝对结构。“不逐一计票而是将投票混合打乱”是指在开票过程中定罪已成定局时,原告方应被告的恳求,同意让主审执政官不作正式票数统计而直接销毁/混合选票,以和解协议换取免除对莱奥卡里斯的公民权剥夺(atimia)判决。
- 19ἐγγενόμενον ἡμῖν αὐτὸν ἐπειδὴ εἵλομεν τῶν ψευδομαρτυρίων ἀτιμῶσαι
非人称分词 ἐγγενόμενον 构成的对格绝对结构(accusative absolute),带有让步意味(“尽管我们本有权/有可能”)。不定式 ἀτιμῶσαι 的逻辑主语为与格 ἡμῖν,宾语为指代莱奥卡里斯的 αὐτόν。
- 21οἱ παρὰ τούτου πριάμενοι καὶ θέμενοι
名词化分词的并列结构。πριάμενοι 指“购买者”,中动形 θέμενοι 在雅典物权法上指“取得抵押权者/受质人”(中动态表示债权人接受抵押,主动态则表示债务人提供抵押)。表明狄开奥格涅斯早已将涉案财产变卖或抵押变现,若不退还第三人价款,根本无法履行无争议移交的承诺。
