← 伊塞优斯

论迪凯오格内斯的遗产

§0-6

诉讼缘由与遗产争端发端

演说者阐明其因返还狄开奥格涅斯遗产的协议及担保未获履行而起诉保证人莱奥卡雷斯,并为反驳对方辩词而开始追述家族世系与遗产争端的起因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§0

Ὑπόθεσις Δικαιογένους τελευτήσαντος ἄπαιδος ἐπὶ τέσσαρσιν ἀδελφαῖς Πρόξενος ἧκεν διαθήκην ἔχων, ἐν ᾗ Δικαιογένης ὁ τελευτήσας τὸν υἱὸν αὐτοῦ, τοῦ Προξένου, Δικαιογένην υἱὸν θετὸν ἐποιήσατο ἐπὶ τῷ τρίτῳ μέρει τῆς οὐσίας.1 τοῦτον δὲ τὸν τρόπον διανειμαμένων αὐτῶν τὴν ὅλην οὐσίαν, τελευταῖον ἦλθεν ὁ υἱὸς Προξένου Δικαιογένης φάσκων ἐπὶ ὅλῃ τῇ οὐσίᾳ γεγονέναι υἱός, καὶ νικήσας ἀνέλαβε καὶ τὰ δύο μέρη τῶν ἀδελφῶν τοῦ τελευτήσαντος. ὕστερον πάλιν οἱ παῖδες τῶν ἀδελφῶν δικασάμενοι πρὸς Δικαιογένην ἐνίκησαν, καὶ συνέθετο Δικαιογένης ἀποδοῦναι πάλιν τὰ δύο μέρη αὐτοῖς καθαρὰ καὶ ἀνέπαφα, ἐγγυησαμένου ταῦτα Λεωχάρους. νῦν δὲ ἀρνουμένων τὰ δόξαντα τῶν περὶ Δικαιογένην καὶ Λεωχάρην, ἐγκαλοῦσιν οἱ παῖδες τῶν ἀδελφῶν περὶ τῶν δύο μερῶν τῷ μὲν ὡς συνθεμένῳ, τῷ δὲ ὡς ἐγγυητῇ. ἡ στάσις στοχασμός· ἀρνοῦνται γάρ.

内容概要 狄开奥格涅斯去世且无子嗣,留有四个姐妹。普罗克塞诺斯携遗嘱前来,遗嘱称去世的狄开奥格涅斯将他的儿子——即普罗克塞诺斯之子狄开奥格涅斯——立为养子,条件是获得遗产的三分之一。他们以此种方式分割了全部财产后,最后普罗克塞诺斯之子狄开奥格涅斯前来,声称自己是对全部财产被立为养子的;他胜诉后,夺去了去世者姐妹们的其余三分之二财产。后来,姐妹们的子女们再次与狄开奥格涅斯诉讼并获胜,狄开奥格涅斯同意将这三分之二的财产毫无瑕疵、原封不动地归还他们,由莱奥卡雷斯为此作保。如今,狄开奥格涅斯和莱奥卡雷斯等人否认既定协议,姐妹们的子女们遂就这三分之二部分提告,对一人以协议者为由,对另一人以保证人为由。论题属于事实之争(推测),因为他们予以否认。

§1

ὠιόμεθα μέν, ὦ ἄνδρες, περὶ ὧν διεφερόμεθα πρὸς Δικαιογένην, τὰ ὡμολογημένα ἐπὶ τοῦ δικαστηρίου κύρια ἡμῖν ἔσεσθαι· ἀποστάντος γὰρ Δικαιογένους τοῖν δυοῖν μεροῖν τοῦ κλήρου,2 καὶ ἐγγυητὰς καταστήσαντος ἦ μὴν παραδώσειν ἡμῖν ταῦτα τὰ μέρη ἀναμφισβήτητα, ἀφήκαμεν ἀλλήλους τῶν ἐγκλημάτων· ἐπειδὴ δέ, ὦ ἄνδρες, οὐ ποιεῖ Δικαιογένης ἃ ὡμολόγησε, δικαζόμεθα Λεωχάρει ἐγγυητῇ γενομένῳ Δικαιογένους, ὥσπερ ἀντωμόσαμεν.

各位陪审官,关于我们与狄开奥格涅斯发生争端之事,我们原本以为在法庭上达成妥协的条件对我们是具有约束力的。因为当狄开奥格涅斯放弃遗产的三分之二部分,并设立保证人确证将这些部分毫无争议地交付给我们时,我们便互相免除了各项指控。然而,各位陪审官,既然狄开奥格涅斯不履行他所同意的条件,我们便按照宣誓所申明的那样,对担任狄开奥格涅斯保证人的莱奥卡雷斯提起诉讼。

§2

καί μοι ἀνάγνωθι τὴν ἀντωμοσίαν. Ἀντωμοσία ὡς τοίνυν ἀληθῆ ἀντωμόσαμεν, Κηφισόδοτος οὑτοσὶ οἶδε, καὶ μάρτυρας ὑμῖν παρεξόμεθα πρῶτον μὲν ὡς ἀπέστη Δικαιογένης ἡμῖν τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, εἶτα ὡς ἠγγυήσατο Λεωχάρης. καί μοι ἀνάγνωθι τὴν μαρτυρίαν.

请为我宣读宣誓誓词。 宣誓誓词 我们宣誓的内容属实,不仅这里的刻菲索多托斯知情,我们还将向你们提供证人,首先证明狄开奥格涅斯放弃了这三分之二的遗产交付我们,其次证明莱奥卡雷斯提供了担保。请为我宣读证词。

§3

Μαρτυρία τῶν μὲν μαρτύρων ἀκηκόατε, καὶ ὡς οὐ τἀληθῆ μεμαρτυρήκασιν, οὐδʼ ἂν αὐτὸν οἶμαι Λεωχάρην εἰπεῖν· ἴσως δὲ ἐπʼ ἐκεῖνον τρέψεται τὸν λόγον, ὡς Δικαιογένης τε ἃ ἡμῖν ὡμολόγησεν ἅπαντα πεποίηκε, καὶ αὐτὸς τὴν ἐξεγγύην ὅτι ἀπέδωκεν.3 εἰ οὖν ταῦτʼ ἐρεῖ, ψεύσεται καὶ ῥᾳδίως ἐλεγχθήσεται. ἀναγνώσεται γὰρ ὑμῖν ὅσα κατέλιπε Δικαιογένης ὁ Μενεξένου ἐν τῷ κλήρῳ καὶ τὰ χρήματα ἃ ἔλαβεν.

证词 你们已经听到了证人们的话,我认为甚至莱奥卡雷斯本人也不会声称他们作证不实。但他或许会转向那种论调,称狄开奥格涅斯已经履行了与我们约定的全部事项,而他自己也已经解除了担保责任。因此,如果他这样说,他便是在说谎,并且很容易被揭穿。因为有人将向你们宣读梅内克塞诺斯之子狄开奥格涅斯在遗产中留下的一切,以及他所拿走的财产。

§4

〈Ἀπογραφή〉ταῦτα εἰ μὲν μή φασι Δικαιογένην τὸν ἡμέτερον θεῖον ζῶντα κεκτῆσθαι καὶ ἀποθνήσκοντα ἡμῖν δοῦναι, ἀποδειξάτωσαν· εἰ δὲ καὶ ἐκεῖνον καταλιπεῖν καὶ ἡμᾶς κεκομίσθαι, μαρτυρησάτω τις αὐτοῖς. ὅτι μὲν γὰρ Δικαιογένης ὡμολόγει παραδώσειν ἡμῖν ὧν κατέλιπεν ὁ Μενεξένου τὰ δύο μέρη, ἡμεῖς μάρτυρας παρεχόμεθα, καὶ ὅτι Λεωχάρης ἠγγυήσατο αὐτὸν ταῦτα ποιήσειν· καὶ γὰρ δικαζόμεθα διὰ τοῦτο, καὶ ταῦτα ἀντωμόσαμεν. καί μοι ἀνάγνωθι τὴν ἀντωμοσίαν.

财产清单 如果他们主张我们的叔父狄开奥格涅斯生前未曾拥有这些,且临终时未曾留给我们,就让他们拿出证据;如果他们主张他确实留下了而我们已经收到,就让某人来为他们作证。因为对于狄开奥格涅斯曾同意向我们交付梅内克塞诺斯之子所留财产的三分之二,以及莱奥卡雷斯曾担保他履行此事,我们提供了证人;正因如此我们才提起诉讼,这也是我们在誓词中所坚称的。请为我宣读宣誓誓词。

§5

Ἀντωμοσία εἰ μὲν τοίνυν, ὦ ἄνδρες, περὶ τούτων ἔμελλον ἀπολογήσεσθαι μόνον Λεωχάρης ἢ Δικαιογένης, ἤρκει ἄν μοι τὰ εἰρημένα· ἐπειδὴ δὲ παρεσκευασμένοι εἰσὶν ἐξ ἀρχῆς περὶ 〈τοῦ〉 κλήρου λέγειν, βούλομαι ὑμᾶς καὶ παρʼ ἐμοῦ τὰ πραχθέντα πυθέσθαι, ἵνα εἰδότες τἀληθῆ, ὅ τι ἂν δοκῇ ὑμῖν, ψηφίσησθε, ἀλλὰ μὴ ἐξηπατημένοι. Μενεξένῳ γὰρ τῷ ἡμετέρῳ πάππῳ ἐγένετο ὑὸς μὲν εἷς, Δικαιογένης, θυγατέρες δὲ τέτταρες, ὧν ἔλαβε μίαν μὲν Πολυάρατος ὁ πατὴρ ὁ ἐμός, ἄλλην δὲ Δημοκλῆς ὁ Φρεάρριος, τὴν δὲ Κηφισοφῶν ὁ Παιανιεύς· ἡ δὲ 〈τετάρτη〉 Θεοπόμπῳ ἐγήματο τῷ Κηφισοδότου πατρί.

宣誓誓词 各位陪审官,如果莱奥卡雷斯或狄开奥格涅斯本来只打算就这些事项进行辩护,那么方才所说的对我而言便足够了。但由于他们已准备好从头就遗产问题进行陈述,我也希望你们从我这里了解事情的经过,以便你们查明真相后,能根据你们认为正确的意见投票,而不受蒙蔽。 因为我们的祖父梅内克塞诺斯生有一子狄开奥格涅斯,以及四个女儿。这些女儿中,我的父亲波利阿拉托斯娶了一位,弗雷阿利区人德摩克勒斯娶了一位,派阿尼亚区人刻菲索丰娶了一位,第四位则嫁给了刻菲索多托斯的父亲提奥蓬波斯。

§6

καὶ ὁ μὲν Δικαιογένης, τριήραρχος ἐκπλεύσας τῆς Παράλου, ἐτελεύτησε μαχόμενος ἐν Κνίδῳ· ἀποθανόντος δʼ αὐτοῦ ἄπαιδος διαθήκην ἀπέφηνε Πρόξενος ὁ Δικαιογένους 〈τουδὶ〉 πατήρ, ᾗ πιστεύσαντες οἱ ἡμέτεροι πατέρες ἐνείμαντο τὸν κλῆρον. καὶ ἐπὶ μὲν τῷ τρίτῳ μέρει τοῦ κλήρου Δικαιογένης ὅδε τῷ Μενεξένου Δικαιογένει, ἡμετέρῳ δὲ θείῳ, ὑὸς ἐγίγνετο ποιητός· τῶν δὲ λοιπῶν ἑκάστη τὸ μέρος ἐπεδικάσατο τῶν Μενεξένου θυγατέρων.4 ὧν ἐγὼ τοὺς τότε παρόντας ὑμῖν μάρτυρας παρέξομαι.

儿子狄开奥格涅斯作为帕拉洛斯号三列桨座战船的指挥官出航,在克尼多斯的战斗中阵亡。在他无嗣去世后,这里的狄开奥格涅斯的父亲普罗克塞诺斯出示了一份遗嘱,我们的父辈信任该遗嘱并据此分割了遗产。在这三分之一的遗产份额下,此处的狄开奥格涅斯被立为梅内克塞诺斯之子狄开奥格涅斯——即我们的叔父——的养子;而梅内克塞诺斯的每一个女儿则各自申领了其余部分中属于自己的份额。关于这些事,我将向你们提供当时在场的人作为证人。

语法注4 条
  1. 0ἐπὶ τῷ τρίτῳ μέρει τῆς οὐσίας

    介词 ἐπί 支配与格表示收养的附加条件或财产分配范围,意为“以获得财产的三分之一为条件”。第6节中的 ἐπὶ μὲν τῷ τρίτῳ μέρει τοῦ κλήρου 亦同此义。

  2. 1ἀποστάντος γὰρ Δικαιογένους τοῖν δυοῖν μεροῖν τοῦ κλήρου

    动词 ἀφίσταμαι 支配表示分离的属格。τοῖν δυοῖν μεροῖν 为双数属格,指狄开奥格涅斯所让出的三分之二份额(“放弃了遗产的两个部分”)。

  3. 3ὡς Δικαιογένης τε ἃ ἡμῖν ὡμολόγησεν ἅπαντα πεποίηκε, καὶ αὐτὸς τὴν ἐξεγγύην ὅτι ἀπέδωκεν

    由主句 ἐπʼ ἐκεῖνον τρέψεται τὸν λόγον 引出的间接引语中,从属连词由前一分句的 ὡς 转换为后一分句的 ὅτι。短语 τὴν ἐξεγγύην ἀπέδωκεν 为法律习语,意为“履行了(解除了)其保证责任”。

  4. 6τῶν δὲ λοιπῶν ἑκάστη τὸ μέρος ἐπεδικάσατο τῶν Μενεξένου θυγατέρων

    此句呈现多重语序倒装(hyperbaton)。语法主语为 ἑκάστη τῶν Μενεξένου θυγατέρων(梅内克塞诺斯的每一个女儿),被动词 ἐπεδικάσατο 及其宾语 τὸ μέρος 隔开。句首的 τῶν δὲ λοιπῶν 为中性复数属格,指遗产的剩余部分,置于句首以与前句的 ἐπὶ μὲν τῷ τρίτῳ μέρει 形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg005.humanitext-grc2:0-6