← 伊塞优斯

论迪凯오格内斯的遗产

§31-38

私人仲裁的结果与逃避城邦义务之控诉

演说者指出就连莱奥卡里斯自己指定的仲裁人也未能为其作出有利裁决,据此请求判其有罪;继而指控狄开奥格涅斯坐拥巨富却逃避公益捐献与战争税,甚至公然欺骗公民大会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31

τεκμήριον δὲ καὶ τῶν ἡμετέρων τρόπων καὶ τῆς τούτου ἀδικίας μέγα παρεξόμεθα. μελλούσης γὰρ τῆς πρὸς Λεωχάρην δίκης εἰσιέναι, ὦ ἄνδρες, ἐν τῷ Μαιμακτηριῶνι μηνί, ἠξίου Λεωχάρης καὶ Δικαιογένης δίαιταν ἡμᾶς ἐπιτρέπειν τὴν δίκην ἀναβαλλομένους. καὶ ἡμεῖς ὥσπερ μικρὰ ἀδικούμενοι συνεχωρήσαμεν, καὶ ἐπετρέψαμεν διαιτηταῖς τέτταρσιν, ὧν τοὺς μὲν δύο ἡμεῖς ἠγάγομεν, τοὺς δὲ δύο ἐκεῖνοι. καὶ ἐναντίον τούτων ὡμολογήσαμεν ἐμμενεῖν οἷς ἂν οὗτοι γνοῖεν, καὶ ὠμόσαμεν.

关于我们自己的为人以及此人的不义,我们将提供有力的证据。各位陪审官,当针对莱奥卡里斯的诉讼即将在迈马克特里昂月开庭时,莱奥卡里斯与狄开奥格涅斯请求我们将案件交付仲裁,延期审理诉讼。我们宛如只遭受了微小的侵害一般同意了,并将案件托付给四位仲裁人,其中两位由我们带来,两位由他们选定。在他们面前,我们同意遵守他们所作出的任何裁决,并宣了誓。

§32

καὶ οἱ διαιτηταὶ ἔφασαν, εἰ μὲν ἀνώμοτοι δύναιντʼ [ἂν] ἡμᾶς διαλλάξαι, οὕτω ποιήσειν, εἰ δὲ μή, καὶ αὐτοὶ ὀμόσαντες ἀποφανεῖσθαι ἃ δίκαια ἡγοῦνται εἶναι. ἀνακρίναντες δὲ ἡμᾶς πολλάκις καὶ πυθόμενοι τὰ πραχθέντα οἱ διαιτηταί, οἱ μὲν δύο οὓς ἐγὼ προὐβαλόμην, Διότιμος καὶ Μελάνωπος, ἤθελον καὶ ἀνώμοτοι καὶ ὀμόσαντες ἀποφήνασθαι ἃ ἐγίγνωσκον ἀληθέστατα ἐκ τῶν λεγομένων, οὓς δὲ Λεωχάρης προὐβάλετο, οὐκ ἔφασαν ἀποφανεῖσθαι.

仲裁人们表示,如果他们能够在免除誓言的情况下使我们和解,他们便这样做;若不能,他们自己也将起誓并宣告他们认为公正的裁决。然而仲裁人们在多次审讯我们并查明事实经过之后,由我提名的两位仲裁人狄奥提穆斯与梅拉诺普斯,无论在免除誓言还是起誓的情况下,都愿意根据陈述宣告他们认为最真实的结果;但莱奥卡里斯所提名的仲裁人,却声称不予宣告。

§33

καίτοι Διοπείθης ὁ ἕτερος τῶν διαιτητῶν Λεωχάρει μὲν ἦν τουτῳὶ κηδεστής, ἐμὸς δʼ ἐχθρὸς καὶ ἀντίδικος ἐξ ἑτέρων συμβολαίων· Δημάρατος δὲ ὁ μετʼ αὐτοῦ Μνησιπτολέμῳ τῷ ἐγγυησαμένῳ Δικαιογένην μετὰ Λεωχάρους ἦν ἀδελφός. οὗτοι μέντοι οὐκ ἠθέλησαν ἀποφήνασθαι, ὁρκώσαντες ἡμᾶς ἦ μὴν ἐμμενεῖν οἷς [ἂν] αὐτοὶ γνοῖεν. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι.

然而,仲裁人之一狄奥佩特斯乃是这位莱奥卡里斯的姻亲,且因其他契约关系是我的仇敌兼诉讼对手;与他一同担任仲裁人的德玛拉托斯,则是与莱奥卡里斯一同为狄开奥格涅斯作保的姆涅西普托勒姆斯的兄弟。尽管如此,他们在让我们起誓必须遵守其裁决之后,自己却不愿宣告裁决。关于这些事实,我将向你们提供证人。

§34

Μάρτυρες οὔκουν δεινὸν εἰ δεήσεται ὑμῶν, ὦ ἄνδρες, Λεωχάρης ἀποψηφίσασθαι ἃ Διοπείθης κηδεστὴς ὢν αὐτοῦ κατεψηφίσατο;1 ἢ ὑμῖν πῶς καλὸν ἀπογνῶναι Λεωχάρους ἅ γε οὐδʼ οἱ προσήκοντες αὐτοῦ ἀπέγνωσαν; δέομαι οὖν ὑμῶν καταψηφίσασθαι Λεωχάρους, ἵνʼ ἃ ἡμῖν οἱ πρόγονοι κατέλιπον κομισώμεθα, καὶ μὴ μόνον τὰ ὀνόματα αὐτῶν ἔχωμεν ἀλλὰ καὶ τὰ χρήματα. τῶν δὲ Λεωχάρους ἰδίων οὐκ ἐπιθυμοῦμεν.

证人 各位陪审官,如果莱奥卡里斯请求你们宣告他无罪,而连身为他姻亲的狄奥佩特斯都在这件事情上作出了对他不利的判定,这难道不是很荒唐吗?或者说,连他自己的亲属都未予开脱的事由,你们若将莱奥卡里斯宣告无罪,又怎能称得上光彩呢?因此我恳求你们对莱奥卡里斯作出有罪判决,以便我们能收回先祖留给我们的财产,不仅继承他们的名字,也能享有他们的资财。至于莱奥卡里斯自己的私产,我们并不觊觎。

§35

Δικαιογένην γάρ, ὦ ἄνδρες, οὔτʼ ἐλεεῖν ἐστε δίκαιοι 〈ὡς〉 κακῶς πράττοντα καὶ πενόμενον, οὔτʼ εὖ ποιεῖν ὡς ἀγαθόν τι εἰργασμένον τὴν πόλιν· οὐδέτερα γὰρ αὐτῷ τούτων ὑπάρχει, ὡς ἐγὼ ἀποφανῶ, ὦ ἄνδρες. ἅμα δὲ καὶ πλούσιον καὶ πονηρότατον αὐτὸν ὄντα ἀνθρώπων ἀποδείξω καὶ εἰς τὴν πόλιν καὶ εἰς τοὺς προσήκοντας καὶ εἰς τοὺς φίλους. οὗτος γὰρ παραλαβὼν τὸν κλῆρον παρʼ ὑμῶν φέροντα μίσθωσιν τοῦ ἐνιαυτοῦ ὀγδοήκοντα μνᾶς, καρπωσάμενος αὐτὸν δέκα ἔτη οὔτε ἀργύριον ὁμολογεῖ κεκτῆσθαι οὔτε ὅποι ἀνήλωσεν ἔχοι ἂν ἐπιδεῖξαι, ὦ ἄνδρες.

各位陪审官,对于狄开奥格涅斯,你们既无理由因其境况困顿和贫穷而怜悯他,也无理由因其为城邦建立了功绩而优待他;各位陪审官,正如我将证明的那样,这两点他都不具备。同时我将证明,他既富有,又是对城邦、对亲属、对朋友而言世上最恶劣之人。此人从你们手中接管了每年带来八十明纳租金的遗产,享用了整整十年,各位陪审官,他却既不承认拥有金钱,又指不出把钱花到了何处。

§36

ἄξιον δὲ καὶ ὑμῖν λογίσασθαι. οὗτος γὰρ τῇ μὲν φυλῇ εἰς Διονύσια χορηγήσας τέταρτος ἐγένετο, τραγῳδοῖς δὲ καὶ πυρριχισταῖς ὕστατος· ταύτας δὲ μόνας ἀναγκασθεὶς 〈τὰς〉 λῃτουργίας λειτουργῆσαι ἀπὸ τοσαύτης προσόδου οὕτω καλῶς ἐχορήγησεν. ἀλλὰ μὴν τριηράρχων τοσούτων κατασταθέντων οὔτʼ αὐτὸς ἐτριηράρχησεν οὔθʼ ἑτέρῳ συμβέβληται ἐν τοιούτοις καιροῖς, ἀλλʼ ἕτεροι μὲν οὐσίαν κεκτημένοι ἐλάττω ἢ οὗτος μίσθωσιν λαμβάνει τριηραρχοῦσι.

这也值得你们算上一算。因为他在酒神节上为本部族担任歌队领队时获得了第四名,而在悲剧和皮里奇舞蹈中则落到了最后一名;在拥有如此巨额收益的情况下,他仅仅被迫承担了这些公益捐献,却主办得如此“精彩”!此外,在指派了如此多三列桨战船舰长的情况下,在如此危急的时局中,他既未亲自担任舰长,也未与他人分担费用;反而是其他财产不及他租金所得之人,都在担任舰长。

§37

καίτοι, ὦ ἄνδρες, οὐχ ὁ πατὴρ αὐτῷ τὴν πολλὴν οὐσίαν κατέλιπεν, ἀλλʼ ὑμεῖς ἔδοτε τῇ ψήφῳ· ὥστε εἰ καὶ μὴ πολίτης ἦν, διά γε τοῦτο δίκαιος ἦν τὴν πόλιν εὖ ποιεῖν. εἰσφορῶν τοίνυν τοσούτων γεγενημένων πᾶσι τοῖς πολίταις εἰς τὸν πόλεμον καὶ τὴν σωτηρίαν τῆς πόλεως Δικαιογένης οὐκ ἔστιν ἥντινα εἰσενήνοχε· πλὴν ὅτε Λέχαιον ἑάλω, κληθεὶς ὑπὸ ἑτέρου ἐπέδωκεν ἐν τῷ δήμῳ τριακοσίας δραχμάς, ἔλαττον ἢ Κλεώνυμος ὁ Κρής· καὶ τοῦτο ἐπέδωκεν, οὐκ εἰσήνεγκεν,2 ἀλλʼ ἐπʼ αἰσχίστῳ ἐπιγράμματι3 ἐξετέθη αὐτοῦ τοὔνομα ἔμπροσθεν τῶν ἐπωνύμων, ὅτι οἵδε εἰς σωτηρίαν τῆς πόλεως ὑποσχόμενοι τῷ δήμῳ εἰσοίσειν χρήματα ἐθελονταὶ οὐκ εἰσήνεγκαν. καίτοι τοι πῶς ἄξιον θαυμάζειν, ὦ ἄνδρες, εἰ ἐμὲ ἐξηπάτησεν ἕνα ὄντα, ὃς ὑμᾶς ἅπαντας ἅμα συνειλεγμένους ἐν τῇ ἐκκλησίᾳ τοιαῦτα ἐποίησε; καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι. Μάρτυρες εἰς μὲν τὴν πόλιν οὕτω καὶ τοσαῦτα λελῃτούργηκε Δικαιογένης ἀπὸ τοσούτων χρημάτων·

各位陪审官,况且并非他的父亲给他留下了这笔巨额财产,而是你们通过投票授予他的;因此即使他不是公民,单凭这一点他也理应为城邦效力。然而,在为了战争和城邦的安危而向全体公民征收如此多特别财产税时,狄开奥格涅斯竟连一次都没有交纳过;唯独在莱开昂陷落之时,他在被他人指名挑战后,才在公民大会上自愿认捐了三百德拉克马——这比克里特人克莱奥纽姆斯认捐的还要少;而且他只是口头认捐,并未实际交纳,结果他的名字在同名英雄像前以极具耻辱性的铭文被张榜示众,写着这些人向民众承诺为城邦安危自愿认捐资金,却未实际纳付。然而各位陪审官,此人连聚集在公民大会上的你们全体都能如此对待,若他欺骗了我这区区一人,又何足为奇呢?关于这些事实,我将向你们提供证人。 证人 狄开奥格涅斯凭借如此巨额的财富,为城邦所承担的公益捐献便是如此,也仅此而已。

语法注3 条
  1. 34ἃ Διοπείθης κηδεστὴς ὢν αὐτοῦ κατεψηφίσατο

    关系代词 ἃ 用作动词 κατεψηφίσατο(作出不利判定/判决有罪)的内部宾语或直接宾语。莱奥卡里斯一方的仲裁人狄奥佩特斯拒绝正式宣告裁决这一事实,被演说者在修辞上解释为“就连亲戚也认定莱奥卡里斯理亏而判定其败诉”。

  2. 38καὶ τοῦτο ἐπέδωκεν, οὐκ εἰσήνεγκεν

    动词 ἐπέδωκεν 在此指在公民大会上“自愿认捐(ἐπίδοσις)”,而非实际缴付,与表示实际缴纳税款的 εἰσήνεγκεν 形成鲜明对立。后文的说明从句 ὅτι οἵδε ... ὑποσχόμενοι ... οὐκ εἰσήνεγκαν(承诺交纳却未交纳)明确了这种区别。

  3. 38ἐπʼ αἰσχίστῳ ἐπιγράμματι

    前置词 ἐπί 支配与格在此表示伴随情况或条件,意为“带有极具耻辱性的铭文”。这指的是雅典的一项制度惯例:未履行自愿认捐承诺者的名单会被公之于阿哥拉同名英雄雕像前,并附上说明其违约耻辱的铭文。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg005.humanitext-grc2:31-38