← 伊塞优斯

论迪凯오格内斯的遗产

§22-30

关于浴场和住宅保证违约的举证

演说者通过浴场和连栋住宅的具体事例,指控狄开奥格涅斯与莱奥卡里斯违背保证承诺并给原告造成损失,斥责其以协议未载于字据为由赖账。演说者还说明了此前为抵偿浴场修缮费而宽大赠与城中房屋的经过,将自身的仁厚与对方的贪婪不义形成对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

διὰ ταῦτα γὰρ καὶ τοὺς ἐγγυητὰς παρʼ αὐτοῦ ἐλάβομεν, οὐ πιστεύοντες αὐτῷ ἃ ὡμολόγησε ποιήσειν. πλὴν γὰρ δυοῖν οἰκιδίοιν ἔξω τείχους καὶ ἐν Πεδίῳ ἑξήκοντα πλέθρων οὐδὲν κεκομίσμεθα, ἀλλʼ οἱ παρὰ τούτου θέμενοι καὶ πριάμενοι. ἡμεῖς δʼ οὐκ ἐξάγομεν· δέδιμεν γὰρ μὴ ὄφλωμεν δίκας. καὶ γὰρ Μικίωνα, κελεύοντος Δικαιογένους καὶ φάσκοντος 〈οὐ〉 βεβαιώσειν, ἐξάγοντες ἐκ τοῦ βαλανείου ὤφλομεν τετταράκοντα μνᾶς διὰ Δικαιογένην, ὦ ἄνδρες.

正因如此,我们才向他索要了保证人,因为我们不相信他会履行所承诺之事。因为除了城墙外的两处小屋和在佩迪翁的六十普勒特隆土地外,我们什么也没收回,而是由从他那里设定抵押或买下的人占有着。但我们并未驱逐他们;因为我们害怕在诉讼中败诉受罚。各位陪审官,事实上,在狄开奥格涅斯的催促下,且他宣称不会向买主确认所有权保证的情况下,我们试图将米基翁从浴场中驱逐出去,结果却因为狄开奥格涅斯而被判赔偿四十明纳。

§23

ἡγούμενοι γὰρ οὐκ ἂν αὐτὸν βεβαιώσαι οὐδὲν ὧν ἡμῖν ἀπέστη ἐν τῷ δικαστηρίῳ, διισχυριζόμεθα πρὸς Μικίωνα ἐναντίον τῶν δικαστῶν, ἐθέλοντες ὁτιοῦν πάσχειν, εἰ βεβαιώσειεν αὐτῷ Δικαιογένης τὸ βαλανεῖον, οὐκ ἄν ποτε οἰόμενοι αὐτὸν ἐναντία οἷς ὡμολόγησε πρᾶξαι, οὐ διʼ ἄλλʼ οὐδὲν ἢ διὰ τοὺς ἐγγυητάς, ὅτι καθειστήκεσαν ἡμῖν.

因为我们以为,凡在法庭上向我们放弃的财产,他绝不会再去确认担保所有权,于是我们在陪审官面前针对米基翁坚持主张,表示若狄开奥格涅斯真的向其确认浴场所有权,我们甘受任何处置;我们绝未料到他会做出背叛自己承诺的事,而这完全是因为我们有保证人作保的缘故。

§24

ἀποστὰς δὲ Δικαιογένης ταῦτα τὰ μέρη ὧν καὶ νῦν ὁμολογεῖ ἀφεστάναι ἡμῖν, ἐβεβαίωσε Μικίωνι τὸ βαλανεῖον. καὶ ἐγὼ μὲν ὁ ἄθλιος οὐχ ὅπως τι ἐκ τοῦ κλήρου εἰληφώς, ἀλλὰ προσαπολωλεκὼς τετταράκοντα μνᾶς,1 ἀπῄειν ὑβρισμένος ὑπὸ τοῦ Δικαιογένους. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι.

然而狄开奥格涅斯在放弃了这些至今仍承认已放弃给我们的份额之后,却偏偏向米基翁确认了浴场的所有权。而可怜的我,不仅没有从遗产中获得任何东西,反而额外损失了四十明纳,受尽狄开奥格涅斯的侮辱而离去。关于这些事实,我将向你们提供证人。

§25

Μάρτυρες ταῦτα μὲν πεπόνθαμεν ὑπὸ Δικαιογένους,ὦ ἄνδρες· ὁ δʼ ἐγγυησάμενος αὐτὸν Λεωχάρης καὶ τῶν πάντων ἡμῖν κακῶν αἴτιος οὔ φησιν ἐγγυήσασθαι ἃ καταμαρτυρεῖται αὐτοῦ, ὅτι ἐν τῷ γραμματείῳ τῷ ἐπὶ τοῦ δικαστηρίου γραφέντι οὐκ ἔνεστι ταῦτα. ἡμεῖς δέ, ὦ ἄνδρες, τότʼ ἐπὶ τοῦ βήματος σπεύδοντες τὰ μὲν ἐγράψαμεν, τῶν δὲ μάρτυρας ἐποιησάμεθα· οὗτοι δέ, ἃ μὲν αὐτοῖς συμφέρει τῶν ὁμολογηθέντων τότε, κύριά φασιν εἶναι, εἰ καὶ μὴ γέγραπται, ἃ δʼ οὐ συμφέρει, οὐ κύρια, εἰ μὴ γέγραπται.

证人 各位陪审官,我们遭受了狄开奥格涅斯的这番对待;而为他作保且是我们一切祸患根源的莱奥卡里斯,却借口法庭上所立的文书里没有这些条款,声称自己未曾就他人所作不利证言中的事项作保。然而各位陪审官,我们当时在讲台上匆忙之中,只将一部分事项诉诸文字,另一部分则请了证人;而他们却主张,当时达成的协议中凡对他们有利的,即使未写下来也依然有效,而凡对他们不利的,若未写下来便无效。

§26

ἐγὼ δʼ, ὦ ἄνδρες, οὐ θαυμάζω ὅτι ἔξαρνοί εἰσι τὰ ὡμολογημένα· οὐδὲ γὰρ τὰ γραφέντα ἐθέλουσι ποιεῖν. ἡμεῖς δʼ ὡς λέγομεν ἀληθῆ, καὶ ἄλλο τι τεκμήριον παρεξόμεθα. Πρωταρχίδῃ γὰρ τῷ Ποταμίῳ ἔδωκε Δικαιογένης τὴν ἀδελφὴν τὴν ἑαυτοῦ ἐπὶ τετταράκοντα μναῖς, ἀντὶ δὲ τῆς προικὸς τὴν οἰκίαν αὐτῷ τὴν ἐν Κεραμεικῷ παρέδωκε. ταύτῃ δὲ τῇ γυναικί, ἣν ὁ Πρωταρχίδης ἔχει, προσήκει τοῦ κλήρου μέρος ὅσον περ τῇ μητρὶ τῇ ἐμῇ.

各位陪审官,我对他们否认所协议的事项并不感到奇怪;因为他们连写下来的东西都不愿履行。为了证明我们所言属实,我们将提供另一项证据。狄开奥格涅斯将自己的姐妹嫁给波塔摩斯区的普罗塔尔基德斯,附带四十明纳的嫁妆,但作为嫁妆的代替,将位于凯拉米科斯的房屋交付给了他。而普罗塔尔基德斯所娶的这位妇人,在遗产中享有与我母亲同等份额的继承权。

§27

ἐπεὶ δʼ οὖν ἀπέστη Δικαιογένης ταῖς γυναιξὶ τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, ἠξίου ὁ Λεωχάρης τὸν Πρωταρχίδην παραδιδόναι αὑτῷ τὴν συνοικίαν ἣν εἶχεν ἀντὶ τῆς προικός, ὡς ὄντι ἐγγυητῇ αὑτῷ,2 τὸ δὲ μέρος ὑπὲρ τῆς γυναικὸς τοῦ κλήρου παρʼ αὑτοῦ κομίζεσθαι. παραλαβὼν δὲ τὴν συνοικίαν τὸ μέρος οὐ παρέδωκε. καὶ τούτων ὑμῖν μάρτυρα τὸν Πρωταρχίδην παρέξομαι.

后来,当狄开奥格涅斯向妇人们放弃遗产的三分之二份额时,莱奥卡里斯以自己是保证人为由,要求普罗塔尔基德斯将其代替嫁妆占有的连栋住宅移交给自己,并称普罗塔尔基德斯可从他那里为其妻子领取相应的遗产份额。但他接管了连栋住宅后,却未将那份遗产份额交付。关于这些事实,我将向你们提供普罗塔尔基德斯作为证人。

§28

Μάρτυς περὶ δὲ ἐπισκευῆς τοῦ βαλανείου καὶ οἰκοδομίας καὶ πρότερον εἴρηκε Δικαιογένης καὶ νῦν ἴσως ἐρεῖ, ὡς ὁμολογήσαντες αὐτῷ ἀποδώσειν τὰ ἀνηλωμένα οὐκ ἀπεδώκαμεν, καὶ ὅτι διὰ τοῦτο οὐ δύναται ἀπαλλάσσειν τοὺς χρήστας, οὐδὲ ἡμῖν παραδοῦναι ἃ δεῖ αὐτόν.

证人 关于浴场的修缮和房屋营建,狄开奥格涅斯此前曾说过,如今大概还会说:我们答应偿还他的开支却没有偿还,因此他无法打发债权人,也无法向我们移交他应予交付的财产。

§29

ἡμεῖς δέ, ὦ ἄνδρες, ἐπὶ τοῦ δικαστηρίου, ὅτε ἠναγκάζομεν αὐτὸν ἀφίστασθαι τούτων, ἀντὶ τῶν λῃτουργιῶν καὶ τῶν εἰς τὰ οἰκοδομήματα ἀνηλωμένων ἀφεῖμεν αὐτῷ τοὺς καρπούς, οὕτω τῶν δικαστῶν γιγνωσκόντων· ὕστερον δʼ οὐκ ἀναγκαζόμενοι ἀλλʼ ἑκόντες ἔδομεν αὐτῷ τὴν ἐν ἄστει οἰκίαν ἐξαίρετον προσθέντες3 τῷ τρίτῳ μέρει τοῦ κλήρου ἔχειν ἀντὶ τῶν ἐπεσκευασμένων, ἣν οὗτος ἀντὶ πεντακισχιλίων δραχμῶν παρέδωκε Φιλονείκῳ.

各位陪审官,然而在法庭上当我们迫使他放弃这些份额时,依据陪审官们的裁定,为了补偿他的公益捐献以及用于房屋建筑的开销,我们免除了他交出收益的义务;其后,并非出于被迫而是自愿地,我们在遗产的三分之一之外,将城里的一栋房屋作为特别赠予附加上去供他保有,以此作为修缮费用的补偿——而这栋房屋后来被他以五千德拉克马的代价移交给了菲洛尼库斯。

§30

ἔδομεν δὲ οὐ διὰ τὴν τοῦ Δικαιογένους χρηστότητα, ὦ ἄνδρες, ἀλλʼ ἐπιδεικνύμενοι ὅτι οὐ περὶ πλείονος χρήματα ποιούμεθα τῶν οἰκείων, οὐδʼ ἂν πάνυ πονηροὶ ὦσι. καὶ γὰρ πρότερον ὅτʼ ἐφʼ ἡμῖν ἐγένετο Δικαιογένην τιμωρήσασθαι καὶ ἀφελέσθαι ἃ εἶχεν, οὐκ ἐβουλήθημεν τῶν τούτου κτήσασθαι οὐδέν, ἀλλὰ τὰ ἡμέτερα μόνον κομίσασθαι ἐξήρκει ἡμῖν. οὗτος δʼ ὅτʼ ἐκράτησεν ἡμῶν, ἀπεσύλησεν ἃ ἐδύνατο, καὶ ὡς ἐχθροὺς ἀλλʼ οὐ προσήκοντας ἀπόλλυσι.

各位陪审官,我们之所以给他,绝不是因为狄开奥格涅斯的品格善良,而是为了表明:哪怕亲戚极为恶劣,我们也不会把金钱看得比亲戚更重。事实上,早先当我们有权惩处狄开奥格涅斯并剥夺其财产时,我们并未想要夺取他的任何财产,只要收回我们自己的财产便心满意足了。然而当他占了上风时,却掠夺了一切所能掠夺之物,不仅不把我们当作亲戚,反而像对待仇敌一样要置我们于死地。

语法注3 条
  1. 24οὐχ ὅπως τι ἐκ τοῦ κλήρου εἰληφώς, ἀλλὰ προσαπολωλεκὼς τετταράκοντα μνᾶς

    惯用省略句式 οὐχ ὅπως 与后文的 ἀλλὰ(及分词 προσαπολωλεκώς)呼应,意为“非但没有……反而……”。此处用于极力强调说话人不仅未从遗产中获得任何财产,反而额外蒙受了四十明纳的损失。

  2. 27ὡς ὄντι ἐγγυητῇ αὑτῷ

    结构为 ὡς 搭配与格分词与代词,表示主句主语莱奥卡里斯的主观理由或托词(“借口自己是保证人”)。其中 αὑτῷ 为间接反身代词,指代主句主语莱奥卡里斯本人。

  3. 29ἐξαίρετον προσθέντες

    形容词 ἐξαίρετος(挑选出的、特设的)作直接宾语 τὴν ἐν ἄστει οἰκίαν 的述语性补足语,表示“作为特例赠予附加于(遗产的三分之一)”。此处指在基本协议之外额外划拨的特别份额。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg005.humanitext-grc2:22-30