← 伊塞优斯

论迪凯오格内斯的遗产

§39-47

虐待亲友与挥霍家产的行径

演说者揭露狄开奥格涅斯虐待亲友、挥霍先人巨额家产却逃避公益捐献与兵役的恶行,并指出他根本无权依仗诛杀僭主的显赫先祖来为自己开脱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39

περὶ δὲ τοὺς προσήκοντας τοιοῦτός ἐστιν οἷον ὁρᾶτε, ὥστε τοὺς μὲν ἡμῶν ἀφείλετο τὴν οὐσίαν, ὅτι μεῖζον ἐδυνήθη, τοὺς δὲ περιεώρα εἰς τοὺς μισθωτοὺς ἰόντας διʼ ἔνδειαν τῶν ἐπιτηδείων. τὴν δὲ μητέρα [τὴν] αὐτοῦ καθημένην ἐν τῷ τῆς Εἰλειθυίας ἱερῷ πάντες ἑώρων, καὶ τούτῳ ἐγκαλοῦσαν ἃ ἐγὼ αἰσχύνομαι λέγειν, οὗτος δὲ ποιῶν οὐκ ᾐσχύνετο.

至于对待亲属,他的为人正同你们所目睹的一样:对于我们之中的某些人,他依仗自己更有权势而夺走了其财产;对于另一些人,他则眼睁睁看着他们因缺乏生活必需品而沦为受雇的佣工。至于他的母亲,人人都曾看见她坐在厄勒梯亚神庙中,控告着那些我难以启齿、而他自己做出来却不知羞耻的恶行。

§40

τῶν δʼ ἐπιτηδείων Μέλανα μὲν τὸν Αἰγύπτιον, ᾧ ἐκ μειρακίου φίλος ἦν, ὅπερ ἔλαβε παρʼ αὐτοῦ ἀργύριον ἀποστερήσας, ἔχθιστός ἐστι· τῶν δὲ ἄλλων αὐτοῦ φίλων οἱ μὲν οὐκ ἀπέλαβον ἃ ἐδάνεισαν, οἱ δʼ ἐξηπατήθησαν, καὶ οὐκ ἔλαβον ἃ ὑπέσετο αὐτοῖς, εἰ ἐπιδικάσαιτο τοῦ κλήρου, δώσειν.

说到他的密友,对于从小结交的埃及人梅拉斯,他侵吞了从对方那里取得的金钱,如今成了最深仇大恨的宿敌;至于他的其他朋友,有的未能收回出借的款项,有的则受骗而未能得到他曾许诺若争得遗产继承权便给予他们的财物。

§41

καίτοι, ὦ ἄνδρες, οἱ ἡμέτεροι πρόγονοι οἱ ταῦτα κτησάμενοι καὶ καταλιπόντες πάσας μὲν χορηγίας ἐχορήγησαν, εἰσήνεγκαν δὲ εἰς τὸν πόλεμον χρήματα πολλὰ ὑμῖν, καὶ τριηραρχοῦντες οὐδένα χρόνον διέλιπον. καὶ τούτων μαρτύρια ἐν τοῖς ἱεροῖς ἀναθήματα ἐκεῖνοι ἐκ τῶν περιόντων, μνημεῖα τῆς αὑτῶν ἀρετῆς, ἀνέθεσαν, τοῦτο μὲν ἐν Διονύσου τρίποδας, οὓς χορηγοῦντες καὶ νικῶντες ἔλαβον, τοῦτο δʼ ἐν Πυθίου· ἔτι δʼ ἐν ἀκροπόλει ἀπαρχὰς τῶν ὄντων ἀναθέντες πολλοῖς, ὡς ἀπὸ ἰδίας κτήσεως, ἀγάλμασι χαλκοῖς καὶ λιθίνοις κεκοσμήκασι τὸ ἱερόν. αὐτοὶ δʼ ὑπὲρ τῆς πατρίδος πολεμοῦντες ἀπέθανον, Δικαιογένης μὲν ὁ Μενεξένου τοῦ ἐμοῦ πάππου πατὴρ στρατηγῶν ὅτε ἡ ἐν Ἐλευσῖνι μάχη ἐγένετο, Μενέξενος δʼ ὁ ἐκείνου ὑὸς φυλαρχῶν τῆς Ὀλυνθίας ἐν Σπαρτώλῳ, Δικαιογένης δὲ ὁ Μενεξένου τριηραρχῶν τῆς Παράλου ἐν Κνίδῳ.

然而,各位陪审官,置办并遗留这些财产的我们的先祖,承担了所有歌队领队的义务,为了战争向你们缴纳了巨额资财,并且从未间断担任三列桨战船舰长。作为这些功绩的见证,他们从富余的资产中在各神庙奉献了礼物,作为自身美德的纪念碑:其一是在酒神庙中,奉献了他们在担任歌队领队并获胜时赢得的三脚祭鼎;其二是在皮提翁神庙中;此外,他们还在卫城奉献了财产的初熟之物,以私人资财的规模,用众多青铜和石制雕像装点着圣所。他们自己也是为祖国作战而阵亡的:我祖父梅涅克塞诺斯的父亲狄开奥格涅斯,是在厄琉息斯战役发生时担任将军而牺牲的;他的儿子梅涅克塞诺斯,是在斯帕托洛斯之战中率领奥林托斯骑兵时阵亡的;而梅涅克塞诺斯之子狄开奥格涅斯,则是在克尼多斯担任帕拉洛斯号战船舰长时阵亡的。

§43

τὸν μὲν τούτων οἶκον σύ, ὦ Δικαιόγενες, παραλαβὼν κακῶς καὶ αἰσχρῶς διολώλεκας, καὶ ἐξαργυρισάμενος πενίαν ὀδύρῃ, ποῖ ἀναλώσας; οὔτε γὰρ εἰς τὴν πόλιν οὔτε εἰς τοὺς φίλους φανερὸς εἶ δαπανηθεὶς οὐδέν.1 ἀλλὰ μὴν οὔτε καθιπποτρόφηκας· οὐ γὰρ πώποτε ἐκτήσω ἵππον πλείονος ἄξιον ἢ τριῶν μνῶν· οὔτε κατεζευγοτρόφηκας, ἐπεὶ οὐδὲ ζεῦγος ἐκτήσω ὀρικὸν οὐδεπώποτε ἐπὶ τοσούτοις ἀγροῖς καὶ κτήμασιν. ἀλλʼ οὐδʼ ἐκ τῶν πολεμίων ἐλύσω οὐδένα.

狄开奥格涅斯啊,你接管了这些先人的家产,却可耻而恶劣地将其败坏殆尽;你把财产变卖为现金,如今却哀叹贫穷——你究竟把钱花到哪里去了呢?因为无论对城邦还是对朋友,都完全看不出你支出过任何费用。况且你也没有因养马而破费,因为你从未拥有过一匹价值超过三明纳的马;你也没有因蓄养骡马车队而花钱,因为尽管拥有如此多的田庄和地产,你甚至一生从未拥有过哪怕一匹骡车牵引组。你也没有从敌人手中赎回过任何人。

§44

ἀλλʼ οὐδὲ τὰ ἀναθήματα, ἃ Μενέξενος τριῶν ταλάντων ποιησάμενος ἀπέθανε πρὶν ἀναθεῖναι, εἰς πόλιν2 κεκόμικας, ἀλλʼ ἐν τοῖς λιθουργείοις ἔτι καλινδεῖται, καὶ αὐτὸς μὲν ἠξίους κεκτῆσθαι ἅ σοι οὐδὲν προσῆκε χρήματα, τοῖς δὲ θεοῖς οὐκ ἀπέδωκας ἃ ἐκείνων ἐγίγνετο ἀγάλματα.

不仅如此,梅涅克塞诺斯花费三塔兰同打造、却在奉献前不幸去世的那些供奉品,你也未曾运送到卫城,而是任由它们至今仍丢弃在石作坊里辗转受损。你自己妄图占有绝不属于你的财物,却不愿将本已属于诸神所有的雕像归还给神明。

§45

διὰ τί οὖν ἀξιώσεις σου τοὺς δικαστὰς ἀποψηφίσασθαι,3 ὦ Δικαιόγενες; πότερον ὅτι πολλὰς λῃτουργίας λελῃτούργηκας τῇ πόλει, καὶ πολλὰ χρήματα δαπανήσας σεμνοτέραν τὴν πόλιν τούτοις ἐποίησας; ἢ ὡς τριηραρχῶν πολλὰ κακὰ τοὺς πολεμίους εἰργάσω, καὶ εἰσφορὰς δεομένῃ τῇ πατρίδι εἰς τὸν πόλεμον εἰσενεγκὼν μεγάλα ὠφέληκας; ἀλλʼ οὐδέν σοι τούτων πέπρακται.

狄开奥格涅斯啊,那么你凭什么要求陪审官们判你无罪呢?是因为你为城邦承担了诸多公益捐献,耗费巨资使城邦因此更具威严吗?还是因为你在担任舰长期间重创了敌人,并在祖国危难之时通过缴纳战争税而立下了大功呢?然而,这些事情你一件也没有做过。

§46

ἀλλʼ ὡς στρατιώτης ἀγαθός; ἀλλʼ οὐκ ἐστράτευσαι τοσούτου καὶ τοιούτου γενομένου πολέμου, εἰς ὃν Ὀλύνθιοι μὲν καὶ νησιῶται ὑπὲρ τῆσδε τῆς γῆς ἀποθνῄσκουσι μαχόμενοι τοῖς πολεμίοις, σὺ δέ, ὦ Δικαιόγενες, πολίτης ὢν οὐδʼ ἐστράτευσαι. ἀλλʼ ἴσως διὰ τοὺς προγόνους ἀξιώσεις μου πλέον ἔχειν, ὅτι τὸν τύραννον ἀπέκτειναν. ἐγὼ δʼ ἐκείνους μὲν ἐπαινῶ, σοὶ δὲ οὐδὲν ἡγοῦμαι τῆς ἐκείνων ἀρετῆς μετεῖναι.

难道是因为你是一位英勇的战士吗?但是在发生如此重大、如此规模的战争期间,当奥林托斯人和岛民都在为这片土地与敌人浴血奋战而牺牲时,狄开奥格涅斯啊,你身为本邦公民,甚至根本没有出征服役。或许你会因为祖先诛杀了僭主,就自认为理应比我占有更多优势。我固然称赞那些先祖,但我认为他们的美德与你毫无关系。

§47

πρῶτον μὲν γὰρ εἵλου ἀντὶ τῆς ἐκείνων δόξης τὴν ἡμετέραν οὐσίαν κτήσασθαι, καὶ ἐβουλήθης μᾶλλον Δικαιογένους καλεῖσθαι ὑὸς ἢ Ἁρμοδίου, ὑπεριδὼν μὲν τὴν ἐν Πρυτανείῳ σίτησιν, καταφρονήσας δὲ προεδριῶν καὶ ἀτελειῶν, ἃ τοῖς ἐξ ἐκείνων γεγονόσι δέδοται. ἔτι δὲ ὁ Ἀριστογείτων ἐκεῖνος καὶ Ἁρμόδιος οὐ διὰ τὸ γένος ἐτιμήθησαν ἀλλὰ διὰ τὴν ἀνδραγαθίαν, ἧς σοι οὐδὲν μέτεστιν,4 ὦ Δικαιόγενες.

因为首先,你宁愿攫取我们的财产,也不愿继承先祖的威名;你宁可被称为狄开奥格涅斯之子,也不愿被称为哈尔摩狄奥斯之子;你轻视在议事厅就餐的特权,鄙弃赐予其后裔的前排专座与免税特权。再者,那位名垂青史的阿里斯托革顿与哈尔摩狄奥斯之所以受人尊崇,并非由于门第出身,而是凭借其非凡的武勇美德;而狄开奥格涅斯啊,这美德你身上连一丝一毫也不曾具备。

语法注4 条
  1. 43φανερὸς εἶ δαπανηθεὶς οὐδέν

    形容词 φανερός 采用人称结构(φανερὸς εἶ),后接不定过去时被动分词 δαπανηθείς(此处具中动态或不及物含义,意为“耗费/支出资财”),字面直译为“你显然未曾支出过任何东西”,即“丝毫看不出你支出过任何费用”。οὐδέν 为副词性宾格(内在宾语)。

  2. 44εἰς πόλιν

    在雅典方言中,尤其是铭文与演说辞里,不带冠词的 πόλις 常特指雅典卫城(Acropolis)。结合前文 §42 的 ἐν ἀκροπόλει 以及奉纳神像的语境,此处意为“运往卫城”。

  3. 45σου τοὺς δικαστὰς ἀποψηφίσασθαι

    动词 ἀποψηφίζομαι 带表示被宣判无罪之人的属格(σου,具夺格/分离功能),τοὺς δικαστάς 则是不定式 ἀποψηφίσασθαι 的主语宾格,整体作 ἀξιώσεις 的宾语从句,意为“要求陪审官判决免除你的罪名/判你无罪”。

  4. 47ἧς σοι οὐδὲν μέτεστιν

    非人称动词 μέτεστι 支配表示所分享事物之属格(关系代词 ἧς,先行词为 ἀνδραγαθίαν)以及表示分享者之与格(σοι)。οὐδέν 作副词性宾格(“毫无/绝不”)。意为“这美德你身上丝毫不曾具备”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg005.humanitext-grc2:39-47