- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg004.humanitext-grc2:8-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩护人列举了在尼科斯特拉托斯死后立即以虚构的亲属关系或债务企图侵吞遗产的众人,揭露查里阿德斯同样包藏祸心,并阐明遗产案中证人易被蒙骗或伪造,陪审员必须侧重客观推论并审查立遗嘱人是否神志清醒。
Δημοσθένης μέν γε ἀδελφιδοῦς ἔφη αὐτῷ εἶναι, ἐπειδὴ δʼ ἐξηλέγχθη ὑπὸ τούτων, ἀπέστη· Τήλεφος δὲ δοῦναι αὑτῷ Νικόστρατον ἅπαντα τὰ ἑαυτοῦ.1 καὶ οὗτος οὐ πολλῷ ὕστερον ἐπαύσατο. Ἀμεινιάδης δὲ ὑὸν αὐτῷ πρὸς τὸν ἄρχοντα ἧκεν ἄγων οὐδὲ τριετῆ γεγονότα, καὶ ταῦτʼ οὐκ ἐπιδεδημηκότος τοῦ Νικοστράτου ἕνδεκα ἐτῶν Ἀθήνησι.
德摩斯梯尼确实曾声称自己是他的外甥,但在这两人驳斥之后便退缩了;忒勒福斯则声称尼科斯特拉托斯将全部财产赠予了他,此人不久后也作罢了。阿梅尼亚德斯带着一个不满三岁的男孩到执政官面前,声称是他的儿子,尽管尼科斯特拉托斯已经有十一年不曾在雅典居住了。
Πύρρος δὲ ὁ Λαμπτρεὺς τῇ μὲν Ἀθηνᾷ ἔφη τὰ χρήματα ὑπὸ Νικοστράτου καθιερῶσθαι, αὐτῷ δʼ ὑπʼ αὐτοῦ ἐκείνου δεδόσθαι. Κτησίας δʼ ὁ Βησαιεὺς καὶ Κραναὸς τὸ μὲν πρῶτον δίκην ἔφασαν τοῦ Νικοστράτου ταλάντου καταδεδικάσθαι, ἐπειδὴ δʼ οὐκ εἶχον τοῦτο ἀποδεῖξαι, ἀπελεύθερον αὐτὸν ἑαυτῶν προσεποιήσαντο εἶναι· καὶ οὐδʼ οὗτοι ἃ ἔλεγον ἀπέδειξαν.
兰普特赖的皮洛士声称财产已被尼科斯特拉托斯奉献给雅典娜神,并被那人本人赠予了自己。贝萨的克特西亚斯与克拉纳奥斯起初声称曾对尼科斯特拉托斯获得过一塔兰同的胜诉判决,但在无法对此加以证明之后,便假称他是自己的被释奴;而他们同样未能证明自己的说法。
καὶ οἱ μὲν εὐθὺς κατὰ τὰ πρῶτα ἐπὶ τὰ Νικοστράτου ᾁξαντες οὗτοί εἰσι· Χαριάδης δὲ τότε μὲν οὐδαμοῦ ἠμφισβήτησεν, ὕστερον δὲ οὐ μόνον αὐτὸς 〈αὑτὸν〉 ἀλλὰ καὶ τὸ ἐκ τῆς ἑταίρας παιδίον εἰσποιῶν ἦλθε. ταὐτὸ δʼ ἦν αὐτῷ ὡς ἢ τῶν χρημάτων κληρονομήσοντι ἢ τὸ παιδίον ἀστὸν ποιήσοντι.2 αἰσθόμενος δὲ καὶ οὗτος ὅτι περὶ τοῦ γένους ἐλεγχθήσοιτο, τὴν μὲν τοῦ παιδίου ἀμφισβήτησιν παρέλυσεν, ἑαυτῷ δὲ κατὰ δόσιν παρακατέβαλεν.
这些就是一开始便扑向尼科斯特拉托斯财产的人。查里阿德斯当时在任何地方都未提出异议,后来却不仅将自己,而且还把交际花所生的孩子作为养子带了过来。对他而言,无论是继承财产,还是让那孩子成为公民,结果都是一样的。但当他也察觉到在世系问题上会被驳倒时,便放弃了关于那孩子的请求,而为自己依据遗赠缴纳了反索押金。
ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες, ὅστις κατὰ δόσιν χρημάτων ἀμφισβητῶν ἡττηθείη, μὴ κατὰ τὸ τέλος ζημιοῦσθαι, ἀλλʼ ἐφʼ ὅσα περ ληψόμενος ᾔει, τοσαῦτα τῇ πόλει ἀποτίνειν· οὕτω γὰρ 〈ἂν〉 οὔθʼ οἱ νόμοι κατεφρονοῦντο οὔτε τὰ γένη ὑβρίζετο, πρὸ δὲ τούτων οὐδʼ ἂν τῶν τεθνεώτων οὐδεὶς κατεψεύδετο. ἐπειδὴ δὲ ἅπασι καὶ τῶν ἀλλοτρίων ἁπάντων, καθʼ ὅ τι ἄν τις βούληται, ἀμφισβητεῖν ἔξεστιν, ὑμᾶς χρὴ περὶ αὐτῶν ὡς οἷόν τʼ ἀκριβέστατα ἐξετάζειν καὶ μηδὲν εἰς ὅσον δύνασθε παραλείπειν.
陪审员诸位,凡依遗赠争夺财产而败诉之人,理应不只是按法定规费受罚,而是打算拿取多少就必须向城邦赔偿多少;因为这样一来,法律既不致遭到蔑视,家族也不致受辱,更重要的是死者也不会蒙受虚妄的诬谄。然而,既然人人皆可依其所愿争夺属于他人的一切,诸位就必须尽可能严格地审查这些诉求,并竭尽所能不漏掉任何细节。
ἐν μόναις δὲ ταῖς τῶν κλήρων εἰσαγωγαῖς δοκεῖ μοι προσήκειν τεκμηρίοις μᾶλλον ἢ μάρτυσι πιστεύειν. περὶ μὲν γὰρ τῶν ἄλλων συμβολαίων οὐ πάνυ χαλεπὸν τοὺς τὰ ψευδῆ μαρτυροῦντας ἐλέγχειν· ζῶντος γὰρ καὶ παρόντος τοῦ πράξαντος καταμαρτυροῦσι· περὶ δὲ τῶν διαθηκῶν πῶς ἄν τις γνοίη τοὺς μὴ τἀληθῆ λέγοντας, εἰ μὴ πάνυ μεγάλα τὰ διαφέροντα εἴη, αὐτοῦ μὲν καθʼ οὗ μαρτυροῦσι τεθνεῶτος, τῶν δὲ συγγενῶν μηδὲν τῶν πεπραγμένων εἰδότων, τοῦ δὲ ἐλέγχου μηδαμῶς ἀκριβοῦς γιγνομένου;
在我看来,唯有在遗产审理中,才宜于信任间接证据而非证人。因为对于其他契约而言,驳倒作伪证者并不十分困难,毕竟作证时当事人还在世且在场;但对于遗嘱,如果出入不是极大,人们又怎能识破那些不讲真话的人呢?毕竟他们作证所针对的当事人已经过世,亲属对所发生的事一无所知,而且查证也绝不可能做到严密无误。
ἔτι δέ, ὦ ἄνδρες, καὶ τῶν διατιθεμένων οἱ πολλοὶ οὐδὲ λέγουσι τοῖς παραγιγνομένοις ὅ τι διατίθενται, ἀλλʼ αὐτοῦ μόνου, τοῦ καταλιπεῖν διαθήκας, μάρτυρας παρίστανται, τοῦ δὲ συμβαίνοντός ἐστι3 καὶ γραμματεῖον ἀλλαγῆναι καὶ τἀναντία ταῖς τοῦ τεθνεῶτος διαθήκαις μεταγραφῆναι· οὐδὲν γὰρ μᾶλλον οἱ μάρτυρες εἴσονται, εἰ ἐφʼ αἷς ἐκλήθησαν διαθήκαις, αὗται ἀποφαίνονται.
再者,陪审员诸位,立遗嘱的大多数人甚至不向在场者说明他们遗赠了什么,而仅仅请他们作证立下了遗嘱这一事实;可是书写板被掉包并篡改成与死者遗嘱截然相反的内容,乃是常有之事。因为证人丝毫不比别人更清楚,呈出的是否就是当初召集他们所立的遗嘱。
ὁπότε δὲ καὶ τοὺς ὁμολογουμένως παραγενομένους οἷόν τʼ ἐστὶν ἐξαπατῆσαι, πῶς οὐκ ἂν ὑμᾶς γε τοὺς μηδὲν τοῦ πράγματος εἰδότας πολὺ [μᾶλλον] ἑτοιμότερόν τις παρακρούσασθαι ἐγχειρήσειεν; ἀλλὰ μὴν καὶ ὁ νόμος, ὦ ἄνδρες, οὐκ ἐάν τις διαθῆται μόνον, κυρίας εἶναι κελεύει τὰς διαθήκας, ἀλλὰ ἐὰν εὖ φρονῶν. σκεπτέον δὴ ὑμῖν πρῶτον μὲν εἰ ἐποιήσατο τὰς διαθήκας, ἔπειτα εἰ μὴ παρανοῶν διέθετο.
既然连无可争议的在场者都能被蒙骗,那么人们岂不会更加毫不迟疑地企图蒙骗对案情一无所知的诸位吗? 此外,陪审员诸位,法律规定遗嘱的效力不仅在于某人立下了遗嘱,而且在于其神志清醒。因此,诸位首先须考察他是否立下了遗嘱,其次须考察他立遗嘱时是否并非精神失常。
- 8Τήλεφος δὲ δοῦναι αὑτῷ Νικόστρατον ἅπαντα τὰ ἑαυτοῦ.
承前句(Δημοσθένης μέν γε ... ἔφη)省略了表示陈述的主动词 ἔφη,并统领由宾格主语 Νικόστρατον 与不定式 δοῦναι 构成的宾格不定式结构,意为“忒勒福斯则(声称)尼科斯特拉托斯将全部财产赠予了他”。
- 10ταὐτὸ δʼ ἦν αὐτῷ ὡς ἢ τῶν χρημάτων κληρονομήσοντι ἢ τὸ παιδίον ἀστὸν ποιήσοντι.
由 ὡς 连同与格代词 αὐτῷ 一致的将来时与格分词(κληρονομήσοντι 与 ποιήσοντι)构成,表当事人的主观企图或盘算,意为“对他而言,无论是打算继承财产,还是打算让那孩子成为公民,(结果)都是一样的”。
- 13τοῦ δὲ συμβαίνοντός ἐστι
中性现在分词属格 τοῦ συμβαίνοντος 与连系动词 ἐστί 连用,构成特征或范畴属格,统领其后充当实际主语的不定式短语(γραμματεῖον ἀλλαγῆναι 等),表示“书写板被掉包……乃是属于常有之事”。
