← 伊塞优斯

论尼科斯特拉托斯的遗产

§15-23

血亲继承的优越性与查里阿德斯的失职

演说者阐明依法律确立的近亲继承权远优于依赖不可靠证人的遗嘱继承,揭露自称养子的查里阿德斯未尽丧葬之责却企图侵吞财产,并呼吁陪审法庭将遗产判归死者的血亲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

ἀντιλεγόντων δʼ ἡμῶν μηδὲ τὸ παράπαν γενέσθαι τὰς διαθήκας,1 ἐκ τίνος ἂν τρόπου, εἴ τις παρανοῶν διέθετο, γνοίητε, πρὶν περὶ αὐτοῦ τοῦ διαθέσθαι πιστεῦσαι; τοὺς μὲν οὖν κατὰ τὴν δόσιν ἀμφισβητοῦντας2 ὁρᾶτε ὅσον ἔργον ἐστὶν αἰσθέσθαι εἰ ἀληθῆ λέγουσι, τοὺς δὲ κατὰ τὸ γένος πρῶτον μὲν οὐδὲν δεῖ μάρτυρας παρασχέσθαι ὡς αὑτῶν ἐστιν ὁ κλῆρος (παρὰ πάντων γὰρ ὡμολόγηται τοῖς ἐγγυτάτω γένους τὰ τοῦ τελευτήσαντος γίγνεσθαι), ἔπειτα οἱ νόμοι οὐ μόνον οἱ περὶ τῶν γενῶν ἀλλὰ καὶ οἱ περὶ τῶν δόσεων τοῖς συγγενέσι βοηθοῦσι. δοῦναι μὲν γὰρ ὁ νόμος οὐδενὶ ἐᾷ τὰ ἑαυτοῦ, ἐὰν ὑπὸ γήρως ἢ ὑπὸ νόσου ἢ ὑπὸ τῶν ἄλλων ἃ καὶ ὑμεῖς ἴστε παρανοήσῃ· κατὰ δὲ τὸ γένος καὶ τὰ τοῦ ὁπωσοῦν διακειμένου ὁ ἐγγύτατα γένους ἀναμφισβητήτως λαμβάνει.

但是,在我们辩称根本未曾立下遗嘱的情况下,在确信立下遗嘱这一事实本身之前,诸位又怎能判定某人立遗嘱时是否精神失常呢?关于依据遗赠提出请求的人,诸位看到要辨明他们所言是否属实是一件多么艰难的事;而关于依据血统提出请求的人,首先根本无需提供证人来证明遗产属于他们(因为所有人都公认死者的财产归最近的亲属所有);其次,不仅有关世系的法律,连有关遗赠的法律也都在帮助亲属。因为倘若因年老、疾病或诸位也知晓的其他原因而神志不清,法律不允许将自己的财产赠予任何人;而依据血统,无论当事人生前处于何种状态,最近的亲属都无可争辩地获得其财产。

§17

χωρὶς δὲ τούτων ταῖς μὲν διαθήκαις διὰ μαρτύρων ὑμᾶς δεῖ πιστεῦσαι, ὑφʼ ὧν ἔνι καὶ ἐξαπατηθῆναι (οὐ γὰρ ἂν ἦσαν ψευδομαρτυρίων ἐπισκήψεις), τῇ δʼ ἀγχιστείᾳ διʼ ὑμῶν αὐτῶν· κατὰ γὰρ τοὺς νόμους οἱ συγγενεῖς ἀμφισβητοῦσιν, οὓς ὑμεῖς ἔθεσθε.

除这些之外,对于遗嘱,诸位必须通过证人来予以相信,而在他们身上完全有可能受骗(否则就不会有对伪证的起诉了);但对于近亲继承权,诸位依据的是诸位自己,因为亲属是根据诸位制定的法律提出诉求的。

§18

πρὸς δὲ τούτοις, ὦ ἄνδρες, εἰ μὲν οἱ κατὰ τὰς διαθήκας ἀμφισβητοῦντες ὁμολογουμένως Νικοστράτῳ ἐπιτήδειοι ὄντες ἐτύγχανον, τὸ μὲν ἀκριβὲς οὐδʼ ἂν οὕτως, ὅμως μέντοι μᾶλλον εἰκὸς ἦν ἀληθεῖς εἶναι δόξειν τὰς διαθήκας· ἤδη γάρ τινες οὐκ εὖ διακείμενοι τοῖς συγγενέσιν ὀθνείους φίλους τῶν πάνυ σφόδρα προσηκόντων περὶ πλείονος ἐποιήσαντο· νῦν δὲ οὔτε συσσίτους οὔτε φίλους οὔτʼ ἐν τάξει τῇ αὐτῇ3 τούτων δʼ ὑμῖν μάρτυρας ἁπάντων παρεσχήμεθα.

此外,陪审员诸位,如果依据遗嘱争夺财产的人恰好是公认与尼科斯特拉托斯亲近的朋友,即便那样仍不能得知确切真相,但遗嘱显得真实的盖然性终究会更大些;因为以往确实有人与亲属关系不睦,而将外姓朋友置于极其亲近的近亲之上。但事实上,他们既不是同席共餐的伙伴,也不是朋友,亦不在同一连队,关于这一切,我们已向诸位提供了证人。

§19

ὃ δὲ μέγιστον, καὶ μάλιστα τῆς Χαριάδου ἀναιδείας καταμαρτυρεῖ, τοῦτο σκέψασθε. ὅπου γὰρ τὸν αὑτὸν ποιησάμενον4 οὔτʼ ἀποθανόντα ἀνείλετο οὔτʼ ἔκαυσεν οὔτε ὠστολόγησεν, ἀλλὰ πάντα τοῖς μηδὲν προσήκουσι παρῆκε ποιῆσαι, πῶς οὐκ 〈ἂν〉 ἀνοσιώτατος εἴη, ὃς τῷ τεθνεῶτι μηδὲν τῶν νομιζομένων ποιήσας τῶν χρημάτων αὐτοῦ κληρονομεῖν ἀξιοῖ;

请考虑这最重大、且最能证实查里阿德斯寡廉鲜耻的一点。收养他的当事人在去世时,他既未收殓遗体,也未予以火化,更未捡拾骨殖,而是任由毫无瓜葛的外人去操办一切;一个对死者未尽任何应有礼仪的人,竟然要求继承其财产,难道不是极不虔敬之徒吗?

§20

ἀλλὰ νὴ Δία ἐπειδὴ τούτων οὐδὲν ἐποίησε, τὴν οὐσίαν τοῦ Νικοστράτου διεχείρισεν; ἀλλὰ καὶ ταῦτα μεμαρτύρηται ὑμῖν, καὶ τὰ πλεῖστα οὐδʼ αὐτὸς ἀρνεῖται. προφάσεις δὲ οἴομαι ἀναγκαίας ἐφʼ ἑκάστας τῶν πράξεων εὑρῆσθαι· τί γὰρ ὑπολείπεται τῷ διαρρήδην ὁμολογοῦντι;

或者,指宙斯起誓,既然这些事他一件都没做,难道他掌管了尼科斯特拉托斯的财产吗?然而对此诸位也听取了证言,且其中大部分他本人也并不否认。但我料想他为自己的每一项行径都找到了迫不得已的借口;因为对于公开承认事实之人,除了找借口还剩下什么呢?

§21

σαφῶς μὲν οὖν ἴστε, ὦ ἄνδρες, ὅτι οὗτοι οὐ δικαίως τῶν Νικοστράτου ἐφίενται, ἀλλὰ βούλονται μὲν ὑμᾶς ἐξαπατῆσαι, τουτουσὶ δὲ συγγενεῖς ὄντας ἐκείνου, ἃ οἱ νόμοι ἔδοσαν αὐτοῖς, ἀποστερῆσαι. οὐ μόνος δὲ Χαριάδης τοῦτο πεποίηκεν, ἀλλὰ καὶ ἄλλοι πολλοὶ ἤδη τῶν ἐν τῇ ὑπερορίᾳ ἀποθνῃσκόντων οὐδὲ γιγνώσκοντες ἐνίους τῆς οὐσίας ἠμφισβήτησαν· ἐνθυμοῦνται γὰρ ὅτι κατορθώσασι μὲν 〈ἔσται〉 τὰ ἀλλότρια ἔχειν, διαμαρτοῦσι δὲ μικρὸς ὁ κίνδυνος· μαρτυρεῖν δὲ καὶ τὰ ψευδῆ τινες ἐθέλουσιν, οἱ δʼ ἔλεγχοι περὶ ἀφανῶν. συνελόντι5 πολὺ τὸ διαφέρον κατὰ γένος ἢ κατὰ δόσιν ἀμφισβητεῖν. ἀλλʼ ὑμᾶς χρή, ὦ ἄνδρες, πρῶτον μὲν τὰς διαθήκας σκοπεῖν, εἰ δοκοῦσι γενέσθαι· τοῦτο γὰρ οἵ τε νόμοι 〈ὑφ〉ηγοῦνται καὶ δικαιότατόν ἐστι.

因此诸位要清楚知道,陪审员诸位,这些人并非正当地觊觎尼科斯特拉托斯的财产,而是企图蒙骗诸位,剥夺法律赋予这些亲属的权益。而且查里阿德斯并非唯一这样做的人,以往还有许多人趁着客死异乡者亡故之际,甚至在根本不认识对方的情况下就去争夺其遗产;因为他们盘算着,一旦得手便可占有他人的财产,倘若落空风险也很微小;而且有人甚至乐于作伪证,盘问所涉及的又是死无对证之事。简而言之,依血统争夺与依遗赠争夺有着天壤之别。然而,陪审员诸位,诸位首先须考察遗嘱本身,看其是否看似真实成立;因为这既是法律所指引的,也是最符合正义的。

§23

μὴ σαφῶς δὲ μήτʼ αὐτοὺς τὴν ἀλήθειαν εἰδότας, μήτε τῶν μαρτύρων τοῦ τελευτήσαντος ἐπιτηδείων ὄντων, ἀλλὰ Χαριάδου τοῦ τἀλλότρια βουλομένου λαβεῖν, τί ἂν εἴη δικαιότερον ἢ τοῖς συγγενέσι τὰ τοῦ συγγενοῦς ψηφίζεσθαι; καὶ γὰρ εἴ τι οἵδε ἔπαθον, οὐδενὶ ἂν ἄλλῳ ἢ Νικοστράτῳ τὰ τούτων ἐγένετο· κατὰ γὰρ τὸ αὐτὸ γένος ἂν ἠμφισβήτει, ἀνεψιὸς ὢν αὐτοῖς ἐκ πατραδέλφων.

在诸位自己并不确切知晓真相,而证人又非死者生前的密友、而是妄图夺取他人财产的查里阿德斯之同伙的情况下,将亲属的财产判归亲属,还有什么比这更公正的呢?因为如果这几位发生了什么不测,他们的财产也不会归于尼科斯特拉托斯以外的任何人;因为他作为他们叔伯所生的堂兄弟,也完全会依同等的血统关系提出继承请求。

语法注5 条
  1. 15ἀντιλεγόντων δʼ ἡμῶν μηδὲ τὸ παράπαν γενέσθαι τὰς διαθήκας

    属格独立结构。承接前文关于立遗嘱时是否精神失常(εἰ μὴ παρανοῶν διέθετο)的议题,提出辩护方根本否定遗嘱存在这一前提事实,为后文的反问(在确信遗嘱事实之前如何能判断神志是否正常)奠定逻辑基础。

  2. 15τοὺς μὲν οὖν κατὰ τὴν δόσιν ἀμφισβητοῦντας

    提前宾格(prolepsis)。逻辑上属于间接疑问从句 εἰ ἀληθῆ λέγουσι 的主语被提前置于主句动词 ὁρᾶτε 的直接宾格位置。与之对比的 τοὺς δὲ κατὰ τὸ γένος 起初作宾格呈现,随后破格转变为了无人称结构 οὐδὲν δεῖ μάρτυρας παρασχέσθαι 的不定式逻辑主语。

  3. 18νῦν δὲ οὔτε συσσίτους οὔτε φίλους οὔτʼ ἐν τάξει τῇ αὐτῇ

    带有分词或动词(如 ὄντας 等)省略的破格结构(anacoluthon)。在列举了一连串宾格短语(“既非同席者,亦非朋友,又不在同连队”)之后,并未补出原先预期的动词搭配,而是直接接上总结性分句 τούτων δʼ ὑμῖν μάρτυρας ἁπάντων παρεσχήμεθα(“关于这一切我们已向诸位出示了证人”)。

  4. 19τὸν αὑτὸν ποιησάμενον

    中动相分词 ποιησάμενον 搭配反身代词宾格 αὑτόν,意为“收养他的人(即养父尼科斯特拉托斯)”。相较于主动态 ποιέω(使、做),中动态 ποιοῦμαι 是在法律上将人收为己子的固定术语(“收养”)。

  5. 22συνελόντι

    关涉与格(dative of reference)的惯用短语,为 συνελόντι εἰπεῖν 省略不定式的表达,意为“简而言之”或“总括来说”,独立充当状语以引出后文对血统诉求与遗赠诉求悬殊差别的总括。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg004.humanitext-grc2:15-23