← 伊塞优斯

论尼科斯特拉托斯的遗产

§0-7

为哈格农辩护并指控查里阿德斯

演说家作为友人哈格农等人的辩护人出庭,指控对手查里阿德斯伪造死者尼科斯特拉托斯的父名,以此在世系与遗嘱两方面蓄意制造混乱并企图侵吞遗产。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§0

Ὑπόθεσις Νικοστράτου ἐν ὑπερορίᾳ τελευτήσαντος, Ἅγνων καὶ Ἁγνόθεος ὡς ὄντες ἀνεψιοὶ ἐκ πατραδέλφου ἀμφισβητοῦσι τοῦ κλήρου πρὸς Χαριάδην, φάσκοντα κληρονόμον αὐτοῦ εἶναι κατὰ δόσιν, ὃ ἔστι κατὰ διαθήκας. Ἰσαῖος οὖν ὁ ῥήτωρ, ὡς συγγενὴς ὢν τῶν περὶ τὸν Ἅγνωνα, λέγει συνηγορῶν αὐτοῖς. ἡ στάσις στοχασμός.

提要 尼科斯特拉托斯死于境外,哈格农与哈格诺特奥斯作为堂兄弟,与声称按遗赠(即遗嘱)为其继承人的查里阿德斯争夺遗产。因此,演说家伊赛奥斯作为哈格农等人的亲族,出庭为他们辩护。本案的争点在于对事实的推测。

§1

ἐπιτήδειοί μοι τυγχάνουσιν, ὦ ἄνδρες, ὄντες Ἅγνων τε οὑτοσὶ καὶ Ἁγνόθεος, καὶ ὁ πατὴρ αὐτῶν ἔτι πρότερον. εἰκὸς οὖν μοι δοκεῖ εἶναι, ὡς ἂν οἷός τε ὦ, συνειπεῖν αὐτοῖς. περὶ μὲν οὖν τῶν ἐν τῇ ὑπερορίᾳ πραχθέντων [ὡς] οὔτε μάρτυρας ἐξευρεῖν οἷόν τε, οὔτε τοὺς ἀντιδίκους, ἐάν τι ψεύδωνται, ἐλέγχειν ῥᾴδιον, διὰ τὸ μηδέτερον τούτων ἐκεῖσε ἀφῖχθαι· τὰ δὲ ἐνθάδε [μοι] συμβεβηκότα δοκεῖ μοι ὑμῖν ἱκανὰ γενέσθαι ἂν τεκμήρια,1 ὅτι ἅπαντες οἱ κατὰ τὴν δόσιν τῶν Νικοστράτου ἀμφισβητοῦντες ἐξαπατῆσαι ὑμᾶς βούλονται.

陪审员诸位,这里的哈格农与哈格诺特奥斯,以及更早以前他们的父亲,恰好都是我的好友。因此,在我力所能及的范围内为他们助辩,在我看来是理所应当的。 关于在境外发生的事,因为他们两人都未曾前往该地,既不可能找到证人,如果在对方说谎时,也难以对其进行反驳;但在本地发生的这些事情,在我看来足以向诸位提供充分的证据,表明所有按遗赠来争夺尼科斯特拉托斯遗产的人,都企图欺骗诸位。

§2

πρῶτον μὲν οὖν, ὦ ἄνδρες, περὶ τῆς τῶν ὀνομάτων ἐπιγραφῆς ἄξιόν ἐστιν ἐξετάσαι, καὶ σκέψασθαι ὁπότεροι ἁπλούστερον καὶ κατὰ φύσιν μᾶλλον τὰς λήξεις ἐποιήσαντο. Ἅγνων μὲν γὰρ οὑτοσὶ καὶ Ἁγνόθεος Θρασυμάχου ἐπεγράψαντο τὸν Νικόστρατον, καὶ ἑαυτοὺς ἐκείνῳ ἀνεψιοὺς ἀποφαίνουσι, καὶ τούτων μάρτυρας παρέχονται· Χαριάδης δὲ καὶ οἱ συνδικοῦντες αὐτῷ Σμίκρου μὲν πατρὸς εἶναί φασι τὸν Νικόστρατον, ἀμφισβητοῦσι δὲ τοῦ Θρασυμάχου ὑοῦ κλήρου. καὶ οἵδε μὲν οὐδὲν προσποιοῦνται ἐκείνου τοῦ ὀνόματος οὔτε γιγνώσκειν οὔτε προσήκειν αὑτοῖς· φασὶ μὲν οὖν εἶναι Θρασυμάχου Νικόστρατον, τούτου δὲ ὁμοίως τῆς οὐσίας ἀμφισβητοῦσι.

首先,陪审员诸位,值得审查的是名册的登记方式,并考察哪一方的诉讼登记更为简明且更合乎自然。因为这里的哈格农与哈格诺特奥斯将死者登记为斯拉叙马科斯之子尼科斯特拉托斯,证明他们自己是其堂兄弟,并为此提供了证人;而查里阿德斯及其共同诉讼人声称尼科斯特拉托斯是以斯米克罗斯为父,却又争夺斯拉叙马科斯之子的遗产。这两位当事人丝毫不假装知道那个名字〔斯米克罗斯〕,也不假装它与自己有任何关系;相反,他们说尼科斯特拉托斯是斯拉叙马科斯之子,并同样争夺这人的财产。

§4

καὶ εἰ μὲν τὸ ὄνομα πατρόθεν τὸ αὐτὸ ὡμολόγουν εἶναι τοῦ Νικοστράτου, περὶ δὲ τοῦ κλήρου μόνου διεφέροντο, οὐδὲν ἂν ἔδει ὑμᾶς σκέψασθαι ἀλλʼ 〈ἢ〉 εἴ τι διέθετο2 ἐκεῖνος ὁ Νικόστρατος, ὃν ἀμφότεροι ὡμολόγουν· νῦν δὲ πῶς οἷόν τε τῷ ἀνδρὶ δύο πατέρας ἐπιγράψασθαι; τοῦτο γὰρ Χαριάδης πεποίηκεν· αὐτός τε γὰρ ἔλαχε 〈τῶν〉 τοῦ Σμίκρου Νικοστράτου, τούτοις τε 〈τῶν〉 τοῦ Θρασυμάχου λαχοῦσι παρακατέβαλεν ὡς τὸν αὐτὸν ὄντα.3

如果他们承认尼科斯特拉托斯的父名相同,而仅在遗产问题上存在分歧,那么诸位除了考察双方都承认的那个尼科斯特拉托斯是否立下了某种遗嘱之外,就无须再考察任何事了;但现在,一个人怎么可能被登记上两个父亲呢?因为这正是查里阿德斯所做的事:他自己申领了斯米克罗斯之子尼科斯特拉托斯的遗产,而在这两名当事人申领斯拉叙马科斯之子的遗产时,他又以死者系同一人为由缴纳了反索押金。

§5

ἔστι μὲν οὖν ἅπαντα ταῦτα ἐπήρεια καὶ παρασκευή. ἡγοῦνται γὰρ τούτους, ἁπλοῦ μὲν ὄντος τοῦ πράγματος καὶ μηδεμιᾶς αὐτοῖς ταραχῆς ἐγγιγνομένης, οὐ χαλεπῶς ἐπιδείξειν ὅτι οὐδὲν Νικόστρατος διέθετο· ἐὰν δὲ μὴ τὸν πατέρα τὸν αὐτὸν εἶναι φῶσι, τοῦ δὲ κλήρου μηδὲν ἧττον ἀμφισβητῶσιν, ἀκριβῶς ἴσασιν ὅτι πλείονι λόγῳ εἰπεῖν τουτουσὶ δεήσει ὡς Νικόστρατος Θρασυμάχου ἦν ἢ ὡς οὐδὲν διέθετο.

这一切全都是蓄意刁难和预先设下的圈套。因为他们认为,如果案情简单明了且未给这些当事人造成任何混乱,他们将不难证明尼科斯特拉托斯未曾立下任何遗嘱;但如果他们坚称父亲不是同一个人,却依然争夺遗产,他们确切地知道,这些当事人就必须用比论证他未曾立下遗嘱更多的篇幅,去论证尼科斯特拉托斯是斯拉叙马科斯之子。

§6

ἔτι δὲ καὶ ὁμολογοῦντες Θρασυμάχου μὲν εἶναι τὸν Νικόστρατον οὐκ ἂν εἶχον ἐξελέγξαι τούσδε ὡς οὐκ εἰσὶν ἐκείνῳ ἀνεψιοί· ἄλλον δὲ πατέρα τῷ τεθνεῶτι κατασκευάζοντες οὐ μόνον περὶ τῶν διαθηκῶν ἀλλὰ καὶ περὶ τοῦ γένους λόγον ἐμβεβλήκασιν.

再者,如果他们承认尼科斯特拉托斯是斯拉叙马科斯之子,他们就无法反驳这两位当事人是其堂兄弟的事实;但他们给死者虚构了另一个父亲,从而不仅在遗嘱上,而且在世系上也制造了争端。

§7

οὐκ ἐκ τούτων δὲ μόνον γνοίητʼ ἂν ὅτι ἀλλότριοί τινες εἰσιν οἱ ταῦτα ἐπὶ τουτουσὶ ἐπάγοντες, ἀλλὰ καὶ ἐκ τῶν κατʼ ἀρχὰς γεγενημένων. τίς γὰρ οὐκ ἀπεκείρατο, ἐπειδὴ τὼ δύο ταλάντω ἐξ Ἀκῆς ἠλθέτην; ἢ τίς οὐ μέλαν ἱμάτιον ἐφόρησεν, ὡς διὰ τὸ πένθος κληρονομήσων4 τῆς οὐσίας; ἢ πόσοι συγγενεῖς καὶ ὑεῖς κατὰ δόσιν προσεποιήσαντο τῶν Νικοστράτου;

诸位不仅可以从这些事实看出将这些诉讼强加给这两人的是一些毫不相干的局外人,而且还可以从一开始发生的事情中看出来。当两塔兰同从阿凯运抵时,有谁没有剪掉头发呢?或者有谁没有穿上黑袍,仿佛要借着服丧来继承财产一样?又有多少亲属和按遗赠收养的儿子声称尼科斯特拉托斯的财产归自己所有呢?

语法注4 条
  1. 1δοκεῖ μοι ὑμῖν ἱκανὰ γενέσθαι ἂν τεκμήρια

    不定词 γενέσθαι 与 ἄν 连用,在 δοκεῖ 引出的间接引语中表示潜能(相当于直接引语中的 ἱκανὰ ἂν γένοιτο,“或可成为充分的证据”)。其逻辑主语是前面的名词化分词短语 τὰ δὲ ἐνθάδε συμβεβηκότα。

  2. 4ἀλλʼ 〈ἢ〉 εἴ τι διέθετο

    短语 ἀλλʼ ἤ 为固定习语,意为“除……之外”,与前面的否定词 οὐδέν 相应,引出间接疑问从句 εἴ τι διέθετο(“除了……是否立下了某种遗赠之外”)。

  3. 4παρακατέβαλεν ὡς τὸν αὐτὸν ὄντα

    动词 παρακαταβάλλειν 是雅典法律术语,指对有争议的继承权提出对立请求时缴纳的法定反索保证金。ὡς τὸν αὐτὸν ὄντα 是带有 ὡς 的宾格分词短语,表示对方提出的借口或声称,即指所主张的两个尼科斯特拉托斯实为“同一个人”。

  4. 7ὡς διὰ τὸ πένθος κληρονομήσων

    连词 ὡς 与将来时分词 κληρονομήσων 连用,表示宣称的意图或外在的借口(“仿佛要借着服丧来继承财产”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg004.humanitext-grc2:0-7