← 伊塞优斯

论尼科斯特拉托斯的遗产

§24-31

品行对比与判归亲属的呼吁

演说者指出,即便按对方所称存在其他亲属,将财产判给作为近亲的青年对那些亲属而言也更有利;进而对比了恪尽公民职责、品行端正的青年与犯有重罪潜逃、毫无贡献的查里阿德斯,最终请求陪审员恪守誓言与法律,作出公正判决以结束全篇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24

μὰ Δίʼ ἀλλʼ οὐκ ἔστιν1 ὁ Ἅγνων οὐδʼ ὁ Ἁγνόθεος τοῦ Νικοστράτου συγγενής, ὡς οἱ ἀντίδικοί φασιν, ἀλλʼ ἕτεροι. ἔπειτα τῷ μὲν κατὰ τὴν δόσιν τοῦ κλήρου λαχόντι μαρτυροῦσιν, αὐτοὶ δὲ κατὰ τὸ γένος οὐκ ἀμφισβητήσουσιν; οὐ γὰρ εἰς τοῦτό γε ἀνοίας ἥκουσιν ὥστε πιστεύσαντες ταῖς διαθήκαις οὕτω ῥᾳδίως τοσούτων χρημάτων ἀφίστανται. ἀλλὰ μὴν καὶ ἐξ ὧν αὐτοὶ οὗτοι λέγουσι, τούσδε τοῖς συγγενέσιν αὐτοῖς ἐπιδικάσασθαι συμφέρει τῶν Νικοστράτου μᾶλλον ἢ Χαριάδην.2

指宙斯起誓,难道正如对方所言,哈格农和哈格诺特奥斯并不是尼科斯特拉托斯的亲属,其他人才是吗?那么,那些人是为依遗赠请求遗产分配的人作证,而自己却不依血统提出争夺吗?因为他们还不至于愚蠢到盲信遗嘱而如此轻易放弃这么一大笔财富的地步。不仅如此,恰恰根据这些人自己所说的话,由这几位年轻人获得尼科斯特拉托斯财产的判决,比起判给查里阿德斯来,对那些亲属自身而言也是更有利的。

§25

εἰς γὰρ τὸν λοιπὸν χρόνον, εἰ μὲν οἵδε κατὰ τὸ γένος ἀμφισβητοῦντες λήψονται τὸν κλῆρον, ἐξέσται καὶ τούτοις, ὁπόταν βούλωνται, κατὰ τὸ γένος λαχοῦσιν ἐπιδεῖξαι ὑμῖν ὡς αὐτοὶ ἐγγυτέρω ἦσαν τοῦ Νικοστράτου, καὶ ὡς Σμίκρου ἦν καὶ οὐ Θρασυμάχου· ἐὰν δὲ Χαριάδης αὐτῶν κληρονομήσῃ, οὐκ ἔσται οὐδενὶ συγγενεῖ ἐπὶ τὰ Νικοστράτου ἐλθεῖν. κατὰ δόσιν γὰρ ἔχοντος τοῦ ἐπιδεδικασμένου,3 τί φανοῦνται λέγοντες οἱ κατὰ [τὸ] γένος λαγχάνοντες;

因为在未来,如果这几位依血统争夺而获得了遗产,那些亲属无论何时只要愿意,也可以依血统提出诉求,向诸位证明他们与尼科斯特拉托斯的关系更近,并且证明他是斯米克罗斯的儿子而不是斯拉西马霍斯的儿子;但如果查里阿德斯继承了这份遗产,就没有任何亲属能够再去追索尼科斯特拉托斯的财产了。因为当受裁定者依遗赠持有财产时,依血统提出诉求的人还能说出什么有意义的道理呢?

§26

ὅπερ ἂν οὖν καὶ ὑμῶν ἕκαστος ἀξιώσειε, τοῦτο καὶ τουτοισὶ τοῖς νεανίσκοις βεβαιώσατε. παρέσχοντο δʼ ὑμῖν μάρτυρας πρῶτον μὲν ὡς ἀνεψιοί εἰσιν ἐκ πατραδέλφων Νικοστράτου, ἔπειτα δὲ ὡς οὐδεπώποτε ἐκείνῳ διάφοροι ἦσαν, ἔτι δὲ καὶ ὡς ἔθαψαν Νικόστρατον, πρὸς δὲ τούτοις ὡς Χαριάδης οὑτοσὶ οὐδαμῶς οὔτʼ ἐνθάδε οὔτʼ ἐπὶ στρατεύματι ἐχρῆτο Νικοστράτῳ, ἔτι δὲ καὶ τὴν κοινωνίαν, ᾗ μάλισθʼ οὗτος ἰσχυρίζεται, ψευδῆ οὖσαν.

因此,诸位中的每一个人若是处于同样境地也会为自己所要求的权利,请也为这几位年轻人予以确认。他们已向诸位提供了证人,首先证明他们是尼科斯特拉托斯叔父一系的堂兄弟,其次证明他们与死者从未交恶,再者证明是他们安葬了尼科斯特拉托斯;此外还证明,这个查里阿德斯无论在本土还是在军队中都决未与尼科斯特拉托斯有深交,并且他最为依赖的所谓合伙关系也是虚假的。

§27

καὶ ἄνευ τούτων, ὦ ἄνδρες, ἄξιον ὑμῖν ἐξετάσαι ἑκατέρους αὐτῶν οἷοί εἰσι. Θράσιππος μὲν γὰρ ὁ Ἅγνωνος καὶ Ἁγνοθέου πατὴρ ἤδη τι καὶ ἐλῃτούργησεν ὑμῖν καὶ εἰσήνεγκε, καὶ ἄλλως σπουδαῖος ἦν πολίτης· αὐτοὶ δὲ οὗτοι οὔτε ἀποδεδημήκασιν οὐδαμοῖ πώποτε, ὅποι ἂν μὴ ὑμεῖς προστάξητε, οὔτʼ ἐνθάδε μένοντες ἄχρηστοί εἰσι τῇ πόλει, ἀλλὰ καὶ στρατεύονται καὶ εἰσφέρουσι καὶ τἆλλα πάντα ποιοῦσι τὰ προσταττόμενα καὶ αὑτούς (ὡς πάντες ἴσασι) κοσμίους παρέχουσιν, ὥστε πολὺ μᾶλλον τούτους προσήκει κατὰ δόσιν τῶν χρημάτων τῶν Νικοστράτου ἢ Χαριάδην ἀμφισβητεῖν. οὗτος γάρ, ὅτʼ ἐπεδήμει ἐνθάδε, πρῶτον μὲν εἰς τὸ δεσμωτήριον ὡς κλέπτης ὢν ἐπʼ αὐτοφώρῳ ἀπήχθη, τότε δὲ ἀφεθεὶς μεθʼ ἑτέρων τινῶν ὑπὸ τῶν ἕνδεκα, οὓς δημοσίᾳ ἅπαντας ὑμεῖς ἀπεκτείνατε, πάλιν ἀπογραφεὶς εἰς τὴν βουλὴν κακουργῶν, ὑποχωρῶν ᾤχετο καὶ οὐχ ὑπήκουσεν, ἀλλʼ ἀπʼ ἐκείνου ἑπτακαίδεκα ἐτῶν Ἀθήναζε οὐκ ἀφίκετο, πλὴν ἐπειδὴ Νικόστρατος ἀπέθανε. καὶ ὑπὲρ μὲν ὑμῶν οὔτε στρατείαν οὐδεμίαν ἐστράτευται οὔτε εἰσφορὰν οὐδεμίαν εἰσενήνοχε, πλὴν εἴ τι ἄρα ἐξ ὅτου τῶν Νικοστράτου ἠμφισβήτησεν, οὔτʼ ἄλλʼ οὐδὲν ὑμῖν λελῃτούργηκεν. ἔπειτα τοιοῦτος ὢν οὐκ ἀγαπᾷ εἰ μὴ τῶν ἡμαρτημένων δίκην δώσει,4 ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἀμφισβητεῖ.

除此之外,陪审员诸位,诸位也应当考察双方各自是怎样的人。哈格农和哈格诺特奥斯的父亲斯拉西波斯不仅曾为诸位承担过公益捐助,缴纳过战争特别税,在其他方面也是一位出色的公民;而这两位年轻人自身,除了诸位命令前往的地方外从未出过远门,留在此地也绝非对城邦无益,而是服兵役、纳财产税、履行一切受指派的义务,并且(正如人人皆知的)保持着恭谨有礼,因此比起查里阿德斯,由他们依遗赠来要求获得尼科斯特拉托斯的财产要合适得多。因为此人在此居住期间,首先曾作为现行盗贼被押解入狱;当时他与若干其他人虽被十一人委员会释放——诸位已将那十一人公审处决——但他再度作为犯罪分子被告发至议事会时,便畏罪潜逃而不敢出庭,自那以后的十七年间,除了在尼科斯特拉托斯死后之外,他从未回过雅典。他未曾为诸位服过一次兵役,未缴纳过一分财产税(除非自他争夺尼科斯特拉托斯财产以来或许缴纳过一些),也未为诸位承担过任何其他公益奉献。然而身为如此之徒,他不仅不为免遭恶行应得的惩处而感到庆幸,反而还企图争夺他人的财产。

§30

εἰ μὲν οὖν οἵδε φιλοπράγμονες ἢ ἄλλοις ὅμοιοι πολίταις ἦσαν, ἴσως ἂν οὐ περὶ τῶν Νικοστράτου χρημάτων ἠμφισβήτει, ἀλλʼ ὑπὲρ τοῦ σώματος ἠγωνίζετο·5 νῦν δʼ, ὦ ἄνδρες δικασταί, τοῦτον μὲν ἄλλος, ἐάν τις βούληται, τιμωρήσεται, τουτοισὶ δʼ ὑμεῖς βοηθήσατε, καὶ μὴ περὶ πλείονος ποιήσησθε τοὺς ἀδίκως τἀλλότρια ἔχειν βουλομένους ἢ τοὺς γένει τῷ τεθνεῶτι προσήκοντας καὶ χωρὶς τούτων ἤδη τι ἐκεῖνον εὐεργετηκότας, ἀλλὰ καὶ τῶν νόμων ἀναμνησθέντες καὶ τῶν ὅρκων οὓς ὠμόσατε, πρὸς δὲ τούτοις καὶ τῶν μαρτυριῶν ἃς ἡμεῖς παρεσχήμεθα, τὰ δίκαια ψηφίσασθε.

如果这几位年轻人是好诉之徒或者像其他某些公民那样,他恐怕不会在为尼科斯特拉托斯的财产争辩,而早已在为自己的性命和人身自由而受审了;但就目前而言,陪审法官诸位,倘若有人愿意,自会由其他人来惩罚他,诸位则应当帮助这几位年轻人,切不可将企图不义地占有他人财产之徒,置于与死者有血缘关系、且除此以外已然对死者有所恩惠的人之上;而是要铭记法律以及诸位所立下的誓言,再加上我们所提供的证言,投下公正的判决之票。

语法注5 条
  1. 24μὰ Δίʼ ἀλλʼ οὐκ ἔστιν

    带有转折小辞的誓词词组 μὰ Δία ἀλλά 构成修辞学上的“预辩/先发制人”(hypophora),用以引出假想的对方反驳(“哈格农等人并非亲属,其他人才是”),并在紧接着的反诘句(ἔπειτα...)中迅速揭露其荒谬与自相矛盾。

  2. 24τούσδε τοῖς συγγενέσιν αὐτοῖς ἐπιδικάσασθαι συμφέρει τῶν Νικοστράτου μᾶλλον ἢ Χαριάδην

    非人称动词 συμφέρει 的骨干结构。不定词 ἐπιδικάσασθαι 带有宾格主语 τούσδε(“由这几位年轻人获得裁决”),与表示利益归属的与格 τοῖς συγγενέσιν αὐτοῖς(“对那些亲属自身而言”)搭配。比较级短语 μᾶλλον ἤ 之后的宾格 Χαριάδην 则与 τούσδε 严格平行,作为省略不定词的对比主语。

  3. 25κατὰ δόσιν γὰρ ἔχοντος τοῦ ἐπιδεδικασμένου

    属格独立结构(genitive absolute)。由实质化的完成时中动态分词 τοῦ ἐπιδεδικασμένου(“获得判决确认之人”,指查里阿德斯)作主语,现在时分词 ἔχοντος 作谓语,表达条件或伴随状况:“当受裁定者依遗赠持有财产时”。

  4. 29οὐκ ἀγαπᾷ εἰ μὴ τῶν ἡμαρτημένων δίκην δώσει

    表示情感的动词 ἀγαπάω(意为“对……感到知足、满意”)后接 εἰ 从句的习惯用法。主句的否定词 οὐκ 与从句内的否定(εἰ μὴ ... δώσει)重叠,字面意思为“若不受惩罚他尚且不知足”,表达“他不仅不因未受罪责惩治而庆幸收敛,反而变本加厉去争夺他人财产”之意。

  5. 30ὑπὲρ τοῦ σώματος ἠγωνίζετο

    雅典司法惯用语,σῶμα 此处并非仅指肉体,而是指“生命或公民权(人身地位)”。ὑπὲρ τοῦ σώματος ἀγωνίζεσθαι 意为“为人身与性命而辩护/受审”,即面临死刑或剥夺公权(atimia)等重刑诉讼。此句位于与事实相反的虚拟条件句(εἰ ... ἦσαν ... ἠγωνίζετο ἄν)中,强调对方本该在为保全性命与人身受审,而非在此争夺遗产。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg004.humanitext-grc2:24-31