← 伊塞优斯

论皮洛斯的遗产

§9-18

缺乏嫁妆诉讼与对方证言的虚假性

演说者指出,若其姐妹确系明媒正娶之妻,理应发生的嫁妆追索诉讼从未发生,并引述前次审理中的证词指明该妇人实为私生活放荡的交际花;进而揭露对方所举唯一的证人皮雷提得斯根本拒绝承认那份以其名义提交的庭外证言笔录。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

ἢ εἰ μὴ ἐκομίζετο, ὁποίαν δίκην σίτου ἢ τῆς προικὸς αὐτῆς1 ἐν εἴκοσιν ἔτεσι τῷ ἔχοντι τὸν κλῆρον δικάσασθαι ἠξίωσεν, ἢ εἴ του ἀνθρώπων ἐναντίον προσῆλθεν ἐγκαλῶν τῷ κληρονόμῳ περὶ τῆς προικὸς τῆς ἀδελφῆς ἐν χρόνῳ τοσούτῳ. περί τε οὖν τούτων ἡδέως ἂν πυθοίμην, ὅ τι ποτʼ ἦν τὸ αἴτιον τοῦ μηδὲν τούτων γεγενῆσθαι περὶ τῆς ἐγγυητῆς (ὡς μεμαρτύρηκεν οὗτος) γυναικός, καὶ πρὸς τούτοις εἴ τις ἄλλος ἐγγυητὴν ἔσχε τὴν τούτου ἀδελφὴν γυναῖκα, ἢ τῶν πρότερον χρησαμένων πρὶν γνῶναι τὸν ἡμέτερον θεῖον αὐτήν, ἢ ὅσοι ἐκείνου γιγνώσκοντος ἐπλησίαζον αὐτῇ, ἢ ὅσοι ὕστερον ἐπλησίαζον τετελευτηκότος ἐκείνου· δῆλον γὰρ ὅτι τὸν αὐτὸν τρόπον ὁ ἀδελφὸς αὐτὴν ἅπασι τοῖς πλησιάζουσιν ἐκδέδωκεν.

或者若是他没有收回,在长达二十年的时间里,他曾向占有该遗产的人提起过何种赡养费诉讼或嫁妆追索诉讼;或者在这么长的时间里,他是否曾在任何人的见证下,前往继承人面前就其姐妹的嫁妆提出过交涉。因此,我很想就这些事探问,对于一位依此人所作证言乃是明媒正娶的妻子而言,究竟是什么原因导致这一切均未发生。此外,我还想问,是否有任何其他人曾以聘娶之妻的身份接纳过此人的姐妹——无论是在我们的舅父结识她之前与她有染的人,还是在他结识她期间与她亲近的人,亦或是他死后与她亲近的人;因为显而易见,她的兄弟是以同样的方式将她提供给所有与她亲近之人的。

§11

περὶ ὧν εἰ δεήσειε καθʼ ἕκαστον διελθεῖν, οὐκ ἂν πάνυ μικρὸν ἔργον γένοιτο. ἐὰν μὲν οὖν ὑμεῖς κελεύητε, περὶ ἐνίων μνησθείην ἂν αὐτῶν· εἰ δέ τισιν ὑμῶν ἀηδὲς ἀκούειν ἐστίν, ὥσπερ ἐμοὶ λέγειν τι περὶ τούτων, αὐτὰς τὰς μαρτυρίας ὑμῖν παρέξομαι τὰς μαρτυρηθείσας ἐν τῇ προτέρᾳ δίκῃ, ὧν οὐδεμιᾷ ἐπισκήψασθαι2 ἠξίωσαν οὗτοι. καίτοι ὅπου κοινὴν αὐτοὶ ὡμολογήκασιν εἶναι τοῦ βουλομένου τὴν γυναῖκα, πῶς ἂν εἰκότως ἡ αὐτὴ γυνὴ ἐγγυητὴ δόξειεν εἶναι;

若是要将这些情由一一详述,绝非一件省事的差事。因此,如果诸位吩咐,我也可以提及其中若干;但如果诸位中有人觉得听闻这些事情令人不快,正如我觉得谈论这些令人不快一样,我将向诸位提供在先前的诉讼中作出的那些证词本身,而对于那些证词,这些人并未认为有必要对其中任何一项提起伪证控告。然而,既然他们自己都承认该妇人是任人求欢的,那么同一妇人又怎能合情合理地被视为聘娶的妻子呢?

§12

ἀλλὰ μὴν ὁπότε μὴ ἐπεσκημμένοι εἰσὶ ταῖς περὶ αὐτοῦ τούτου μαρτυρίαις, ὡμολογηκότες εἰσὶ ταῦτα. ἀκούσαντες δὲ καὶ ὑμεῖς αὐτῶν τῶν μαρτυριῶν, γνώσεσθε ὡς οὗτός τε περιφανῶς τὰ ψευδῆ μεμαρτύρηκε, καὶ ὀρθῶς καὶ κατὰ τοὺς νόμους οἱ δικάσαντες τὴν δίκην ἔγνωσαν τὴν κληρονομίαν μὴ προσήκειν τῇ μὴ ὀρθῶς γεγενημένῃ γυναικί. ἀναγίγνωσκε. σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ.3

再者,既然他们未就涉及这一事实的证词提起伪证控告,他们便是承认了这些事实。诸位在听取了这些证词本身之后,也会明白此人显然作了伪证,而审理该案的裁判官们正当且合法地裁定该遗产不属于非婚生之女。朗读吧。你,暂止漏壶之水。

§13

Μαρτυρία〈ι〉ὡς μὲν ἑταίρα ἦν τῷ βουλομένῳ καὶ οὐ γυνὴ τοῦ ἡμετέρου θείου, ἣν οὗτος ἐγγυῆσαι ἐκείνῳ μεμαρτύρηκεν, ὑπὸ τῶν ἄλλων οἰκείων καὶ ὑπὸ τῶν γειτόνων τῶν ἐκείνου μεμαρτύρηται πρὸς ὑμᾶς· οἳ μάχας καὶ κώμους καὶ ἀσέλγειαν πολλήν, ὁπότε ἡ τούτου ἀδελφὴ εἴη παρʼ αὐτῷ, μεμαρτυρήκασι γίγνεσθαι περὶ αὐτῆς.

证词 此人作证说许配给我们舅父的那个妇人,实际上是任人求欢的交际花而非舅父的妻子,这一点已由我们舅父的其他亲属以及他的邻人向诸位作证;他们作证说,每当此人的姐妹在舅父家时,因她而引发了斗殴、醉闹与诸般放肆。

§14

καίτοι οὐ δή πού γε ἐπὶ γαμετὰς γυναῖκας οὐδεὶς ἂν κωμάζειν τολμήσειεν· οὐδὲ αἱ γαμεταὶ γυναῖκες ἔρχονται μετὰ τῶν ἀνδρῶν ἐπὶ τὰ δεῖπνα, οὐδὲ συνδειπνεῖν ἀξιοῦσι μετὰ τῶν ἀλλοτρίων, καὶ ταῦτα μετὰ τῶν ἐπιτυχόντων. ἀλλὰ μὴν τῶν γε μεμαρτυρηκότων οὐδενὶ ἐπισκήψασθαι οὗτοι ἠξίωσαν. καὶ ὡς ἀληθῆ λέγω, ἀναγίγνωσκε πάλιν αὐτοῖς τὴν μαρτυρίαν.

然而,想必绝无任何人敢于冲着明媒正娶的妇人去醉闹狂饮;已婚妇人既不会同丈夫一道赴宴,也不会认为与外人——而且还是萍水相逢之人——共进晚餐是体面的事。然而,对于那些作证的人,这些人却未认为有必要控告他们任何人作伪证。为了表明我所言非虚,请再次向他们〔陪审员们〕朗读证词。

§15

Μαρτυρία ἀνάγνωθι δὴ καὶ τὰς περὶ τῶν πλησιασάντων αὐτῇ μαρτυρίας, ἵνα εἰδῶσιν ὅτι ἑταίρα τε ἦν τοῦ βουλομένου, καὶ ὅτι οὐδʼ ἐξ ἑνὸς ἄλλου φαίνεται τεκοῦσα. ἀναγίγνωσκε αὐτοῖς.

证词 现在也请朗读有关曾与她亲近之人的证词,以便让他们〔陪审员们〕知晓,她是一个任人求欢的交际花,而且未见她为任何其他人生育过子女。请朗读给他们听。

§16

Μαρτυρία〈ι〉ὡς μὲν τοίνυν ἦν κοινὴ τῷ βουλομένῳ, ἣν οὗτος ἐγγυῆσαι τῷ ἡμετέρῳ θείῳ μεμαρτύρηκε, μνημονεύειν χρὴ ὑφʼ ὅσων ὑμῖν μεμαρτύρηται, καὶ ὅτι οὐδενὶ ἄλλῳ ἐγγυηθεῖσα οὐδὲ συνοικήσασα φαίνεται· σκεψώμεθα δὲ καὶ ἐξ ὧν ἄν τις ὑπονοήσειεν ἐγγύην γενέσθαι τοιαύτης γυναικός, εἰ ἄρα καὶ τῷ ἡμετέρῳ θείῳ τοιοῦτόν τι συμβέβηκεν.

证词 由此可见,此人作证说许配给我们舅父的那个妇人是任人求欢的,诸位应当记住已有多少人向诸位作了证明,并且未见她曾被许配给任何其他人或与他人同居。不过,我们也不妨考查一下,人们凭什么会推测对这样的妇人进行了聘娶,看是否我们舅父身上也确曾发生过此类事情。

§17

ἤδη γάρ τινες νέοι ἄνθρωποι ἐπιθυμήσαντες τοιούτων γυναικῶν, καὶ ἀκρατῶς ἔχοντες αὑτῶν, ἐπείσθησαν ὑπʼ ἀνοίας εἰς αὑτοὺς τοιοῦτόν τι ἐξαμαρτεῖν. πόθεν οὖν ἄν τις σαφέστερον γνοίη περὶ τούτων, ἢ ἔκ τε τῶν μαρτυριῶν τῶν τούτοις μεμαρτυρημένων ἐν τῇ προτέρᾳ δίκῃ καὶ ἐκ τῶν εἰκότων τῶν περὶ αὐτὸ τὸ πρᾶγμα σκεψάμενος;

因为此前确有一些年轻人,因对这类妇人产生情欲且无法自持,因愚昧而被人说动,对自己做出了这类糊涂事。那么,除了考查在前一次诉讼中为他们所作的证词,以及从事情本身的常理推断之外,人们还能从何处更清楚地查明这些情况呢?

§18

ἐνθυμεῖσθε δὲ τὴν ἀναίδειαν ὧν λέγουσιν. ὁ μὲν γὰρ ἐγγυᾶν μέλλων εἰς τὸν τριτάλαντον οἶκον, ὥς φησι, τὴν ἀδελφήν, διαπραττόμενος τηλικαῦτα ἕνα μάρτυρα παρεῖναι αὑτῷ Πυρετίδην προσεποιήσατο, καὶ τούτου ἐκμαρτυρίαν4 ἐπʼ ἐκείνῃ τῇ δίκῃ παρέσχοντο οὗτοι· ἣν Πυρετίδης οὐκ ἀναδέδεκται αὐτοῖς, οὐδὲ ὁμολογεῖ μαρτυρῆσαι οὐδὲ εἰδέναι τούτων ἀληθὲς ὂν οὐδέν.

请诸位想一想他们所言是何等无耻。因为正如他所声称的,一个打算将自己的姐妹许配给拥有三塔兰同家产之人的人,在经办如此重大之事时,却伪称只有皮雷提得斯一人在场作证,而且这些人在那场诉讼中出示了他的庭外证言笔录;然而皮雷提得斯并未为他们追认该笔录,既不承认自己作过证,也不承认知晓其中有任何属实之事。

语法注4 条
  1. 9ὁποίαν δίκην σίτου ἢ τῆς προικὸς αὐτῆς

    指雅典法律中追索嫁妆的两种诉讼程序。δίκη σίτου(赡养费之诉)系在丈夫去世或离婚后、嫁妆本金返还前,追索相当于嫁妆法定利息(通常年息18%)的扶养费诉讼;而 δίκη προικός 则为直接追讨嫁妆本金的诉讼。在此二者作为修饰 δίκην(受间接疑问形容词 ὁποίαν 限定)的属格并列出现。

  2. 11ἐπισκήψασθαι

    雅典法律术语,指对证人的伪证正式提出异议并启动伪证追诉程序(ἐπίσκηψις),进而提起伪证之诉(δίκη ψευδομαρτυριῶν)。该中动体不定词带与格补足语(ὧν οὐδεμιᾷ, οὐδενί),意为“对……提起伪证控告”。

  3. 12ἐπίλαβε τὸ ὕδωρ

    法庭上对掌管水钟(滴漏)的公职人员发出的惯用指令。雅典法庭通过漏壶计量诉讼人的发言时间,但当法庭书记员宣读证词或法律条文等书证材料时,计时水流暂停,故有“止水”之命令。

  4. 18ἐκμαρτυρίαν

    雅典法律术语,指因患病、年迈或身在外地等正当理由无法亲自出庭的证人,在第三人见证下于庭外预先记录的书面证词(“庭外证言笔录”)。在随后的关系从句(ἣν Πυρετίδης οὐκ ἀναδέδεκται αὐτοῖς)中,演说者指出该名义证人皮雷提得斯本人拒绝追认(ἀναδέχομαι)该证言笔录。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg003.humanitext-grc2:9-18