← 伊塞优斯

论皮洛斯的遗产

§0-8

诉讼缘由与尼科德莫斯的伪证

演说者叙述了在保有皮洛斯遗产数十年的养子恩迪奥斯死后,色诺克利斯等人为菲莱捏造婚生身份所作的申述在先前诉讼中败诉的经过,并宣布将就尼科德莫斯的伪证展开讯问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§0

Ὑπόθεσις Πύρρου τὸν ἕτερον 〈τῶν〉 τῆς ἀδελφῆς υἱῶν υἱοποιησαμένου Ἔνδιον, καὶ τούτου πλέον ἢ εἴκοσιν ἔτη τὸν κλῆρον κατασχόντος, εἶτα ἀποθανόντος, Ξενοκλῆς λαχὼν τῶν χρημάτων ὑπὲρ Φίλης, τῆς ἑαυτοῦ γυναικός, διεμαρτύρησεν εἶναι αὐτὴν γνησίαν Πύρρου θυγατέρα, ἀμφισβητούσης τοῦ κλήρου τῆς Ἐνδίου μητρός· καὶ ἑάλω ψευδομαρτυριῶν, Νικοδήμου καὶ αὐτοῦ μαρτυρήσαντος ἐγγυῆσαι Πύρρῳ τὴν ἀδελφὴν κατὰ τοὺς νόμους, ἐξ ἧς γεγονέναι τὴν Φίλην. ὁ Ἐνδίου δὲ ἀδελφὸς νόθην εἶναί φησιν, ἐξ ἑταίρας Πύρρῳ γενομένην, καὶ οὕτως ὑπὸ Ἐνδίου ἐκδοθῆναι Ξενοκλεῖ. ἡ στάσις στοχασμός, τὸ δὲ ἔγκλημα ψευδομαρτυριῶν κατὰ τοῦ Νικοδήμου.

提要 皮洛斯收养了其姐妹的儿子之一恩迪奥斯为养子。恩迪奥斯保有这份遗产二十余年后去世,色诺克利斯代表自己的妻子菲莱对该财产提出申索,并在恩迪奥斯的母亲争夺遗产之际,作正式申述称菲莱是皮洛斯的合法婚生女儿。色诺克利斯因作伪证而被定罪,尼科德莫斯本人也曾作证称自己依法将姐妹许配给皮洛斯,菲莱正是由她所生。而恩迪奥斯的兄弟则主张菲莱是私生女,是皮洛斯与一名交际花所生,因此才由恩迪奥斯将其嫁给色诺克利斯。本案争点在于事实推定,控罪则是针对尼科德莫斯的伪证罪。

§1

ἄνδρες δικασταί, ὁ ἀδελφὸς τῆς μητρὸς τῆς ἐμῆς Πύρρος, ἄπαις ὢν γνησίων παίδων, ἐποιήσατο Ἔνδιον τὸν ἀδελφὸν τὸν ἐμὸν ὑὸν ἑαυτῷ· ὃς κληρονόμος ὢν τῶν ἐκείνου ἐπεβίω πλείω ἔτη ἢ εἴκοσι, καὶ ἐν χρόνῳ τοσούτῳ ἔχοντος ἐκείνου τὸν κλῆρον οὐδεὶς πώποτε προσεποιήσατο οὐδʼ ἠμφισβήτησε τῆς κληρονομίας ἐκείνῳ.

陪审官诸位,我母亲的兄弟皮洛斯由于没有合法的子嗣,便收养了我的兄弟恩迪奥斯为自己的儿子。恩迪奥斯作为其遗产的继承人,比他多活了二十多年;在这么长的时间里,在他占有该遗产期间,从未有任何人主张过所有权,也从未有人同他争夺过这份遗产。

§2

τελευτήσαντος δὲ τοῦ ἀδελφοῦ πέρυσιν, ὑπερβᾶσα τὸν τελευταῖον κληρονόμον, γνησία θυγάτηρ τοῦ ἡμετέρου θείου ἥκει φάσκουσα εἶναι Φίλη, καὶ κύριος Ξενοκλῆς Κόπρειος τοῦ Πύρρου κλήρου λαχεῖν τὴν λῆξιν ἠξίωσεν, ὃς τετελεύτηκε πλείω ἢ εἴκοσιν ἔτη,1 τρία τάλαντα τίμημα τῷ κλήρῳ ἐπιγραψάμενος.

然而,在我的兄弟于去年去世之后,菲莱绕过最后一位继承人,出面声称自己是我们舅父的合法婚生女儿;而来自科普罗斯区的色诺克利斯作为她的法定监护人,竟然妄图就已去世二十余年的皮洛斯的遗产提起索赔申诉,并将该遗产的估价定为三塔兰同。

§3

ἀμφισβητούσης δὲ τῆς μητρὸς τῆς ἡμετέρας, ἀδελφῆς δὲ τοῦ Πύρρου, ὁ κύριος τῆς εἰληχυίας τοῦ κλήρου γυναικὸς ἐτόλμησε διαμαρτυρῆσαι μὴ ἐπίδικον τῇ ἡμετέρᾳ μητρὶ τὸν τοῦ ἀδελφοῦ κλῆρον εἶναι,2 ὡς οὔσης γνησίας θυγατρὸς Πύρρῳ, οὗ ἦν ἐξ ἀρχῆς ὁ κλῆρος. ἐπισκηψάμενοι δὲ ἡμεῖς, καὶ εἰς ὑμᾶς εἰσαγαγόντες τὸν διαμαρτυρῆσαι τολμήσαντα [κατὰ] ταῦτα, ἐκεῖνόν τε ἐξελέγξαντες περιφανῶς τὰ ψευδῆ μεμαρτυρηκότα τὴν τῶν ψευδομαρτυρίων δίκην εἵλομεν παρʼ ὑμῖν, καὶ τουτονὶ Νικόδημον παραχρῆμα ἐξηλέγξαμεν ἐν τοῖς αὐτοῖς δικασταῖς ἀναισχυντότατον τῇ μαρτυρίᾳ ὄντα ταύτῃ, ὅς γε ἐτόλμησε μαρτυρῆσαι ἐγγυῆσαι τῷ θείῳ τῷ ἡμετέρῳ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ γυναῖκα εἶναι κατὰ τοὺς νόμους.

在我母亲——也就是皮洛斯的姐妹——提出申索时,申领该遗产之妇人的监护人竟然悍然作出正式申述,称其兄弟的遗产对于我们的母亲而言并非待判决遗产,理由是最初拥有该遗产的皮洛斯留有婚生女儿。于是我们提起了伪证控告,将胆敢作出此番申述的人押送至诸位面前,并在诸位面前清楚确凿地揭露他作了伪证,从而赢得了伪证诉讼;而且在同一批陪审官面前,我们当场驳斥了这位尼科德莫斯在此项证词上的极度无耻——他竟然胆敢作证说,自己曾依法将亲姐妹许配给我们的舅父作合法的妻子。

§5

ὅτι μὲν οὖν καὶ ἐν τῇ προτέρᾳ δίκῃ ἡ τούτου μαρτυρία ψευδὴς ἔδοξεν εἶναι, ὁ τόθʼ ἑαλωκὼς μάρτυς σαφέστατα τοῦτον ἐξελέγχει. εἰ γὰρ μὴ ἐδόκει οὗτος τὰ ψευδῆ τότε μαρτυρῆσαι, δῆλον ὅτι ἐκεῖνός τʼ ἂν ἀποφυγὼν τὴν διαμαρτυρίαν ἀπῆλθε, καὶ κληρονόμος ἂν τῶν τοῦ θείου ἡ διαμαρτυρηθεῖσα γνησία θυγάτηρ εἶναι, ἀλλʼ οὐκ ἂν ἡ ἡμετέρα κατέστη μήτηρ.

他在先前的诉讼中所作的证词已被认定为虚假,当时败诉的证人便最清楚不过地证实了这一点。因为如果在当时大家不认为此人作了伪证,显而易见,那位证人本会洗清申述的罪责安然离去,而被申述为婚生女的那位妇人本会成为我们舅父遗产的继承人,而绝不会由我们的母亲承继。

§6

ἁλόντος δὲ τοῦ μάρτυρος καὶ ἀποστάσης τοῦ κλήρου τῆς ἀμφισβητούσης γνησίας θυγατρὸς Πύρρῳ εἶναι, μεγάλη ἀνάγκη ἅμα καὶ τὴν τούτου μαρτυρίαν ἑαλωκέναι· περὶ γὰρ αὐτοῦ τούτου διαμαρτυρήσας τὴν τῶν ψευδομαρτυρίων δίκην ἠγωνίζετο, πότερον ἐξ ἐγγυητῆς ἢ ἐξ ἑταίρας ἡ ἀμφισβητοῦσα τοῦ κλήρου τῷ θείῳ [γυναικὸς] εἴη· γνώσεσθε 〈δʼ〉 ἀκούσαντες καὶ ὑμεῖς τῆς τε ἀντωμοσίας τῆς ἡμετέρας καὶ τῆς τούτου μαρτυρίας καὶ τῆς ἁλούσης διαμαρτυρίας.

既然那位证人已被定罪,而自称皮洛斯婚生女儿的妇人也放弃了遗产,那么必然的结果是,此人的证词在当时也同样被判为虚假。因为对方正是就这一点作出申述并进行伪证之诉的辩论:即争夺遗产的妇人,究竟是舅父与合法明媒正娶的妻子所生,还是与交际花所生。诸位在听取了我们的宣誓申诉书、此人的证言以及那份已被定罪的正式申述书之后,也会明白这一点的。

§7

ἀναγίγνωσκε λαβὼν τασδὶ αὐτοῖς. Ἀντωμοσία Μαρτυρία Διαμαρτυρία ὡς μὲν ἔδοξε παραχρῆμα εὐθὺς τότε 〈πᾶσι〉 τὰ ψευδῆ μαρτυρῆσαι Νικόδημος ἐπιδέδεικται [τότε πᾶσι]· προσήκει δὲ καὶ παρʼ ὑμῖν τοῖς περὶ αὐτοῦ τούτου τὴν δίκην μέλλουσι ψηφιεῖσθαι ἐξελεγχθῆναι τὴν τούτου μαρτυρίαν.

请拿过这些文书,当面朗读给他们听。 宣誓申诉书。证言。正式申述书。 尼科德莫斯在当时当场便被所有人认定作了虚假证言,这一点已经得到证明;然而,在即将就这一案件本身进行投票表决的诸位面前,彻底揭露他的证言也是理所应当的。

§8

ἐπιθυμῶ δὲ πρῶτον μὲν [περὶ αὐτοῦ τούτου] πυθέσθαι, ἥν τινά ποτε προῖκά φησιν ἐπιδοὺς ἐκδοῦναι τὴν ἀδελφὴν ὁ μεμαρτυρηκὼς τῷ τὸν τριτάλαντον οἶκον κεκτημένῳ, εἶτα πότερον ἡ ἐγγυητὴ γυνὴ ἀπέλιπε τὸν ἄνδρα ζῶντα ἢ τελευτήσαντος τὸν οἶκον αὐτοῦ,3 καὶ παρʼ ὅτου ἐκομίσατο τὴν τῆς ἀδελφῆς προῖκα οὗτος, ἐπειδὴ τετελευτηκὼς ἦν ᾧ μεμαρτύρηκεν οὗτος αὐτὴν ἐγγυῆσαι,

首先,我很想了解,这位证人声称在把自己的姐妹许配给一位拥有三塔兰同家产的人时,究竟给付了多少嫁妆;其次,这位明媒正娶的妻子究竟是在丈夫生前离弃了他,还是在丈夫死后离开了他的家门;最后,在此人作证称把她许配给他的那个人过世之后,此人又是从谁手中取回了他姐妹的嫁妆。

语法注3 条
  1. 2ὃς τετελεύτηκε πλείω ἢ εἴκοσιν ἔτη

    关系代词 ὃς 的先行词并非紧邻的主语(Ξενοκλῆς)或 κλήρου,而是属格名词 Πύρρου。该句意指皮洛斯本人去世已超过二十年,先行词与关系从句之间构成了明显的离隔(hyperbaton)。

  2. 3διαμαρτυρῆσαι μὴ ἐπίδικον τῇ ἡμετέρᾳ μητρὶ τὸν τοῦ ἀδελφοῦ κλῆρον εἶναι

    关于雅典法庭正式提出异议申述(διαμαρτυρία)的法律术语结构。动词 διαμαρτυρῆσαι 统辖带有否定词 μή 的宾格加不定式结构(μὴ ἐπίδικον... εἶναι),表明该遗产不属于可以通过常规诉讼裁定的待决遗产(ἐπίδικος)。

  3. 8τελευτήσαντος τὸν οἶκον αὐτοῦ

    该处为承前省略结构,需补出前面的动词 ἀπέλιπε。τελευτήσαντος 为属格绝对构式,省略了逻辑主语 αὐτοῦ,结构为“或者在丈夫过世时离开了他家(ἀπέλιπε τὸν οἶκον αὐτοῦ)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg003.humanitext-grc2:0-8