← 伊塞优斯

论皮洛斯的遗产

§19-28

庭外证言的破绽与嫁妆的缺失

演说者指出对方所录取的庭外证言仅有两名不可信的外人在场而无亲属见证,并将其与对方在另一采矿诉讼中劳师动众召集证人的慎重做法进行对比,进而根据未曾商定任何嫁妆这一事实,论证所谓的明媒正娶纯属捏造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

μέγα δὲ τεκμήριον ὡς περιφανῶς ψευδῆ τὴν μαρτυρίαν οὗτοι παρέσχοντο ταύτην·1 ἴστε γὰρ πάντες ὡς ὅταν μὲν ἐπὶ προδήλους πράξεις ἴωμεν, ἃς δεῖ μετὰ μαρτύρων γενέσθαι, τοὺς οἰκειοτάτους καὶ οἷς ἂν τυγχάνωμεν χρώμενοι μάλιστα, τούτους παραλαμβάνειν εἰώθαμεν ἐπὶ τὰς πράξεις τὰς τοιαύτας, τῶν δὲ ἀδήλων καὶ ἐξαίφνης γιγνομένων τοὺς προστυχόντας ἕκαστοι μάρτυρας ποιούμεθα.

他们所提出的这一证词显系伪造,对此有着重大的证据。因为诸位皆知,每当我们去办理预先可知、必须在证人见证下进行的事情时,我们通常都会带领最亲密的亲属以及与我们交往最密的人去参与此类事情;而对于不可预见和突发的事情,我们每个人都是抓到身边碰巧在场的人充当证人。

§20

καὶ ἐπὶ μὲν ταῖς μαρτυρίαις αὐταῖς τοῖς παραγενομένοις αὐτοῖς, ὁποῖοί τινες ἂν ὦσι, τούτοις μάρτυσι χρῆσθαι ἀναγκαῖόν ἐστιν ἡμῖν· παρὰ δὲ τῶν ἀσθενούντων ἢ τῶν ἀποδημεῖν μελλόντων ὅταν τις ἐκμαρτυρίαν ποιῆται, τοὺς ἐπιεικεστάτους τῶν πολιτῶν καὶ τοὺς ἡμῖν γνωριμωτάτους ἕκαστος ἡμῶν παρακαλεῖ μάλιστα, καὶ οὐ μεθʼ ἑνὸς οὐδὲ μετὰ δυοῖν, ἀλλʼ ὡς ἂν μετὰ πλείστων δυνώμεθα τὰς ἐκμαρτυρίας πάντες ποιούμεθα, ἵνα τῷ τε ἐκμαρτυρήσαντι μὴ ἐξείη ὕστερον ἐξάρνῳ γενέσθαι τὴν μαρτυρίαν, ὑμεῖς τε πολλοῖς καὶ καλοῖς κἀγαθοῖς ταὐτὰ μαρτυροῦσι πιστεύοιτε μᾶλλον.

对于在事件发生现场的直接证言,无论当时在场的人是怎样的人,我们都不得不以他们作为证人;但每当有人向生病或即将出远门的人录取庭外证言时,我们每个人都会特意邀请公民中最受尊重、与我们最相熟识的人,而且我们绝不会只带一人或两人,而是全体尽量邀请尽可能多的人去录取庭外证言,以使作出庭外证言的人日后无法否认该证词,并使诸位在面对众多贤良端正之人为同一事实作证时能够更加信服。

§22

Ξενοκλῆς τοίνυν Βήσαζε μὲν ἰὼν εἰς τὸ ἐργαστήριον τὸ ἡμέτερον εἰς τὰ ἔργα, οὐχ ἡγήσατο δεῖν τοῖς ἀπὸ τοῦ αὐτομάτου ἐκεῖ ἐντυχοῦσι μάρτυσι χρῆσθαι περὶ τῆς ἐξαγωγῆς, ἀλλʼ ἧκεν ἔχων ἐνθένδε Διόφαντον τὸν Σφήττιον μεθʼ ἑαυτοῦ, ὃς ἔλεγε τὴν δίκην ὑπὲρ τούτου, καὶ Δωρόθεον τὸν Ἐλευσίνιον καὶ τὸν ἀδελφὸν αὐτοῦ Φιλοχάρη καὶ ἄλλους πολλοὺς μάρτυρας, παρακεκληκὼς ἐνθένδε σταδίους ἐγγὺς τριακοσίους ἐκεῖσε· περὶ δὲ τῆς ἐγγύης τῆς τήθης τῶν παίδων τῶν ἑαυτοῦ ἐν τῷ ἄστει ἐκμαρτυρίαν (ὥς φησι) ποιούμενος τῶν μὲν οἰκείων οὐδένα τῶν ἑαυτοῦ παρακεκληκὼς φαίνεται, Διονύσιον δὲ 〈τὸν〉 Ἐρχιέα καὶ [τὸν] Ἀριστόλοχον τὸν Αἰθαλίδην· μετὰ δυοῖν τούτοιν ἐν τῷ ἄστει αὐτοῦ τὴν ἐκμαρτυρίαν ποιήσασθαί φασιν οὗτοι, -- τοιαύτην μετὰ τούτων· οἷς οὐδʼ ἂν περὶ ὁτουοῦν πιστεύσειεν ἄλλος οὐδείς.

然而,色诺克勒斯前往伯萨矿区的我们工坊办理强制驱逐手续时,并未认为应当就驱逐一事使用当地碰巧遇见的现成证人,而是从这里随身带来了斯斐托斯区的迪奥凡托斯——也就是为他出庭辩护之人——以及厄琉息斯区的多罗泰奥斯及其兄弟菲洛哈雷斯和许多其他证人,从这里把他们召集至近三百斯塔迪昂之外的那里;可是,他在城内就自己子女的外祖母之订婚录取庭外证言时(如他所言),却未见召集任何自己的亲属,而只请了埃尔希亚区的狄奥尼修斯和埃萨利代区的阿里斯托洛科斯。他们声称他仅凭这两人在城内录取了该项庭外证言——在如此重大的事情上却与这样的人为伍,而其他人绝不会在任何事情上信任他们。

§24

ἴσως γὰρ ἦν νὴ Δία πάρεργον καὶ φαῦλον, περὶ οὗ τὴν ἐκμαρτυρίαν παρὰ τοῦ Πυρετίδου φασὶ ποιήσασθαι οὗτοι, ὥστε οὐδὲν θαυμαστὸν ὀλιγωρηθῆναι ἦν τὸ πρᾶγμα. καὶ πῶς; οἷς γε περὶ αὐτοῦ τούτου ὁ ἀγὼν ἦν ὁ τῶν ψευδομαρτυρίων, ὃν Ξενοκλῆς ἔφευγεν, ἢ ἐξ ἑταίρας ἢ ἐξ ἐγγυητῆς τὴν ἑαυτοῦ γυναῖκα εἶναι. εἶτα ἐπὶ ταύτην ἂν τὴν μαρτυρίαν, εἰ ἦν ἀληθής, οὐκ ἂν ἅπαντας τοὺς οἰκείους τοὺς ἑαυτοῦ παρακαλεῖν ἐκεῖνος ἠξίωσεν;

难道凭宙斯发誓,他们声称从皮雷提得斯那里录取庭外证言的事情,竟是无足轻重的琐事,以致于该事被草率对待不足为奇吗?怎会如此呢?因为当时色诺克勒斯作为被告所应对的伪证罪审判,其争论焦点恰恰在于此——他的妻子究竟是交际花所生,还是明媒正娶之妇所生。那么,假若该证词属实,他难道会不认为应当召集自己所有的亲属来见证这一证言吗?

§25

ναὶ μὰ Δία, ὡς ἔγωγε ᾤμην, εἴ γε ἦν ἀληθὲς τὸ πρᾶγμα. οὐ τοίνυν φαίνεται, ἀλλʼ ὁ μὲν Ξενοκλῆς πρὸς τοὺς ἐπιτυχόντας δύο ἐκμαρτυρησάμενος τὴν μαρτυρίαν ταύτην, Νικόδημος δὲ οὑτοσὶ ἕνα μόνον μάρτυρα παρακαλέσας μεθʼ ἑαυτοῦ τῷ τὸν τριτάλαντον οἶκον κεκτημένῳ ἐγγυῆσαί φησι τὴν ἀδελφήν.

凭宙斯发誓,若事情属实,依我看必定如此!然而事实显然并非如此:色诺克勒斯只是在两名萍水相逢之人面前录取了这一证词,而这里的尼科德莫斯则声称自己仅随身召来一名证人,便把姐妹许配给了拥有三塔兰同家产之人。

§26

καὶ οὗτος μὲν τὸν Πυρετίδην μόνον, οὐχ ὁμολογοῦντα, προσεποιήσατο μεθʼ ἑαυτοῦ παραγενέσθαι· ὑπὸ δὲ τοῦ ἐγγυήσασθαι μέλλοντος τὴν τοιαύτην Λυσιμένης καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Χαίρων καὶ Πυλάδης, φασὶ παρακληθέντες τῇ ἐγγύῃ παραγενέσθαι, καὶ ταῦτα θεῖοι ὄντες τῷ ἐγγυωμένῳ.

而且,此人伪称只有皮雷提得斯一人随同在场,而当事人并不承认;但吕西墨涅斯及其兄弟凯龙和皮拉得斯却声称,他们受打算迎娶这种妇人之人邀请而出席了订婚,而且他们还是新郎的叔父。

§27

ὑμέτερον οὖν ἔργον σκέψασθαι νῦν, εἰ δοκεῖ πιστὸν εἶναι τὸ πρᾶγμα. ἐγὼ μὲν γὰρ νομίζω, ἐκ τῶν εἰκότων σκοπούμενος, πολὺ ἂν μᾶλλον τὸν Πύρρον πάντας ἂν τοὺς οἰκείους βούλεσθαι λεληθέναι, εἴ τι παρεσκευάζετο ὁμολογεῖν ἢ πράττειν ἀνάξιον τῶν αὑτοῦ, ἢ παρακαλέσαι2 μάρτυρας τοὺς θείους τοὺς ἑαυτοῦ ἐπὶ ἁμάρτημα τηλικοῦτον.

因此,现在考查此事是否可信乃是诸位的职责。因为据我凭常理推断,若皮尔罗斯打算承认或做出任何有失自身身份的事情,他必定更希望瞒过所有的亲属,而绝不可能召集自己的叔父们来见证如此重大的过错。

§28

ἔτι δὲ καὶ περὶ ἐκείνου θαυμάζω, εἰ μηδεμίαν προῖκα μήθʼ ὁ διδοὺς μήθʼ ὁ λαμβάνων διωμολογήσαντο ἕξειν ἐπὶ τῇ γυναικί. τοῦτο μὲν γὰρ εἴ τινα ἐδίδου, εἰκὸς ἦν καὶ τὴν δοθεῖσαν ὑπὸ τῶν παραγενέσθαι φασκόντων μαρτυρεῖσθαι· τοῦτο δʼ εἰ διʼ ἐπιθυμίαν τὴν ἐγγύην ὁ θεῖος ἡμῶν ἐποιεῖτο τῆς τοιαύτης γυναικός, δῆλον ὅτι κἂν ἀργύριον πολλῷ μᾶλλον [ἢ] ὁ ἐγγυῶν διωμολογήσατο ἔχειν αὐτὸν ἐπὶ τῇ γυναικί,3 ἵνα μὴ ἐπʼ ἐκείνῳ γένοιτο ῥᾳδίως ἀπαλλάττεσθαι, ὁπότε βούλοιτο, τῆς γυναικός·

此外,对于无论是出嫁方还是接纳方均未商定将任何嫁妆随该妇人交付一事,我亦深感惊异。因为一方面,假若他曾给付嫁妆,那么那些声称在场的人理当也会对给付的嫁妆作证;另一方面,假若我们的舅父是出于情欲而与这样的妇人订婚,显而易见,许配的一方必定更会商定让他随该妇人收取金钱,以免他可以在任何想要的时候轻而易举地休弃该妇人。

语法注3 条
  1. 19μέγα δὲ τεκμήριον ὡς περιφανῶς ψευδῆ τὴν μαρτυρίαν οὗτοι παρέσχοντο ταύτην

    系动词 ἐστί 在 μέγα τεκμήριον(“重大证据”)之后省略。连词 ὡς 在此等同于 ὅτι,引出一个事实陈述从句(“他们所提出的这一证词显系伪造”),在句中作同位语从句。

  2. 27πολὺ ἂν μᾶλλον τὸν Πύρρον πάντας ἂν τοὺς οἰκείους βούλεσθαι λεληθέναι... ἢ παρακαλέσαι

    小词 ἄν 两次出现(句首附近的 πολὺ ἄν 以及紧随主语宾格后的 πάντας ἄν),与不定词 βούλεσθαι 搭配,在间接引语中表示与过去事实相反的虚拟结果。在 μᾶλλον ... βούλεσθαι(“宁愿……”)统辖下,ἤ 将两个补足不定词 λεληθέναι 与 παρακαλέσαι 并列。

  3. 28κἂν ἀργύριον πολλῷ μᾶλλον [ἢ] ὁ ἐγγυῶν διωμολογήσατο ἔχειν αὐτὸν ἐπὶ τῇ γυναικί

    κἂν 是 καὶ ἄν 的缩合形式,修饰直陈语气不定过去时 διωμολογήσατο,表示与过去事实相反的推论(“必定更会商定”)。方括号中的 [ἢ] 系写本讹误而被校勘者删除,πολλῷ μᾶλλον 作为副词(“远远更加”)直接修饰动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg003.humanitext-grc2:19-28