← 伊塞优斯

论皮洛斯的遗产

§65-72

恩狄奥斯收养借口与继承法律

演说者指责对方借口恩狄奥斯被收养而未对遗产申请审结的自相矛盾之处,并援引有关附带女儿继承的法律,以论证对方的主张纯属厚颜无耻的捏造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§65

εἶτα τὰς μὲν ὑπὸ τῶν πατέρων ἐκδοθείσας διὰ τὸν νόμον ἐξ ἀνάγκης ἐπιδίκους εἶναι προσήκει· Ξενοκλεῖ δὲ ἄν τις τόδʼ ἐπέτρεψε τῶν τοῦ Πύρρου θείων, εἰ ἦν γνησία θυγάτηρ ἐκείνῳ καταλειπομένη, λαβόντα ἔχειν τὴν κατὰ γένος προσήκουσαν αὑτοῖς γυναῖκα, καὶ τοσαύτης οὐσίας τοῦτον καταστῆναι κληρονόμον ἀνθʼ ἑαυτῶν; μὴ νομίσητε ὑμεῖς, ὦ ἄνδρες·

既然由父亲嫁出的女子依法律必然属于须经审结裁定的对象,那么若是皮尔罗斯留下了合法的女儿,他的伯叔舅父中难道会有人允许克塞诺克勒斯娶走并占有与他们自己有血统亲属关系的女子,并让此人代替自己继承如此巨额的财产吗?诸位审判官,切勿作此想法。

§66

οὐδεὶς γὰρ ἀνθρώπων μισεῖ τὸ λυσιτελοῦν, οὐδὲ περὶ πλείονος τοὺς ἀλλοτρίους ἑαυτοῦ ποιεῖται. ἐὰν οὖν προφασίζωνται διὰ τὴν τοῦ Ἐνδίου ποίησιν μὴ ἐπίδικον εἶναι τὴν γυναῖκα, καὶ διὰ ταῦτα μὴ φῶσιν ἀμφισβητῆσαι αὐτῆς, πρῶτον μὲν ἐκεῖνα αὐτοὺς ἐρέσθαι χρή, τί ὁμολογοῦντες τὴν τοῦ Ἐνδίου ποίησιν ὑπὸ τοῦ Πύρρου γενέσθαι ἐπεσκημμένοι εἰσὶ τοῖς μεμαρτυρηκόσι ταῦτα, εἶτα 〈τί〉 παρελθόντες τὸν τελευταῖον τοῦ οἴκου γεγενημένον κληρονόμον τοῦ Πύρρου κλήρου τὴν λῆξιν λαχεῖν ἠξίωσαν παρὰ τὸν νόμον. πρὸς δὲ τούτοις ἐκεῖνο αὐτοὺς ἔρεσθε, εἴ τις τῶν γνησίων 〈τῶν〉 αὑτοῦ ἐπιδικάζεσθαι ἀξιοῖ. ταῦτα πρὸς τὴν ἀναίδειαν αὐτῶν πυνθάνεσθε. ὡς δʼ ἦν ἐπίδικος ἡ γυνή, εἴ περ γνησία κατελείφθη, ἐκ τῶν νόμων σαφέστατα μαθεῖν ἔστι τοῦτο.

因为世上没有任何人会嫌弃对自己有利的事,也没有人会把外人看得比自己更重要。因此,如果他们借口说由于恩狄奥斯被收养,该女子便不属于须经审结裁定的对象,并因此声称未曾就她提出争夺,那么首先应当质问他们:既然承认皮尔罗斯收养恩狄奥斯一事成立,为何又起诉那些作证此事的人?其次,为何他们要越过成为该家族最后继承人的那个人,违反法律去就皮尔罗斯的遗产提起诉求?除这些之外,诸位还要质问他们:是否有任何合法的亲生子女会主张对自己的财产申请审结裁定?请用这些问题来质问他们的厚颜无耻。而如果她确实是作为合法的女儿被留下的,那么该女子属于须经审结裁定的对象这一点,从法律中可以最清楚地获知。

§68

ὁ γὰρ νόμος διαρρήδην λέγει ἐξεῖναι διαθέσθαι ὅπως ἂν ἐθέλῃ τις τὰ αὑτοῦ, ἐὰν μὴ παῖδας γνησίους καταλίπῃ ἄρρενας· ἂν δὲ θηλείας καταλίπῃ, σὺν ταύταις.1 οὐκοῦν μετὰ τῶν θυγατέρων ἔστι δοῦναι καὶ διαθέσθαι τὰ αὑτοῦ· ἄνευ δὲ τῶν γνησίων θυγατέρων οὐχ οἷόν τε οὔτε ποιήσασθαι οὔτε δοῦναι οὐδενὶ οὐδὲν τῶν ἑαυτοῦ.

因为法律明确规定,若未留下合法的男性子女,任何人皆可按自己的意愿处分自己的财产;但若留有女性子女,则必须连同这些女子一起处分。因此,连同女儿一起赠予和处分自己的财产是允许的;但若离开合法的女儿,既不可能立嗣收养,也不可能将自己的任何财产赠予任何人。

§69

οὐκοῦν εἰ μὲν ἄνευ τῆς γνησίας θυγατρὸς τὸν Ἔνδιον Πύρρος ἐποιεῖτο ὑὸν αὑτῷ, ἄκυρος ἂν ἦν αὐτοῦ ἡ ποίησις κατὰ τὸν νόμον· εἰ δὲ τὴν θυγατέρα ἐδίδου καὶ ἐπὶ τούτῳ ποιησάμενος κατέλιπε,2 πῶς ἂν ὑμεῖς ἐπετρέψατε ἐπιδικάζεσθαι οἱ τοῦ Πύρρου θεῖοι τὸν Ἔνδιον τοῦ Πύρρου κλήρου ἄνευ τῆς γνησίας θυγατρός, εἰ ἦν ἐκείνῳ, ἄλλως τε εἰ καὶ ἐμαρτυρήσατε ὡς ἐπέσκηψεν ὑμῖν ὁ ἀδελφιδοῦς ἐπιμελεῖσθαι τούτου τοῦ παιδίου;

因此,如果皮尔罗斯是在没有合法女儿的情况下收养恩狄奥斯为嗣子,依照法律他的收养本应是无效的;但如果他是把女儿许配、在此条件下立他为养子而留下,那么假若皮尔罗斯确实有合法女儿,皮尔罗斯的伯叔舅父们,你们怎能允许恩狄奥斯在撇开合法女儿的情况下对皮尔罗斯的遗产申请审结裁定呢?尤其是你们还曾作证说,你们的侄儿曾嘱托你们照看这个幼童。

§70

ἀλλʼ ὦ ʼγαθοί, τοῦτο μὲν καὶ λαθεῖν φήσαιτʼ ἂν ὑμᾶς· ὅτε δʼ ἠγγύα καὶ ἐξεδίδου ὁ Ἔνδιος τὴν γυναῖκα, ἐπετρέπετε ὑμεῖς οἱ θεῖοι τὴν τοῦ ἀδελφιδοῦ τοῦ ὑμετέρου αὐτῶν ὡς ἐξ ἑταίρας οὖσαν ἐκείνῳ ἐγγυᾶσθαι, ἄλλως τε καὶ παραγενέσθαι φάσκοντες, ὅτε ὁ ἀδελφιδοῦς ὑμῶν ἠγγυᾶτο τὴν μητέρα τὴν ταύτης κατὰ 〈τοὺς〉 νόμους ἕξειν γυναῖκα, ἔτι δὲ καὶ ἐν τῇ δεκάτῃ τῇ ταύτης κληθέντες συνεστιᾶσθαι;

可是,善良的人们,你们或许会说这甚至避过了你们的耳目。然而当恩狄奥斯将这名女子许配并嫁出时,你们这些伯叔舅父难道竟允许自己侄儿的女儿被当作交际花所生之女许配给那个人吗?尤其是你们还声称:在你们的侄儿依法定婚约迎娶其母为妻时你们在场,而且在她出生第十天的命名宴上你们也受邀共赴宴席?

§71

πρὸς δὲ τούτοις (τουτὶ γὰρ τὸ δεινόν ἐστιν) ἐπισκῆψαι φάσκοντες ὑμῖν τὸν ἀδελφιδοῦν ἐπιμελεῖσθαι τούτου τοῦ παιδίου, οὕτως ἐπεμελήθητε ὥστʼ ἐᾶσαι ὡς ἐξ ἑταίρας οὖσαν αὐτὴν ἐγγυᾶσθαι, ἄλλως τε καὶ ἔχουσαν τοὔνομα τῆς ὑμετέρας αὐτῶν ἀδελφῆς, ὡς ἐμαρτυρεῖτε;

除此之外(因为这才是最荒谬的),你们声称侄儿曾嘱托你们照看这个幼童,难道你们照看她的方式,竟是容许她像交际花所生的女子一样被许配,尤其是正如你们所作证的那样,她还冠有你们自己亲姐妹的名字?

§72

ἐκ τοίνυν τούτων, ὦ ἄνδρες, καὶ ἐξ αὐτοῦ τοῦ πράγματος ῥᾴδιόν ἐστι γνῶναι ὅσον ἀναισχυντότατοι3 ἀνθρώπων εἰσὶν οὗτοι. τίνος γὰρ ἕνεκα, εἰ ἦν γνησία θυγάτηρ τῷ ἡμετέρῳ θείῳ καταλειπομένη, ποιησάμενος ὁ θεῖος κατέλιπε τὸν ἐμὸν ἀδελφὸν ὑὸν ἑαυτῷ; πότερον ὅτι προσήκοντες αὐτῷ ἐγγυτέρω γένους ἡμῶν ἦσαν ἄλλοι, οὓς βουλόμενος τὴν ἐπιδικασίαν τῆς θυγατρὸς ἀποστερῆσαι ἐποιεῖτο τὸν 〈ἐμὸν〉 ἀδελφὸν ὑὸν αὑτῷ; ἀλλʼ οὔτε ἐγένετο οὔτʼ ἔστι, μὴ γενομένων [δὲ] παίδων γνησίων ἐκείνῳ, ἐγγυτέρω ἡμῶν οὐδὲ εἷς· ἀδελφὸς μὲν γὰρ οὐκ ἦν αὐτῷ οὐδʼ ἀδελφοῦ παῖδες, ἐκ δὲ τῆς ἀδελφῆς ἡμεῖς ἦμεν αὐτῷ.

因此,诸位审判官,从这些事实以及事情本身,很容易看出这些人是全人类中最为厚颜无耻之徒。因为假若我们的舅父留有合法的女儿,舅父究竟为何要收养我的兄弟作为自己的嗣子而遗留下来呢?难道是因为存在其他比我们与他血缘更近的亲属,为了剥夺他们对女儿的审结迎娶权,他才收养我的兄弟为嗣子吗?但是既然他未曾生育合法的亲生子女,过去没有、现在也绝无任何人比我们更近;因为他既无兄弟,也无兄弟的子女,而我们是他亲姐妹所生的孩子。

语法注3 条
  1. 68ἂν δὲ θηλείας καταλίπῃ, σὺν ταύταις

    此处承前省略了谓语短语 ἐξεῖναι διαθέσθαι ὅπως ἂν ἐθέλῃ τις τὰ αὑτοῦ(允许按其所愿处分其财产)。根据雅典继承法,若立遗嘱人无子而仅留有女儿(继承女),则只允许将财产连同女儿(σὺν ταύταις)一并处分,即将女儿许配给被收养的继承人。

  2. 69ἐπὶ τούτῳ ποιησάμενος κατέλιπε

    前置词 ἐπί 接与格 τούτῳ 表示条件(“在此条件下”)。它指代前文的 τὴν θυγατέρα ἐδίδου(许配女儿),意为“以将女儿许配给他为条件立嗣收养而留下”。

  3. 72ὅσον ἀναισχυντότατοι

    关系副词 ὅσον 修饰最高级 ἀναισχυντότατοι,用以强化程度(“是何等最为厚颜无耻”),引导间接疑问从句,作 ῥᾴδιόν ἐστι γνῶναι 的宾语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg003.humanitext-grc2:65-72