← 伊塞优斯

论皮洛斯的遗产

§56-64

遗产诉讼程序的矛盾与婚生女权利

演说者指出对方无视养子而直接为皮尔罗斯遗产申请审结在法律程序上的自相矛盾,论证合法婚生女儿本应直接接管财产而无需审结裁定,且近亲按法理本应向其行使遗产继承婚配权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§56

ἄλλως τε καὶ παρεσκευασμένος μὴ ὁμολογεῖν τὴν τοῦ Ἐνδίου ποίησιν τῷ Πύρρῳ γενέσθαι· ὡς δὲ οὐχ ὁμολογῶν [πῶς] ἐπεσκήπτετο τοῖς μεμαρτυρηκόσιν ἐπὶ τῇ διαθήκῃ τοῦ Πύρρου παραγενέσθαι. καὶ ὡς ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὴν μαρτυρίαν τὴν μαρτυρηθεῖσαν. ἀναγίγνωσκε αὐτοῖς.

尤其是他早有准备不承认恩狄奥斯被皮尔罗斯收养的事实;正因为不承认,他便起诉了那些作证参与皮尔罗斯立遗嘱的人。为了证明我所言属实,书记员将向诸位宣读已作出的证言。请向他们宣读。

§57

Μαρτυρία ἀλλὰ μὴν κἀκεῖνό γε δηλοῖ, ὡς οὐχ ὁμολογοῦσι τὴν τοῦ Ἐνδίου ποίησιν ὑπὸ τοῦ Πύρρου γενέσθαι. οὐ γὰρ ἂν ὑπερβάντες τὸν τελευταῖον τοῦ οἴκου γεγενημένον κληρονόμον ὑπὲρ τῆς γυναικὸς τοῦ Πύρρου κλήρου λαχεῖν τὴν λῆξιν1 ἠξίωσαν οὗτοι. ὁ μὲν γὰρ Πύρρος πλείω ἢ εἴκοσιν ἔτη τετελεύτηκεν ἤδη, ὁ δὲ Ἔνδιος τοῦ Μεταγειτνιῶνος μηνὸς πέρυσιν, ἐν ᾧ ἔλαχον τοῦ κλήρου τὴν λῆξιν τρίτῃ ἡμέρᾳ εὐθέως οὗτοι.

证言 再者,这一点也清楚地表明,他们并不承认皮尔罗斯对恩狄奥斯的收养。因为假若他们承认,他们就绝不会越过该家族最后一位既成继承人,为这名妇人去对皮尔罗斯的遗产提起诉讼申请。因为皮尔罗斯去世至今已超过二十年,而恩狄奥斯是在去年的迈塔盖特尼翁月去世的,而正是在该月,这群人在第三天便立即提起了该遗产的诉讼申请。

§58

ὁ δὲ νόμος πέντε ἐτῶν2 κελεύει δικάσασθαι τοῦ κλήρου, ἐπειδὰν τελευτήσῃ ὁ κληρονόμος. οὐκοῦν δυοῖν τὰ ἕτερα προσῆκε τῇ γυναικί, ἢ ζῶντι τῷ Ἐνδίῳ ἀμφισβητῆσαι τῶν πατρῴων, ἢ ἐπειδὴ τετελευτηκὼς ἦν ὁ εἰσποίητος, τῶν τοῦ ἀδελφοῦ τὴν ἐπιδικασίαν ἀξιοῦν ποιεῖσθαι, ἄλλως τε καὶ εἰ, ὥς φασιν οὗτοι, ἠγγυήκει αὐτὴν τῷ Ξενοκλεῖ ὡς γνησίαν ἀδελφὴν οὖσαν αὑτοῦ.

然而法律规定,在继承人去世之后,关于遗产的诉讼必须在五年之内提起。因此,摆在这妇人面前的理应是二者择其一:要么在恩狄奥斯在世之时争夺父家财产;要么既然养子已经去世,便主张对兄弟的财产进行遗产审结裁定——尤其是假若真如这帮人所言,恩狄奥斯曾将她作为自己的合法姐妹许配给克塞诺克勒斯的话,就更是如此了。

§59

ἀκριβῶς γὰρ ἐπιστάμεθα πάντες ὅτι ἀδελφῶν μὲν κλήρων ἐπιδικασία πᾶσίν ἐστιν ἡμῖν, ὅτῳ δὲ γόνῳ γεγόνασι γνήσιοι παῖδες, οὐδενὶ ἐπιδικάζεσθαι τῶν πατρῴων προσήκει. καὶ περὶ τούτων οὐδένα λόγον λεχθῆναι δεῖ· ἅπαντες γὰρ ὑμεῖς καὶ οἱ ἄλλοι πολῖται ἀνεπίδικα ἔχουσι3 τὰ ἑαυτῶν ἕκαστοι πατρῷα.

因为我们大家都清楚地知道,对于兄弟的遗产,我们所有人都可以申请审结裁定;但对于由血肉之躯所生有合法子女的人,其子女绝无理由就父家财产去申请审结裁定。关于这些事,根本无须多费口舌;因为诸位以及所有其他公民,每个人保有自己的父家财产都是无须经过审结裁定的。

§60

οὗτοι τοίνυν εἰς τοῦτο τόλμης ἀφιγμένοι εἰσίν, ὥστε τῷ μὲν εἰσποιήτῳ οὐκ ἔφασαν ἐπιδικάσασθαι προσήκειν τῶν δοθέντων, τῇ δὲ Φίλῃ, ἥν φασι θυγατέρα γνησίαν τῷ Πύρρῳ καταλελεῖφθαι, λαχεῖν τοῦ κλήρου τοῦ πατρῴου τὴν λῆξιν ἠξίωσαν. καίτοι (ὅπερ εἶπον καὶ πρότερον) ὅσοι μὲν 〈ἂν〉 καταλίπωσι γνησίους παῖδας ἐξ αὑτῶν, οὐ προσήκει τοῖς παισὶν ἐπιδικάσασθαι τῶν πατρῴων· ὅσοι δὲ διαθήκαις αὑτοῖς εἰσποιοῦνται, τούτοις ἐπιδικάζεσθαι προσήκει τῶν δοθέντων.

然而这伙人竟厚颜无耻到了这种地步,他们声称被收养者不应就所获赠的遗产申请审结裁定,却认为理应代表菲勒——他们声称她是皮尔罗斯遗留下的合法女儿——去对父家遗产提起诉讼申请。然而(正如我先前也说过的),凡是留下自己亲生合法子女的人,其子女去对父家财产申请审结裁定是不合规矩的;而凡是通过遗嘱为自己收养〔子女〕的人,这些〔被收养者〕就所赠予的财产申请审结裁定才是理所应当的。

§61

τοῖς μὲν γάρ, ὅτι γόνῳ γεγόνασιν, οὐδεὶς ἂν δήπου ἀμφισβητήσειε περὶ τῶν πατρῴων· πρὸς δὲ τοὺς εἰσποιήτους ἅπαντες οἱ κατὰ γένος προσήκοντες ἀμφισβητεῖν ἀξιοῦσιν. ἵνα οὖν μὴ παρὰ τοῦ ἐντυχόντος τῶν κλήρων αἱ λήξεις [τοῖς ἀμφισβητεῖν βουλομένοις] γίγνωνται, καὶ μὴ ὡς ἐρήμων τῶν κλήρων ἐπιδικάζεσθαί τινες τολμῶσι, τούτου ἕνεκα τὰς ἐπιδικασίας οἱ εἰσποίητοι πάντες ποιοῦνται.

因为对于前者,由于他们是亲生的,绝不会有人就其父家财产提出争议;但对于被收养者,所有的血亲都自认为有权争夺。因此,为了不让任何人随随便便就对遗产提起诉求,也为了不让人胆敢把这些遗产当作绝户无主的财产来申请审结,正是为了这个缘故,所有被收养者才都去办理审结裁定。

§62

μηδεὶς οὖν ὑμῶν ἡγείσθω, εἰ ἐνόμιζε γνησίαν εἶναι τὴν ἑαυτοῦ γυναῖκα Ξενοκλῆς, λαχεῖν ἂν ὑπὲρ αὐτῆς τὴν λῆξιν τοῦ κλήρου τοῦ πατρῴου, ἀλλʼ ἐβάδιζεν ἂν ἡ γνησία εἰς τὰ ἑαυτῆς πατρῷα, καὶ εἴ τις αὐτὴν ἀφῃρεῖτο ἢ ἐβιάζετο, ἐξῆγεν ἂν ἐκ τῶν πατρῴων,4 καὶ οὐκ ἂν ἰδίας μόνον δίκας ἔφευγεν ὁ βιαζόμενος, ἀλλὰ καὶ δημοσίᾳ εἰσαγγελθεὶς πρὸς τὸν ἄρχοντα ἐκινδύνευεν ἂν περὶ τοῦ σώματος καὶ τῆς οὐσίας ἁπάσης τῆς ἑαυτοῦ.

因此诸位切勿以为,如果克塞诺克勒斯认为自己的妻子是合法的女儿,他会代她对父家遗产提起诉讼申请;相反,合法的正妻之女本应直接进驻属于她自己的父家财产,假若有人企图夺走该财产或对她使用暴力,她本应将侵占者逐出父家财产,而施暴者不仅要面临私人诉讼,而且一经向执政官提起公法告发,还将使其人身安全及全部财产陷入险境。

§63

ἔτι δʼ ἂν πρότερον τοῦ Ξενοκλέους οἱ τοῦ Πύρρου θεῖοι, εἰ ᾔδεσαν γνησίαν θυγατέρα τῷ ἑαυτῶν ἀδελφιδῷ καταλειπομένην καὶ ἡμῶν μηδένα λαμβάνειν ἐθέλοντα αὐτήν, οὐκ ἄν ποτε ἐπέτρεψαν Ξενοκλέα, τὸν μηδαμόθεν μηδὲν γένει προσήκοντα Πύρρῳ, λαβόντα ἔχειν τὴν κατὰ γένος προσήκουσαν αὑτοῖς γυναῖκα. ἢ δεινόν γʼ ἂν εἴη.

而且在克塞诺克勒斯之前,皮尔罗斯的伯叔舅父们如果得知自己的侄儿留下了一个合法的女儿而我们当中又无人愿意娶她,他们绝不会允许与皮尔罗斯毫无亲属关系的克塞诺克勒斯娶走并占有与他们具有亲属关系的女子。否则,那可就太不合常理了。

§64

τὰς μὲν ὑπὸ τῶν πατέρων ἐκδοθείσας καὶ συνοικούσας ἀνδράσι γυναῖκας (περὶ ὧν τίς ἂν ἄμεινον ἢ ὁ πατὴρ βουλεύσαιτο;) καὶ τὰς οὕτω δοθείσας, ἂν ὁ πατὴρ αὐτῶν τελευτήσῃ μὴ καταλιπὼν αὐταῖς γνησίους ἀδελφούς, τοῖς ἐγγύτατα γένους ἐπιδίκους ὁ νόμος εἶναι κελεύει,5 καὶ πολλοὶ συνοικοῦντες ἤδη ἀφῄρηνται τὰς ἑαυτῶν γυναῖκας.

事实上,对于那些由父亲许配并与丈夫同居的女子(关于她们,又有谁能比父亲考虑得更周全呢?),即使是如此嫁出的女子,如果其父亲去世时未给她们留下合法的亲兄弟,法律也命令她们应当由最近的血亲通过审结诉讼予以迎娶,而且许多已经共同生活的男子甚至因此被夺走了自己的妻子。

语法注5 条
  1. 57λαχεῖν τὴν λῆξιν

    同源宾语(cognate accusative)短语,动词不定词 λαχεῖν 与同源名词 τὴν λῆξιν 连用,是雅典法律中表示“提起(遗产)诉讼申请”的技术性用语,后接属格 τοῦ Πύρρου κλήρου 表示诉求标的。

  2. 58πέντε ἐτῶν

    表示时间范围的属格(genitive of time within which),意为“在五年之内”,指法律规定的自继承人去世后提起遗产诉讼的有效时限。

  3. 59ἀνεπίδικα ἔχουσι

    中性复数宾格形容词 ἀνεπίδικα 用作述语(predicative),修饰 τὰ ἑαυτῶν ἕκαστοι πατρῷα,意为“无需经过审结裁定而直接占有”。这体现了亲生合法子女继承遗产无需经过法庭裁定(ἐπιδικασία)的法律制度。

  4. 62ἐξῆγεν ἂν ἐκ τῶν πατρῴων

    雅典法律中关于逐出侵占者、确立诉讼程序的法技术用语(ἐξαγωγή)。此处接 ἄν 与未完成过去时,构成过去非现实表达:“她本应将侵入者从父家财产中正式驱逐出去”。

  5. 64τοῖς ἐγγύτατα γένους ἐπιδίκους ὁ νόμος εἶναι κελεύει

    形容词宾格 ἐπιδίκους 作为不定词 εἶναι 的述语,与前面承接的 τὰς... γυναῖκας(不定词的宾格主语)一致。该句规定此类女子成为最近血亲(τοῖς ἐγγύτατα γένους)“可申请裁定婚配的标的”(ἐπίδικος),涉及无兄弟的女子继承人即便已婚也受宗亲婚配请求权管辖的法律规则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg003.humanitext-grc2:56-64