- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg003.humanitext-grc2:73-80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证,若皮尔罗斯确有合法女儿,必会依循法定程序处置财产并安排嗣子;同时指出皮尔罗斯从未向胞族缴纳婚宴费,亦未在德谟中承担合法妻子应享的节庆公职,从而证明所谓婚姻与合法女儿纯属虚构。
ἀλλὰ νὴ Δία ἄλλον τινὰ ποιησάμενος τῶν συγγενῶν ἔδωκεν ἂν ἔχειν τὸν κλῆρον καὶ τὴν θυγατέρα τὴν ἑαυτοῦ. καὶ τί αὐτὸν ἔδει καταφανῶς καὶ ὁτῳοῦν ἀπέχθεσθαι τῶν οἰκείων, ἐξόν,1 εἴπερ ἦν ἠγγυημένος τὴν ἀδελφὴν τὴν Νικοδήμου, τὴν θυγατέρα τὴν ἐκ ταύτης ἀποφανθεῖσαν εἶναι εἰς τοὺς φράτορας εἰσαγαγόντι ὡς οὖσαν γνησίαν ἑαυτῷ, ἐπὶ ἅπαντι τῷ κλήρῳ ἐπίδικον καταλιπεῖν αὐτήν, καὶ ἐπισκῆψαι τῶν γιγνομένων 〈ἐκ〉 τῆς θυγατρὸς παίδων εἰσαγαγεῖν ὑὸν ἑαυτῷ;
“然而,指宙斯起誓,他本可以收养亲属中的另一个人,把财产和自己的女儿交给他保有。”可是,假若他确实明媒正娶了尼科德摩斯的姐妹,既然他本可以通过把据称由她所生的女儿作为自己的合法婚生女引入胞族,从而让她连同全部遗产作为可申请审结裁定的对象留下来,并嘱托将该女儿所生的孩子作为嗣子引入自己名下,他又何必公然与任何亲属结仇呢?
δῆλον [μὲν] γὰρ ὅτι ἐπίκληρον καταλιπὼν ἀκριβῶς ἂν ἤδει ὅτι δυοῖν θάτερον ἔμελλεν ὑπάρχειν αὐτῇ· ἢ γὰρ ἡμῶν τινα τῶν ἐγγύτατα γένους ἐπιδικασάμενον ἕξειν γυναῖκα, ἢ εἰ μηδεὶς ἡμῶν ἐβούλετο λαμβάνειν, τῶν θείων τινὰ τούτων τῶν μαρτυρούντων, εἰ δὲ μή, τῶν ἄλλων τινὰ συγγενῶν τὸν αὐτὸν τρόπον ἐπὶ πάσῃ τῇ οὐσίᾳ ἐπιδικασάμενον κατὰ τοὺς νόμους ἕξειν ταύτην γυναῖκα.
因为显而易见,若把她作为继承女留下,他就会确切地知道,两件事中必有一件发生在她身上:要么是我们这些血缘最近的人中有一人经审结裁定娶她为妻;或者,假若我们中无人愿意娶她,作证的这些伯叔舅父中就会有一人娶她;若还不成,其他亲属中的某人也会以同样的方式,依照法律就全部财产申请审结裁定而娶该女子为妻。
οὐκοῦν ἐκ μὲν τοῦ τὴν θυγατέρα εἰς τοὺς φράτορας εἰσαγαγεῖν καὶ μὴ ποιήσασθαι τὸν ἐμὸν ἀδελφὸν ὑὸν αὑτῷ ταῦτʼ ἂν διεπράξατο· ἐκ δὲ τοῦ τοῦτον μὲν ποιήσασθαι τὴν δὲ μὴ εἰσαγαγεῖν τὴν μὲν νόθην, ὥσπερ αὐτῷ προσῆκε, καὶ ἄκληρον κατέστησε, τὸν δὲ κληρονόμον κατέλιπε τῶν ἑαυτοῦ.
因此,若是把女儿引入胞族而不收养我的兄弟为嗣子,他本可以实现上述安排;然而由于收养了后者而未将前者引入,他便正如他所应当的那样,使她沦为私生女且丧失继承权,并将后者留作自己财产的继承人。
ἀλλὰ μὴν ὥς γε οὔτε γαμηλίαν εἰσήνεγκεν ὁ θεῖος ἡμῶν, οὔτε τὴν θυγατέρα, ἥν φασι γνησίαν αὐτῷ εἶναι οὗτοι, εἰσαγαγεῖν εἰς τοὺς φράτορας ἠξίωσε, καὶ ταῦτα νόμου ὄντος αὐτοῖς,2 ἀναγνώσεται [δὲ] ὑμῖν τὴν τῶν φρατόρων τῶν ἐκείνου μαρτυρίαν. ἀναγίγνωσκε· σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ. Μαρτυρία λαβὲ δὲ καὶ ὡς ἐποιήσατο τὸν ἐμὸν ἀδελφὸν ὑὸν αὑτῷ.
然而,为了证明我们的舅父既未向胞族缴纳婚宴费,也未曾认为应当将这些人声称是他合法女儿的女子引入胞族——而且这还是在他们有此法律规定的情况下——书记将为诸位宣读他所属胞族成员的证词。宣读吧;请你止住水钟。 〔证词〕再取关于他如何收养我的兄弟为嗣子的证词。
Μαρτυρία εἶτα ὑμεῖς τὴν Νικοδήμου μαρτυρίαν τῶν αὐτοῦ τοῦ θείου ἐκμαρτυριῶν3 πιστοτέραν ἡγήσεσθε εἶναι, καὶ τὴν οὕτω κοινὴν τοῖς βουλομένοις γεγενημένην, ταύτην ἐπιχειρήσει τις ὑμᾶς πείθειν ὅτι ἐγγυητὴν γυναῖκα ὁ ἡμέτερος θεῖος ἔσχεν; ἀλλʼ ὑμεῖς, ὡς ἔγωγʼ οἶμαι, οὐ πιστεύσετε, ἐὰν μὴ ἀποφαίνῃ ὑμῖν, ὅπερ ἀρχόμενος εἶπον τοῦ λόγου, πρῶτον μὲν ἐπὶ τίνι προικὶ οὗτος ἐγγυῆσαι τῷ Πύρρῳ φησὶ τὴν ἀδελφήν, ἔπειτα πρὸς ὁποῖον ἄρχοντα ἡ ἐγγυητὴ γυνὴ ἀπέλιπε τὸν ἄνδρα ἢ τὸν οἶκον [τὸν] αὐτοῦ, εἶτα παρʼ ὅτου ἐκομίσατο τὴν προῖκα αὐτῆς, ἐπειδὴ τετελευτηκὼς ἦν ᾧ φησιν αὐτὴν ἐγγυῆσαι· ἢ εἰ ἀπαιτῶν μὴ ἐδύνατο κομίσασθαι ἐν εἴκοσιν ἔτεσιν, ὁποίαν δίκην σίτου ἢ τῆς προικὸς αὐτῆς ὑπὲρ τῆς ἐγγυητῆς γυναικὸς ἐδικάσατο τῷ ἔχοντι τὸν Πύρρου κλῆρον οὗτος.
〔证词〕既然如此,难道诸位会认为尼科德摩斯的证言比舅父本人的确凿事实更为可信吗?难道还会有人企图说服诸位,相信我们舅父曾以明媒正娶之礼迎娶一个如此对任何有意者皆可接纳的女人为妻吗?但我认为,除非他向诸位说明我在演说开端所说的话,否则诸位决不会相信:首先,此人声称以多少嫁妆将姐妹许配给皮尔罗斯;其次,那名明媒正娶的妻子是在哪位执政官面前离开丈夫或其家宅;再次,在据称受聘娶她的男子去世后,此人又从何人处收回了她的嫁妆;或者,假若他索要嫁妆而在二十年间未能收回,此人为了那名明媒正娶的女子,又曾向占有皮尔罗斯遗产之人提起过何种追索生活费或嫁妆的诉讼。
ἔτι δὲ πρὸς τούτοις ἐπιδειξάτω ὅτῳ πρότερον ἢ ὕστερον ἠγγύησεν οὗτος τὴν ἀδελφήν, ἢ εἰ ἐξ ἄλλου τινὸς γεγενημένοι εἰσὶ παῖδες αὐτῇ. ταῦτα οὖν ἀξιοῦτε πυνθάνεσθαι παρʼ αὐτοῦ, καὶ περὶ τῆς τοῖς φράτορσι γαμηλίας μὴ ἀμνημονεῖτε. οὐ γὰρ τῶν ἐλαχίστων πρὸς τὴν τούτου μαρτυρίαν τεκμήριόν ἐστι τοῦτο. δῆλον γὰρ ὅτι, εἰ ἐπείσθη ἐγγυήσασθαι, ἐπείσθη ἂν καὶ γαμηλίαν ὑπὲρ αὐτῆς τοῖς φράτερσιν εἰσενεγκεῖν καὶ εἰσαγαγεῖν τὴν ἐκ ταύτης ἀποφανθεῖσαν θυγατέρα ὡς γνησίαν οὖσαν αὑτῷ.
此外,除这些之外,还让他指明此人在之前或之后曾将姐妹许配给何人,或者她是否与其他任何人生育过子女。因此,请诸位坚持向他追问这些事情,并且切勿忘记向胞族缴纳婚宴费之事。因为这对于反驳他的证词而言绝非微不足道的证据。显而易见,假若他曾被说服去行聘娶之礼,他也必定会被说服为她向胞族成员缴纳婚宴费,并将据称由她所生的女儿作为自己的合法婚生女引入胞族。
καὶ ἔν τε τῷ δήμῳ κεκτημένος τὸν τριτάλαντον οἶκον, εἰ ἦν γεγαμηκώς, ἠναγκάζετο ἂν4 ὑπὲρ τῆς γαμετῆς γυναικὸς καὶ θεσμοφόρια ἑστιᾶν τὰς γυναῖκας, καὶ τἆλλα ὅσα προσῆκε λῃτουργεῖν ἐν τῷ δήμῳ ὑπὲρ τῆς γυναικὸς ἀπό γε οὐσίας τηλικαύτης. οὐ τοίνυν φανεῖται οὐδὲν τούτων γεγενημένον οὐδεπώποτε. οἱ μὲν οὖν φράτορες μεμαρτυρήκασιν ὑμῖν· λαβὲ δὲ καὶ τὴν τῶν δημοτῶν τῶν ἐκείνου μαρτυρίαν. 〈Μαρτυρία〉
此外,在德谟中拥有三塔兰同家产的人,如果他结了婚,本应被迫为了明媒正娶的妻子在泰斯摩丰节宴请妇女,并以如此丰厚的家产在德谟中为妻子承担所有应尽的其他公职。然而事实将表明,这些事情一件也未曾发生过。胞族成员已经向诸位作证;再取他同德谟居民的证词。 〔证词〕
- 73ἐξόν
无人称动词 ἔξεστι 的宾格绝对结构,表让步或背景情况(“在本来容许他……的情况下”)。后文的与格分词 εἰσαγαγόντι 与省略的逻辑主体(与格 αὐτῷ)相一致,充当不定式 καταλιπεῖν 和 ἐπισκῆψαι 的动作执行者。
- 76καὶ ταῦτα νόμου ὄντος αὐτοῖς
惯用短语 καὶ ταῦτα(“而且还是在……情况下”)用于对前述事实追加强调,后接属格绝对结构 νόμου ὄντος αὐτοῖς(“他们中间存在相关法律”)。
- 77τῶν αὐτοῦ τοῦ θείου ἐκμαρτυριῶν
与前文尼科德摩斯的单方证言(μαρτυρία)相对比。此处 ἐκμαρτυρίαι 指通过法庭外证言或公证程序确认的、舅父本人生前的确凿行为与事实。
- 80εἰ ἦν γεγαμηκώς, ἠναγκάζετο ἂν
过去反事实条件句。后件使用未完成过去时加 ἄν(ἠναγκάζετο ἄν),表示在过去情形下持续存在或惯常发生的义务(“他本必定不得不持续履行……”)。
