- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg003.humanitext-grc2:47-55
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出针对虐待女继承人的告发毫无风险,而尼科德莫斯却未向执政官告发,亦未抗议嫁妆之微薄,以此揭露其证词之虚假。他进一步论证,其夫克塞诺克勒斯在恩狄奥斯生前的长期沉默,同样证明该女子并非正妻所生的合法女儿。
οὔτε γὰρ ἐπιτίμιον ταῖς πρὸς τὸν ἄρχοντα εἰσαγγελίαις ἔπεστιν, οὐδʼ ἐὰν μηδεμίαν τῶν ψήφων οἱ εἰσαγγείλαντες μεταλάβωσιν, οὔτε πρυτανεῖα οὔτε παράστασις οὐδεμίᾳ τίθεται τῶν εἰσαγγελιῶν· ἀλλὰ τοῖς μὲν διώκουσιν ἀκινδύνως εἰσαγγέλλειν ἔξεστι, [τῷ βουλομένῳ], τοῖς δʼ ἁλισκομένοις ἔσχαται τιμωρίαι ἐπὶ ταῖς εἰσαγγελίαις ἔπεισιν.
因为向执政官提出的告发不附带任何罚款,即便告发者未获得哪怕一票也是如此,而且任何此类告发都不必缴纳法庭保证金或诉讼登记费;相反,任何愿意起诉的人都可以毫无风险地进行告发,而凡是在告发中被定罪的人,则将面临极刑。
ἔπειτα εἰ ἦν ἐξ ἐγγυητῆς ἡ τούτου ἀδελφιδῆ τῷ ἡμετέρῳ θείῳ γεγενημένη, ἐπέτρεψεν ἂν Νικόδημος ὡς ἐξ ἑταίρας οὖσαν αὐτὴν ἐγγυᾶσθαι; καὶ γενομένων αὐτῶν οὐκ ἂν εἰσήγγειλε πρὸς τὸν ἄρχοντα ὑβρίζεσθαι τὴν ἐπίκληρον ὑπὸ τοῦ οὕτως ἐγγυήσαντος αὐτήν; καὶ, εἰ ἦν ἀληθῆ ἃ νυνὶ τετόλμηκας μαρτυρῆσαι, παραχρῆμα εὐθὺς τότε ἐτιμωρήσω ἂν τὸν ἀδικοῦντα. ἢ καὶ ταῦτα λαθεῖν σεαυτὸν προσποιήσει;
那么,假若此人的甥女是我们的舅父与明媒正娶之妻所生,尼科德莫斯难道会允许她如同交际花所生一般被许配出嫁吗?在这些事情发生时,他难道不会向执政官告发女继承人正遭受如此许配她的人的虐待吗?而且,如果你如今胆敢作证的话是真实的,你在当时当场就定会惩罚作恶之人了。难道对于这些事,你也打算装作自己并不知情吗?
ἔπειτʼ οὐδʼ ἐκ τῆς ἐπιδοθείσης αὐτῇ προικὸς ᾔσθου; ὥστε καὶ διʼ αὐτὸ τοῦτο ἀγανακτήσαντι δήπου σοι εἰσαγγεῖλαι τὸν Ἔνδιον προσῆκεν,1 εἰ αὐτὸς μὲν τριτάλαντον οἶκον ἔχειν ἠξίου ὡς προσῆκον αὑτῷ, τῇ δὲ γνησίᾳ οὔσῃ 〈θυγατρὶ〉 [τρις]χιλίας δραχμὰς προῖκα ἐπιδοὺς ἐκδοῦναι ἠξίωσεν ἄλλῳ. εἶτʼ ἐπὶ τούτοις οὐκ ἀγανακτήσας εἰσήγγειλεν ἂν τὸν Ἔνδιον οὗτος; ναὶ μὰ Δία, εἴ γʼ ἦν ἀληθὲς τὸ πρᾶγμα.
再者,难道你连给予她的嫁妆数额都没有察觉吗?因此单凭这一点,出于愤慨,你也理当向执政官告发恩狄奥斯,如果恩狄奥斯自己认为拥有价值三塔兰同的家产是其应得的,却认为仅给合法的正妻之女三千德拉克马的嫁妆便可将她嫁与他人。那么对于这些事,此人难道不会出于愤慨而告发恩狄奥斯吗?凭宙斯起誓,假若事情属实,他必定会告发的。
οἶμαι δὲ οὐδʼ ἂν τὴν ἀρχὴν ἐκεῖνον οὐδʼ ἄλλον γε τῶν εἰσποιήτων οὐδένα οὕτως εὐήθη οὐδʼ αὖ ὀλίγωρον τῶν νόμων τῶν κειμένων γίγνεσθαι,2 ὥσθʼ ὑπαρχούσης γνησίας θυγατρὸς τῷ τὸν κλῆρον καταλιπόντι ἑτέρῳ δοῦναι ταύτην ἀνθʼ ἑαυτοῦ.3 ἀκριβῶς γὰρ ᾔδει διότι τοῖς γε ἐκ τῆς γνησίας θυγατρὸς παισὶ γεγονόσιν ἁπάντων τῶν παππῴων κληρονομία προσήκει. εἶτα εἰδὼς ἄν τις ταῦτα ἑτέρῳ παραδοίη τὰ αὑτοῦ, καὶ ταῦτα τηλικαῦτα ὄντα ὅσων ἠμφισβήτησαν οὗτοι;
而且我认为,从一开始无论恩狄奥斯还是其他任何被收养之人,绝不会如此愚蠢,也不会如此蔑视现行法律,以至于在遗留遗产者尚有合法女儿在世的情况下,竟然不自己娶她,反将她给与他人。因为他清楚地知道,外祖父全部财产的继承权理应属于合法女儿所生的子女。那么,谁在明知这些的情况下,会把属于自己的财产拱手让给他人呢,更何况这些财产正如这群人所争夺的那般庞大?
δοκεῖ δʼ ἄν τις ὑμῖν οὕτως ἀναιδὴς ἢ τολμηρὸς εἰσποίητος γενέσθαι, ὥστε μηδὲ τὸ δέκατον μέρος ἐπιδοὺς ἐκδοῦναι τῇ γνησίᾳ θυγατρὶ τῶν πατρῴων; γενομένων δὲ τούτων δοκεῖ ἂν ὑμῖν ὁ θεῖος ἐπιτρέψαι, ὁ ἐγγυῆσαι μεμαρτυρηκὼς αὐτῆς τὴν μητέρα; ἐγὼ μὲν γὰρ οὐ νομίζω, ἀλλὰ καὶ ἠμφισβήτησεν ἂν τοῦ κλήρου καὶ διεμαρτύρησε καὶ εἰσήγγειλεν ἂν πρὸς τὸν ἄρχοντα, καὶ ἄλλο εἴ τι ἦν ἰσχυρότερον τούτων, ἅπαντʼ ἂν διεπράξατο.
在诸位看来,难道会有任何养子如此厚颜无耻或大胆妄为,以至于在将合法女儿嫁出时,连其父家财产的十分之一都不作为嫁妆附上吗?而当这些事情发生时,诸位认为那位作证说曾许配其母亲的舅父会允许吗?照我看来绝无可能,相反,他定会争夺该遗产,提出正式誓证抗辩,向执政官进行告发,并且凡有比这些更为强力的手段,他定会穷尽所有。
ὁ μὲν τοίνυν Ἔνδιος ὡς ἐξ ἑταίρας οὖσαν ἠγγύησεν, ἥν φησιν ἀδελφιδῆν Νικόδημος εἶναι αὑτῷ· οὗτος δὲ οὔτε τῷ Ἐνδίῳ τοῦ Πύρρου κλήρου ἀμφισβητῆσαι ἠξίωσεν, οὔτʼ ἐγγυήσαντα τὴν ἀδελφιδῆν 〈ὡς〉 οὖσαν ἐξ ἑταίρας εἰσαγγεῖλαι πρὸς τὸν ἄρχοντα [ἠξίωσεν], οὔτʼ ἐπὶ τῇ δοθείσῃ προικὶ αὐτῇ ἠγανάκτησεν οὐδέν, ἀλλὰ πάντα ταῦτα εἴασε γενέσθαι. οἱ δὲ νόμοι περὶ ἁπάντων διορίζουσι τούτων.
于是,恩狄奥斯便将尼科德莫斯声称是其甥女的女子,如同交际花所生一般许配出嫁;而此人既不愿与恩狄奥斯争夺皮尔罗斯的遗产,也不愿因恩狄奥斯将自己的甥女如交际花所生一般许配而向执政官告发,对于给予她的嫁妆也毫无愤慨,而是听任这一切发生。然而法律对于这一切都作出了明确规定。
ἀναγνώσεται οὖν πρῶτον ὑμῖν τὴν περὶ τῆς ἐπιδικασίας τοῦ κλήρου μαρτυρίαν πάλιν, ἔπειτα τὴν περὶ τῆς ἐγγυήσεως τῆς γυναικός. ἀναγίγνωσκε αὐτοῖς. Μαρτυρία〈ι〉ἀνάγνωθι δὴ καὶ τοὺς νόμους. Νόμοι λαβὲ δὴ καὶ τὴν τούτου μαρτυρίαν.
因此,书记员首先将向诸位再次宣读关于审结申领遗产的证言,然后宣读关于妇人订婚的证言。请向他们宣读。 证言 现在也请宣读法律。 法律 现在请拿来此人的证言。
Μαρτυρία πῶς οὖν 〈ἄν〉 τις σαφέστερον ἐξελέγχοι ψευδομαρτυρίων διώκων ἢ ἔκ τε τῶν πεπραγμένων αὐτοῖς τούτοις ἐπιδεικνύων καὶ ἐκ τῶν νόμων ἁπάντων τῶν ἡμετέρων; περὶ μὲν οὖν τούτου σχεδὸν εἴρηται τὰ πολλά· σκέψασθε δὲ καὶ περὶ τοῦ ἔχοντος τὴν ἀδελφιδῆν τὴν τούτου γυναῖκα, ἐὰν ἄρα τι γένηται καὶ ἐκ τούτου τεκμήριον ὡς ἔστι ψευδῆ τὰ μεμαρτυρημένα Νικοδήμῳ.
证言 那么,控告伪证的人,除了从这些当事人自己的所作所为中以及从我们所有的法律中加以指证之外,又怎能更加清楚明白地驳倒对方呢? 关于此人,大体上已经说得差不多了;但诸位也请审视那位娶了此人甥女为妻的男子,看看是否也能从此人身上找到证据,证明尼科德莫斯的证言是虚假的。
ὡς μὲν οὖν ἠγγυήσατο καὶ ἔλαβεν ὡς οὖσαν ἐξ ἑταίρας τὴν γυναῖκα, ἐπιδέδεικται καὶ μεμαρτύρηται· ὡς δʼ ἀληθὴς ἡ μαρτυρία ἐστὶν αὕτη, ὁ Ξενοκλῆς αὐτὸς ἔργῳ οὐκ ὀλίγον χρόνον ἤδη [ἀληθῆ ταῦτα] μεμαρτύρηκε. δῆλον γὰρ ὅτι εἰ μὴ ἠγγύητο παρὰ τοῦ Ἐνδίου ὡς ἐξ ἑταίρας οὖσαν τὴν γυναῖκα, ὄντων αὐτῷ παίδων ἤδη τηλικούτων ἐκ τῆς γυναικός, ζῶντι ἂν τῷ Ἐνδίῳ ἠμφισβήτησεν ὑπὲρ τῆς γνησίας θυγατρὸς τῶν πατρῴων,
关于他确实将该妇人如同交际花所生一般接受订婚并迎娶为妻,已经得到了展示和作证;而至于这一证言是真实的,克塞诺克勒斯本人通过自己的实际行动已经证明了相当长的时间。因为显而易见,假若他不是在认定该妇人系交际花所生的情况下从恩狄奥斯手中接纳订婚,在妇人已经为他生下如此年岁的子女的情况下,他早就会在恩狄奥斯在世之时代表合法的正妻之女去争夺其父家的财产了,
- 49ἀγανακτήσαντι δήπου σοι εἰσαγγεῖλαι τὸν Ἔνδιον προσῆκεν
无人称动词 προσῆκεν 用于表示未实现的过去义务或理所应当之举,无需小辞 ἄν 即可独立引导与过去事实相反的虚拟结果。与格分词 ἀγανακτήσαντι 与代词 σοι 一致,而后者是不定式 εἰσαγγεῖλαι 的逻辑主语。
- 50οὐδʼ ἂν τὴν ἀρχὴν ἐκεῖνον οὐδʼ ἄλλον γε τῶν εἰσποιήτων οὐδένα οὕτως εὐήθη ... γίγνεσθαι
短语 τὴν ἀρχήν 为副词性宾格,与否定词 οὐδέ 连用表示“压根 / 根本(不)”。小辞 ἄν 修饰不定式 γίγνεσθαι,体现了在主导动词 οἶμαι 的间接引语中,原本带 ἄν 的直陈式过去时反事实假设句的转换。
- 50ἑτέρῳ δοῦναι ταύτην ἀνθʼ ἑαυτοῦ
介词短语 ἀνθʼ ἑαυτοῦ 意为“代替自己”。在雅典继承法中,当存在女继承人(epikleros)时,嗣子通常应当自娶该女继承人,因此该短语强调了养子不亲自娶她却反将其嫁与他人的违规与荒谬。
