- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg003.humanitext-grc2:37-46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出贪图钱财的尼科德莫斯绝不可能在未定嫁妆的情况下许配姐妹,并通过揭露他既未对遗产审结提出正式抗辩,也未就女继承人受虐待向执政官告发等一系列不作为,证明其证词纯属伪造。
ἆρʼ οὖν δοκεῖ τῳ ὑμῶν ὀλιγώρως οὕτως ἔχειν χρημάτων Νικόδημος, ὥστε παραλιπεῖν ἄν τι τῶν τοιούτων; ἐγὼ μὲν γὰρ οὐ νομίζω. εἶτα παρὰ τούτου ὁ ἡμέτερος θεῖος ἠξίωσεν ἂν ἐγγυήσασθαι τὴν ἀδελφήν, ὃς αὐτὸς ξενίας φεύγων ὑπὸ ἑνὸς τῶν φρατόρων ὧν φησιν αὑτοῦ εἶναι, παρὰ τέτταρας ψήφους μετέσχε τῆς πόλεως;1 καὶ ὡς ἀληθῆ λέγω, ἀναγίγνωσκε τὴν μαρτυρίαν.
那么,在诸位之中,难道有谁会认为尼科德莫斯对钱财如此漫不经心,以至于会遗漏这类的任何事项吗?至少我是不相信的。再者,我们的舅父难道会愿意从这样的人手中迎娶其姐妹吗?此人自己曾被他声称自己所属胞族的成员之一控告僭夺公民权,仅仅以四票之差才勉强保全了公民权。为了证明我所说属实,请宣读证词。
Μαρτυρία οὗτος τοίνυν τῷ ἡμετέρῳ θείῳ ἄπροικον τὴν ἀδελφὴν τὴν ἑαυτοῦ μεμαρτύρηκεν ἐγγυῆσαι, καὶ ταῦτα τῆς προικὸς εἰς αὐτὸν γιγνομένης, εἴ τι ἔπαθεν ἡ γυνὴ πρὶν γενέσθαι παῖδας αὐτῇ. λαβὲ δὴ καὶ ἀνάγνωθι τοὺς νόμους τουσδὶ αὐτοῖς.
证词 那么,此人作证说在没有嫁妆的情况下将自己的姐妹许配给了我们的舅父,而且这还是在倘若妇人在生育子女之前发生变故,嫁妆便依法归他所有的情形下。请拿过来,并向他们宣读这些法律。
Νόμοι δοκεῖ ἂν ὑμῖν οὕτως ὀλιγώρως ἔχειν χρημάτων Νικόδημος, ὥστε, εἰ ἦν ἀληθὲς τὸ πρᾶγμα, οὐκ ἂν σφόδρα διακριβώσασθαι περὶ τῶν ἑαυτῷ συμφερόντων; ναὶ μὰ Δία, ὡς ἔγωγʼ οἶμαι, ἐπεὶ καὶ οἱ ἐπὶ παλλακίᾳ διδόντες τὰς ἑαυτῶν πάντες πρότερον διομολογοῦνται περὶ τῶν δοθησομένων ταῖς παλλακαῖς· Νικόδημος δὲ ἐγγυᾶν μέλλων, 〈ὥς〉 φησι, τὴν ἀδελφὴν τὴν αὑτοῦ μόνον τὸ κατὰ τοὺς νόμους ἐγγυῆσαι διεπράξατο; ὃς ἐπʼ ὀλίγῳ ἀργυρίῳ, οὗ ἐπιθυμῶν λέγει πρὸς ὑμᾶς, σφόδρα βούλεται πονηρὸς εἶναι;
法律 在诸位看来,尼科德莫斯难道会是对金钱如此漫不经心之人,以至于假若事情属实,他竟然不会就关乎自身利益的事情极为周密地敲定条件吗?凭宙斯起誓,照我看来绝非如此;因为即便是将自家女眷送去作妾的人,所有人也都会事先就应当给予妾室之物商定协议;然而尼科德莫斯在打算如他所说许配自己的姐妹时,难道竟只办理了符合法律的订婚手续吗?此人为了区区一点金钱——这正是他在诸位面前发言时所垂涎的——可是极愿做个恶棍的啊。
περὶ μὲν οὖν τῆς τούτου πονηρίας καὶ σιωπῶντος ἐμοῦ οἱ πολλοὶ γιγνώσκουσιν ὑμῶν, ὥστε οὐκ ἀπορῶ γε μαρτύρων, ὅταν τι λέγω περὶ αὐτοῦ· βούλομαι δὲ πρῶτον ἐκ τῶν τοιῶνδε ἐξελέγξαι τοῦτον ἀναισχυντότατον τῇ μαρτυρίᾳ ὄντα ταύτῃ. φέρε γάρ, ὦ Νικόδημε, εἰ ἦσθα ἠγγυηκὼς τῷ Πύρρῳ τὴν ἀδελφὴν καὶ εἰ ᾔδεις ἐξ αὐτῆς θυγατέρα γνησίαν καταλειπομένην, πῶς ἐπέτρεψας τῷ ἡμετέρῳ ἀδελφῷ ἐπιδικάσασθαι τοῦ κλήρου ἄνευ τῆς γνησίας θυγατρός, ἣν φῂς τῷ ἡμετέρῳ θείῳ καταλειφθῆναι; ἢ οὐκ ᾔδεις ἐν τῇ ἐπιδικασίᾳ τοῦ κλήρου νόθην καθισταμένην τὴν ἀδελφιδῆν τὴν σαυτοῦ; ὁπότε γάρ [τις] ἐπεδικάζετο τοῦ κλήρου, νόθην τὴν θυγατέρα τοῦ καταλιπόντος τὸν κλῆρον καθίστη.
关于此人的邪恶,即使我保持沉默,诸位多数人也心知肚明,因此每当我谈及他时决不缺乏证人;但我首先想通过以下事实证明此人在这项证词中最为厚颜无耻。来吧,尼科德莫斯,假若你曾将姐妹许配给皮尔罗斯,并且明知她留下了合法的婚生女儿,你怎么竟允许我们的兄弟在没有那位你声称留给舅父的合法女儿的情况下申领遗产?难道你不知道在申领遗产时,你自己的甥女就被判定为私生女了吗?因为凡有人申领该遗产,他就是将遗留遗产者的女儿置于私生女的地位。
ἔτι δὲ πρότερον ὁ Πύρρος ὁ ποιησάμενος τὸν ἀδελφὸν τὸν ἐμὸν ὑὸν αὑτῷ·2 οὔτε γὰρ διαθέσθαι οὔτε δοῦναι οὐδενὶ οὐδὲν ἔξεστι τῶν ἑαυτοῦ ἄνευ τῶν θυγατέρων, ἐάν τις καταλιπὼν γνησίας τελευτᾷ. γνώσεσθε δὲ αὐτῶν ἀκούσαντες τῶν νόμων ἀναγιγνωσκομένων. ἀναγίγνωσκε τούσδε αὐτοῖς.
不仅如此,在此之前将我的兄弟收为自己嗣子的皮尔罗斯〔也将她置于私生女的地位〕;因为法律规定,如果任何人死后留有合法的婚生女儿,在没有女儿参与的情况下,他无权立遗嘱处置或将自己的任何财产赠予任何人。诸位在听取宣读法律本身时就会明白。请向他们宣读这些法律。
Νόμοι δοκεῖ ἂν ὑμῖν ὁ μεμαρτυρηκὼς ἐγγυῆσαι ἐπιτρέψαι ἄν τι τούτων γίγνεσθαι, καὶ οὐκ ἂν ἐπὶ τοῦ κλήρου τῇ λήξει, ἣν ὁ Ἔνδιος λαχὼν ἐπεδικάζετο, ἀμφισβητῆσαι ἂν ὑπὲρ τῆς ἀδελφιδῆς τῆς ἑαυτοῦ, καὶ οὐκ ἂν διαμαρτυρῆσαι3 μὴ ἐπίδικον τῷ Ἐνδίῳ τὸν ἐκείνης πατρῷον κλῆρον εἶναι; ἀλλὰ μὴν ὥς γε ἐπεδικάσατο ὁ ἡμέτερος ἀδελφὸς τοῦ κλήρου καὶ οὐκ ἠμφισβήτησεν οὐδεὶς ἐκείνῳ, ἀναγίγνωσκε τὴν μαρτυρίαν.
法律 在诸位看来,那位作证说曾许配妇人的人,难道会允许这些事情中的任何一件发生,而不在恩狄奥斯申请并谋求判决遗产归属的诉请之时,为了自己的甥女提出异议,并且不以正式誓证抗辩说她父家的遗产并不属于可判给恩狄奥斯的诉讼标的吗?然而,为了证明我们的兄弟确实获得了遗产的审结判定,且没有任何人向他提出异议,请宣读证言。
Μαρτυρία γενομένης τοίνυν τῆς ἐπιδικασίας ταύτης οὐκ ἐτόλμησεν ἀμφισβητῆσαι τοῦ κλήρου Νικόδημος, οὐδὲ διαμαρτυρῆσαι τὴν ἀδελφιδῆν τὴν ἑαυτοῦ γνησίαν θυγατέρα Πύρρῳ καταλειφθῆναι.
证词 因此,在这一遗产审结发生之后,尼科德莫斯既不敢对遗产提出异议,也不敢提出正式誓证抗辩其甥女是皮尔罗斯遗留的合法婚生女儿。
περὶ μὲν οὖν τῆς ἐπιδικασίας ἔχοι ἄν τις ψεῦδος προφασίσασθαι πρὸς ὑμᾶς· ἢ γὰρ λαθεῖν σφᾶς προσποιήσαιτʼ ἂν οὗτος, ἢ καὶ ψεύδεσθαι αἰτιῷτʼ ἂν ἡμᾶς. τοῦτο μὲν οὖν παρῶμεν· ἐπειδὴ δὲ τῷ Ξενοκλεῖ ἠγγύα ὁ Ἔνδιος τὴν ἀδελφιδῆν σου, ἐπέτρεψας, ὦ Νικόδημε, τὴν ἐκ τῆς ἐγγυητῆς τῷ Πύρρῳ γεγενημένην ὡς ἐξ ἑταίρας ἐκείνῳ οὖσαν ἐγγυᾶσθαι;
那么,关于审结判定,或许有人可以向诸位编造虚假的托辞:因为此人或许会借口说他们不知情,或许还会指责我们撒谎。那么这件事就且按下不提;但是当恩狄奥斯将你的甥女许配给克塞诺克勒斯之时,尼科德莫斯啊,难道你竟然允许那由皮尔罗斯的正妻所生之女,如同她是他与交际花所生一般被许配出嫁吗?
καὶ οὐκ [ἂν] εἰσήγγειλας πρὸς τὸν ἄρχοντα κακοῦσθαι τὴν ἐπίκληρον ὑπὸ τοῦ εἰσποιήτου οὕτως ὑβριζομένην καὶ ἄκληρον τῶν ἑαυτῆς πατρῴων καθισταμένην, ἄλλως τε καὶ μόνων τούτων τῶν δικῶν ἀκινδύνων τοῖς διώκουσιν οὐσῶν καὶ ἐξὸν τῷ βουλομένῳ4 βοηθεῖν ταῖς ἐπικλήροις;
而且,既然被收养的嗣子如此侮辱这位女继承人并剥夺她父家的遗产,你难道不曾向执政官告发女继承人遭受虐待吗?更何况此类诉讼是唯一对原告没有任何风险的,且任何愿意的人都可以向女继承人伸出援手!
- 37παρὰ τέτταρας ψήφους μετέσχε τῆς πόλεως
παρὰ τέτταρας ψήφους 意为“以四票之差”或“仅差四票”。介词 παρά 接宾格在此表示差距、差额,用以指代微弱差距下的胜诉或保全权利。
- 42ἔτι δὲ πρότερον ὁ Πύρρος ὁ ποιησάμενος τὸν ἀδελφὸν τὸν ἐμὸν ὑὸν αὑτῷ
省略主动词的句子。以主格 ὁ Πύρρος 为主语,承接紧邻前句的谓语 νόθην τὴν θυγατέρα ... καθίστη(“将女儿置于私生女的地位”)来理解。
- 43δοκεῖ ἂν ὑμῖν ὁ μεμαρτυρηκὼς ἐγγυῆσαι ἐπιτρέψαι ἄν τι τούτων γίγνεσθαι, καὶ οὐκ ἂν ... ἀμφισβητῆσαι ἂν ... καὶ οὐκ ἂν διαμαρτυρῆσαι
在依赖于 δοκεῖ ἄν ὑμῖν 的三个不定式(ἐπιτρέψαι, ἀμφισβητῆσαι, διαμαρτυρῆσαι)中,小词 ἄν 发生多次叠用。δοκεῖ ἄν ὑμῖν 构成向陪审员提问“在诸位看来某人是否会做出……”的潜在/与过去事实相反的推测句,连续的 οὐκ ἄν 强调了证人本理应做出却未做出的抗辩行为。
- 46ἄλλως τε καὶ μόνων τούτων τῶν δικῶν ἀκινδύνων τοῖς διώκουσιν οὐσῶν καὶ ἐξὸν τῷ βουλομένῳ
由两个表示原因或伴随情况的独立结构并列而成。前半句 μόνων τούτων τῶν δικῶν ἀκινδύνων ... οὐσῶν 为标准的“属格独立结构”;后半句 καὶ ἐξόν 则是非人称动词 ἔξεστι 的中性单数分词构成的“宾格独立结构(非人称独立结构)”,两者通过 καί 构成联合。
