← 伊塞优斯

论皮洛斯的遗产

§29-36

依嫁妆缺位与命名矛盾论证伪证

演说者指出对方证词的虚伪:既无约定的嫁妆,又在女方第十日命名礼的名字上出现矛盾(菲莱与克勒伊塔雷特)。他进一步结合雅典法律论证,没有嫁妆的订婚会使夫方拥有随心所欲休妻的特权,极不合情理,从而证明该套说辞纯系日后争产而伪造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29

καὶ μάρτυράς γε πολλῷ πλείους 〈εἰκὸς〉 ἦν τὸν ἐγγυῶντα παρακαλεῖν ἢ τὸν ἐγγυώμενον τὴν τοιαύτην· οὐδεὶς γὰρ ὑμῶν ἀγνοεῖ ὅτι ὀλίγα διαμένειν εἴωθε τῶν τοιούτων. ὁ μὲν τοίνυν ἐγγυῆσαι φάσκων μετὰ ἑνὸς μάρτυρος καὶ ἄνευ ὁμολογίας προικὸς εἰς τὸν τριτάλαντον οἶκον ἐγγυῆσαί φησι τὴν ἀδελφήν· οἱ δὲ θεῖοι τῷ ἀδελφιδῷ ἄπροικον τὴν τοιαύτην ἐγγυωμένῳ μεμαρτυρήκασι παραγενέσθαι.

而且,与迎娶这样妇人的一方相比,将女方许配的一方原本理当召集多得多的证人;因为诸位谁都知道,此类结合极少能够长久维持。然而,声称许配妇人的那个人却说,自己仅凭一名证人且在未商定嫁妆的情况下,就把姐妹许配给了拥有三塔兰同家产的家庭;而叔父们却作证说,当自己的侄儿毫无嫁妆地迎娶这样的妇人时,他们在场。

§30

καὶ οἱ αὐτοὶ θεῖοι οὗτοι ἐν τῇ δεκάτῃ τῆς θυγατρὸς ἀποφανθείσης εἶναι ὑπὸ τοῦ ἀδελφιδοῦ1 κληθέντες μεμαρτυρήκασι παραγενέσθαι. ἐφʼ ᾧ δὴ καὶ δεινῶς ἀγανακτῶ, ὅτι ὁ μὲν ἀνὴρ λαγχάνων ὑπὲρ τῆς γυναικὸς τῆς αὑτοῦ τοῦ κλήρου τοῦ πατρῴου Φίλην ὄνομα εἶναι ἐπεγράψατο τῇ γυναικί, οἱ δὲ τοῦ Πύρρου θεῖοι ἐν τῇ δεκάτῃ φάσκοντες παραγενέσθαι τὸ τῆς τήθης ὄνομα Κλειταρέτην τὸν πατέρα ἐμαρτύρησαν θέσθαι αὐτῇ.

而且这些相同的叔父们还作证说,当侄儿宣称生下女儿并举行第十日命名礼时,他们受邀在场。正是在这一点上我感到无比愤慨:那位为其妻子申领父家遗产的丈夫,在诉状上将妻子的名字写为菲莱,而皮尔罗斯的叔父们声称参加了第十日礼,却作证说父亲给她取了祖母的名字克勒伊塔雷特。

§31

θαυμάζω οὖν εἰ ὁ ἀνὴρ ὁ συνοικῶν πλείω ἢ ὀκτὼ ἔτη ἤδη μὴ ᾔδει τοὔνομα τῆς ἑαυτοῦ γυναικός. εἶτα οὐδὲ παρὰ τῶν αὑτοῦ μαρτύρων πρότερον ἐδυνήθη πυθέσθαι, οὐδʼ ἡ μήτηρ τῆς γυναικὸς τὸ τῆς θυγατρὸς ὄνομα τῆς αὑτῆς ἐν χρόνῳ τοσούτῳ ἔφρασεν αὐτῷ, οὐδʼ ὁ θεῖος αὐτός, Νικόδημος;

那么我深感奇怪,这位同居已八年有余的丈夫,难道竟不知道自己妻子的名字吗?难道他此前连从自己的证人那里打听都做不到,在这漫长的岁月里,女方的母亲不曾告诉他自己女儿的名字,舅父尼科德莫斯本人也不曾告诉他吗?

§32

ἀλλʼ ἀντὶ τοῦ τῆς τήθης ὀνόματος, εἴ τις ᾔδει τοῦθʼ ὑπὸ τοῦ πατρὸς κείμενον ταύτῃ, Φίλην ὁ ἀνὴρ ὄνομα ἐπεγράψατο εἶναι αὐτῇ, καὶ ταῦτα λαγχάνων αὐτῇ τοῦ κλήρου τοῦ πατρῴου. τίνος ἕνεκα; ἢ ἵνα καὶ τοῦ τῆς τήθης ὀνόματος τοῦ ὑπὸ τοῦ πατρὸς τεθέντος ἄκληρον ὁ ἀνὴρ καταστήσειεν εἶναι τὴν αὑτοῦ γυναῖκα;2

反之,假若有人知道父亲曾为她取过祖母的名字,这位丈夫却舍弃祖母之名,而在诉状上将她的名字写为菲莱,而且这还是在为她申领父家遗产之时!究竟是何缘故?难道这位丈夫是为了使自己的妻子甚至连父亲所赐予的祖母之名也无权继承吗?

§33

ἆρά γε οὐχὶ δῆλον, ὦ ἄνδρες, ὅτι ἃ πάλαι οὗτοι μαρτυροῦσι γενέσθαι, πολλῷ ὕστερον τῆς λήξεως τοῦ κλήρου 〈ἕνεκα〉 σύγκειται αὐτοῖς; οὐ γὰρ ἄν ποτε οἱ μὲν εἰς τὴν δεκάτην (ὥς φασι) κληθέντες τῆς τοῦ Πύρρου θυγατρός, ἀδελφιδῆς τούτου, ἐξ ἐκείνης τῆς ἡμέρας, ἥτις ἦν ποτε, ἀκριβῶς εἰς τὸ δικαστήριον ἧκον μεμνημένοι ὅτι Κλειταρέτην ὁ πατὴρ ἐν τῇ δεκάτῃ ὠνόμηνεν, οἱ δʼ οἰκειότατοι τῶν ἁπάντων, ὁ πατὴρ καὶ ὁ θεῖος καὶ ἡ μήτηρ οὐκ ἂν ᾔδει τὸ ὄνομα τῆς θυγατρός, ὥς φασι, τῆς αὐτοῦ. πολύ γε μάλιστʼ ἄν, εἰ ἦν ἀληθὲς τὸ πρᾶγμα. ἀλλὰ περὶ μὲν τούτων καὶ ὕστερον ἐγχωρήσει εἰπεῖν.

陪审官诸位,难道还不清楚吗,这些人作证说发生在很久以前的事情,分明是他们在此后很久为了争夺遗产才捏造出来的?因为,绝不可能出现这样的情况:那些声称受邀参加皮尔罗斯之女——即此人之甥女——第十日礼的人,能从当年的那一天(无论那是何时)起,准确记忆至今来到法庭作证说父亲在第十日将她命名为克勒伊塔雷特,而所有亲属中最亲近的人——父亲、舅父和母亲——却居然会如他们所说的那样,不知道他女儿的名字。假若事情属实,他们必定是再清楚不过的了。然而,关于这些事情,稍后还有机会陈述。

§35

περὶ δὲ τῆς τούτου μαρτυρίας οὐ χαλεπὸν καὶ ἐξ αὐτῶν τῶν νόμων ἐστὶ γνῶναι ὅτι φαίνεται περιφανῶς τὰ ψευδῆ μεμαρτυρηκὼς οὗτος. ὅπου γάρ, ἐάν τίς τι ἀτίμητον δῷ, ἕνεκα τοῦ νόμου, ἐὰν ἀπολίπῃ ἡ γυνὴ τὸν ἄνδρα ἢ ἐὰν ὁ ἀνὴρ ἐκπέμψῃ τὴν γυναῖκα, οὐκ ἔξεστι πράξασθαι τῷ δόντι ὃ μὴ ἐν προικὶ τιμήσας ἔδωκεν, ἦ που ὅστις γέ φησιν ἄνευ ὁμολογίας προικὸς τὴν ἀδελφὴν ἐγγυῆσαι, περιφανῶς ἀναίσχυντος ὢν ἐλέγχεται.3

但关于此人的证言,即便是从法律本身也不难得知,他显然作了伪证。因为按照法律规定,假若有人给付了未估价的财物,一旦妻子离开丈夫或丈夫休弃妻子,给付者便无权追讨他未曾作为嫁妆估价给付之物;既然如此,凡是声称在未商定嫁妆的情况下将姐妹许配之人,岂不是显而易见地被证实为厚颜无耻吗?

§36

τί γὰρ ἔμελλεν ὄφελος εἶναι αὐτῷ τῆς ἐγγύης, εἰ ἐπὶ τῷ ἐγγυησαμένῳ ἐκπέμψαι ὁπότε βούλοιτο τὴν γυναῖκα ἦν; ἦν δʼ ἂν ἐπʼ ἐκείνῳ, ὦ ἄνδρες, δῆλον ὅτι, εἰ μηδεμίαν προῖκα διωμολογήσατο ἕξειν ἐπʼ αὐτῇ. εἶτʼ ἐπὶ τούτοις ἂν Νικόδημος ἠγγύησε τῷ ἡμετέρῳ θείῳ τὴν ἀδελφήν; καὶ ταῦτα εἰδὼς τὸν ἅπαντα χρόνον ἄτοκον οὖσαν αὐτήν, καὶ τῆς ὁμολογηθείσης προικὸς ἐκ τῶν νόμων γιγνομένης εἰς αὐτόν, εἴ τι ἔπαθεν4 ἡ γυνὴ πρὶν γενέσθαι παῖδας αὐτῇ;

因为,假若迎娶者有权在任何想要的时候休弃妇人,那么订婚对他又有什么好处呢?而且诸位,显而易见,假若他未曾商定随妇人保有任何嫁妆,这休弃之权就必定完全操于丈夫之手。难道尼科德莫斯会在这种条件下将姐妹许配给我们的舅父吗?而且这还是明知她一直不曾生育,并且依法假若妇人在生育子女之前发生不测,商定的嫁妆本应归他所有的情况下?

语法注4 条
  1. 30ἐν τῇ δεκάτῃ τῆς θυγατρὸς ἀποφανθείσης εἶναι ὑπὸ τοῦ ἀδελφιδοῦ

    属格短语 τῆς θυγατρὸς ἀποφανθείσης εἶναι 修饰 ἐν τῇ δεκάτῃ(在第十日礼上)。不定过去时被动态分词 ἀποφανθείσης 支配不定式 εἶναι,意为“被侄儿宣称为其女儿的[孩子的]”。

  2. 32τοῦ τῆς τήθης ὀνόματος ... ἄκληρον ὁ ἀνὴρ καταστήσειεν εἶναι τὴν αὑτοῦ γυναῖκα

    此句属于 καθίστημι + 宾语(τὴν αὑτοῦ γυναῖκα)+ 补足语(ἄκληρον)+ 不定式(εἶναι)结构。原本表示剥夺财产继承权的形容词 ἄκληρος 在此支配分离属格 τοῦ ... ὀνόματος,带有强烈的反讽修辞色彩,意为“使自己的妻子甚至连祖母的名字都无法继承”。

  3. 35ὅπου γάρ, ἐάν τίς τι ἀτίμητον δῷ ... ἦ που ... ἐλέγχεται

    连词 ὅπου 在此并非指地点,而是引出一个法律事实前提(“在……的情况下”)。与之相对,主句中的 ἦ που 则引出带有确信语气的推论(“那么想必更加……”),构成了从既定法律前提推导对方主张荒谬性的推论结构。

  4. 36εἴ τι ἔπαθεν

    短语 εἴ τι πάσχω(“若遭受了什么”)是古典希腊语中表示“死亡”的常见委婉说法。过去直说语气 ἔπαθεν 是从过去的视角设想未来可能发生的变故(“假若她遭遇不测而死”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg003.humanitext-grc2:29-36