← 伊塞优斯

论梅内克勒斯的遗产

§8-15

妹妹的再醮与演说者依法被收养的经过

演说者叙述了梅内克勒斯如何友好地与妹妹离异并为其再醮,随后为了晚年照料与身后祭祀,依法将演说者正式收为养子并完成胞族与德谟登记的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

[καὶ ἐκ ταύτης τῆς λέξεως δῆλον ὅτι φιλῶν ἀπεβάλετο· οὐδεὶς γὰρ μισῶν τινα ἱκετεύει αὐτῷ.] ἐδεῖτο οὖν ἡμῶν δοῦναι χάριν ταύτην αὑτῷ, ἐκδοῦναι ἄλλῳ αὐτὴν μετὰ τῆς γνώμης τῆς ἑαυτοῦ.1 καὶ ἡμεῖς ἐκελεύομεν αὐτὸν πείθειν αὐτὴν περὶ τούτων· ὅ τι γὰρ 〈ἂν〉 ἐκείνη πεισθῇ, τοῦτʼ ἔφαμεν ποιήσειν.

[由这番话也清楚可见,他是出于爱护才与她离异的;因为没有人会去央求自己所憎恨的人。]因此他请求我们帮他这个忙,顺从他的心愿将她另嫁他人。我们则请他去就此事说服她;因为我们说,只要她同意怎样,我们便怎样办。

§9

κἀκείνη τὸ μὲν πρῶτον οὐδʼ ἠνέσχετʼ αὐτοῦ λέγοντος, προιόντος δὲ τοῦ χρόνου μόλις ἐπείσθη· καὶ οὕτως ἐκδίδομεν αὐτὴν Ἠλείῳ Σφηττίῳ, καὶ ὁ Μενεκλῆς τήν τε προῖκα ἐπιδίδωσιν αὐτῷ, μετασχὼν τοῦ οἴκου τῆς μισθώσεως τῶν παίδων τῶν Νικίου, καὶ τὰ ἱμάτια, ἃ ἦλθεν ἔχουσα παρʼ ἐκεῖνον, καὶ τὰ χρυσίδια, ἃ ἦν, δίδωσιν αὐτῇ.

起初她连听都不愿听他说,但随着时间推移,她勉强被说服了;于是我们将她嫁给了斯斐托斯区的埃勒厄斯,梅内克勒斯参与承租尼客阿斯子女的财产后将嫁妆交给了他,并将她带到他家时的衣物以及所有的金首饰都归还给了她。

§10

μετὰ δὲ ταῦτα χρόνου διαγενομένου ἐσκόπει ὁ Μενεκλῆς ὅπως μὴ ἔσοιτο ἄπαις, ἀλλʼ ἔσοιτο αὐτῷ ὅς τις ζῶντά γηροτροφήσοι καὶ τελευτήσαντα θάψοι αὐτὸν καὶ εἰς τὸν ἔπειτα χρόνον τὰ νομιζόμενα αὐτῷ ποιήσοι. τούτῳ μὲν οὖν ἑώρα ἕνα μόνον ὑὸν ὄντα,2 ὥστε ἐδόκει αὐτῷ αἰσχρὸν εἶναι ἄπαιδα τοῦτον καθιστάντα ἀρρένων παίδων αὑτῷ κελεύειν δοῦναι τοῦτον εἰσποιήσασθαι.

此后随着时日流逝,梅内克勒斯考虑怎样才能不至绝嗣,而能有人在生时赡养其晚年,死后将其安葬,并在日后的岁月中为他举行法定的祭礼。他看到对方只有独子一人,因而觉得若使对方绝了男嗣、要求把这个独子交给自己收养,乃是不体面的事。

§11

εὕρισκεν οὖν οὐδένα ἄλλον οἰκειότερον ὄνθʼ ἡμῶν ἑαυτῷ. λόγους οὖν πρὸς ἡμᾶς ἐποιεῖτο, καὶ ἔφη δοκεῖν αὑτῷ καλῶς ἔχειν, ἐπειδὴ οὕτως αὐτῷ ἡ τύχη συνέβη ὥστε ἐκ τῆς ἀδελφῆς τῆς ἡμετέρας παῖδας αὐτῷ μὴ γενέσθαι, ἐκ ταύτης τῆς οἰκίας ὑὸν αὑτῷ ποιήσασθαι, ὅθεν καὶ φύσει παῖδας ἐβουλήθη ἂν αὑτῷ γενέσθαι·3 “ὑμῶν οὖν” ἔφη “βούλομαι τὸν ἕτερον ποιήσασθαι, ὁποτέρῳ ὑμῶν καλῶς ἔχει.”

于是他发现没有别人比我们与他更为亲近。他便与我们谈话,说既然命运如此安排,使他未能与我们的妹妹生下子女,他认为从这户人家——也就是他本愿与之自然生育后代的人家——为自己收养一子是适宜的。“因此,”他说,“我想在你们二人之中收养一个,看你们哪一位觉得适宜。”

§12

καὶ ὁ ἀδελφὸς ἀκούσας ταῦτα [ἐπειδὴ προετίμησεν αὐτοὺς πάντων], ἐπῄνεσέ τε τοὺς λόγους αὐτοῦ, καὶ εἶπεν ὅτι δέοιτο ἥ τε ἡλικία καὶ ἡ παροῦσα ἐρημία ἐκείνου τοῦ θεραπεύσοντος4 αὐτὸν καὶ ἐπιδημήσοντος· “ἐμοὶ μὲν οὖν” ἔφη “συμβαίνει ἀποδημία, ὡς σὺ οἶσθα· ὁ δὲ ἀδελφὸς οὑτοσί” ἐμὲ λέγων “τῶν τε σῶν ἐπιμελήσεται καὶ τῶν ἐμῶν, ἐὰν βούλῃ τοῦτον ποιήσασθαι.” καὶ ὁ Μενεκλῆς καλῶς ἔφη αὐτὸν λέγειν, καὶ ἐκ τοῦ τρόπου τούτου ποιεῖταί με.

我兄弟听了这话[因为他将他们看得重于所有人],称赞了他的提议,并说他的年迈和眼下的孤单都需要有人照料并留在家中。“至于我,”他说,“如你所知,我恰好需要远出;而我这位兄弟”——指着我——“如果你愿意收养他,他既会照料你的事务,也会照料我的事务。”梅内克勒斯说他说得好,就是以这种方式收养了我。

§13

ὡς οὖν κατὰ τοὺς νόμους ἐγένετο ἡ ποίησις, τοῦτο ὑμᾶς βούλομαι διδάξαι. καὶ μοι τὸν νόμον ἀνάγνωθι, ὃς κελεύει τὰ ἑαυτοῦ ἐξεῖναι διαθέσθαι ὅπως ἂν ἐθέλῃ, ἐὰν μὴ παῖδες ἄρρενες ὦσι· γνήσιοι. ὁ γὰρ νομοθέτης, ὦ ἄνδρες, διὰ τοῦτο τὸν νόμον ἔθηκεν οὕτως, ὁρῶν μόνην ταύτην καταφυγὴν οὖσαν τῆς ἐρημίας καὶ παραψυχὴν τοῦ βίου τοῖς ἄπαισι τῶν ἀνθρώπων, τὸ ἐξεῖναι ποιήσασθαι ὅν τινα ἂν βούλωνται.

因此我想向你们说明,这次收养是依法进行的。请为我宣读那条规定:若无合法的男性后嗣,便准许依其心愿处分自己的财产的法律。诸位审判员,立法者正是因此才这样制定法律,因为他看到对于无嗣之人而言,能够随心所欲收养任何人,乃是免于孤寂的唯一避难所和生命的慰藉。

§14

διδόντων οὖν τῶν νόμων αὐτῷ ποιεῖσθαι διὰ τὸ εἶναι ἄπαιδα, ἐμὲ ποιεῖται, οὐκ ἐν διαθήκαις, ὦ ἄνδρες, γράψας, μέλλων ἀποθνήσκειν, ὥσπερ ἄλλοι τινὲς τῶν πολιτῶν, οὐδʼ ἀσθενῶν· ἀλλʼ ὑγιαίνων, εὖ φρονῶν, εὖ νοῶν, ποιησάμενος εἰσάγει με εἰς τοὺς φράτορας παρόντων τούτων, καὶ εἰς τοὺς δημότας με ἐγγράφει καὶ εἰς τοὺς ὀργεῶνας.

既然法律因他无嗣而赋予他收养的权利,他收养了我,诸位,并非如其他某些公民那样在将死之际写在遗嘱中,也非在患病之时;而是在身体健康、心智健全、神思清明之时收养了我,并在这些人在场的情况下将我引见给胞族成员,又将我登记在区民名册和祭祀社团名册之中。

§15

καὶ τότε μὲν οὐδὲν ἀντέλεγον αὐτῷ οὗτοι ὡς 〈οὐκ〉 εὖ φρονοῦντι·5 καίτοι πολὺ κάλλιον ἦν ζῶντα πείθειν ἐκεῖνον, εἴ τι βούλοιντο, μᾶλλον ἢ τελευτήσαντα ὑβρίζειν καὶ ἐξερημοῦν αὐτοῦ τὸν οἶκον. ἐπεβίω γὰρ ἐκεῖνος μετὰ τὴν ποίησιν οὐκ ἐνιαυτὸν ἕνα ἢ δύο, ἀλλὰ τρία καὶ εἴκοσιν ἔτη· καὶ ἐν τούτῳ τῷ χρόνῳ, τοσούτῳ ὄντι, οὐδὲν ἐκεῖνος μετέγνω τῶν πεπραγμένων ἑαυτῷ, διὰ τὸ παρὰ πάντων ὁμολογεῖσθαι ὅτι ἦν ὀρθῶς βεβουλευμένος.

那时他们丝毫未曾反驳他,指责他心智不健全;然而,如果他们有任何意图,在他在世时去说服他,远比在他死后侮辱他并使其家族绝嗣要体面得多。因为在收养之后,他并非只活了一两年,而是活了整整二十三年;在这漫长的岁月里,他对自己所做的事绝无悔意,因为所有人都一致承认他是谋虑周正的。

语法注5 条
  1. 8ἐκδοῦναι ἄλλῳ αὐτὴν μετὰ τῆς γνώμης τῆς ἑαυτοῦ

    不定词 ἐκδοῦναι 用作同位语,具体解释短语 δοῦναι χάριν ταύτην 中的指示代词 ταύτην,指明这一请求的具体内容:“即顺从其意愿将她另嫁他人”。

  2. 10τούτῳ μὲν οὖν ἑώρα ἕνα μόνον ὑὸν ὄντα

    与格 τούτῳ 为领属与格,指法庭上的对方当事人(梅内克勒斯的兄弟)。ἑώρα ... ὄντα 构成感官动词后接分词的补足语结构,意为“他见此人只有独子一人”。

  3. 11ὅθεν καὶ φύσει παῖδας ἐβουλήθη ἂν αὑτῷ γενέσθαι

    关系副词 ὅθεν 先行词为前述的 ἐκ ταύτης τῆς οἰκίας。谓语 ἐβουλήθη ἄν 为直陈式不定过去时加 ἄν,表示过去的潜在或与过去事实相反的假设,意即“从他本来愿望以自然生育方式为其生子的那户人家”。

  4. 12δέοιτο ἥ τε ἡλικία καὶ ἡ παροῦσα ἐρημία ἐκείνου τοῦ θεραπεύσοντος

    δέοιτο 是间接引语中的祈愿式(受主句过去时 ἐπῄνεσε, εἶπε 引导后的时态呼应)。ἐκείνου 为修饰 ἥ τε ἡλικία καὶ ἡ παροῦσα ἐρημία 的领属属格(指梅内克勒斯),动词 δέομαι 支配带冠词名词化的将来时分词 τοῦ θεραπεύσοντος ... καὶ ἐπιδημήσοντος,表示目的或适合承担该角色的人(“照料他并留在家中的人”)。

  5. 15ὡς 〈οὐκ〉 εὖ φρονοῦντι

    校订者补充的否定词 〈οὐκ〉 在句法上必不可少。ὡς 加与格分词表示主观声称的理由,在此处语境中,必须包含否定词才能表示“指责他心智不健全”之意,以符合演说者强调对方当时并未质疑养父心智的论证脉络。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg002.humanitext-grc2:8-15