← 伊塞优斯

论梅内克勒斯的遗产

§16-23

收养合法性的证实与对养父的奉养

说话人借由法定条文与社群证人的证言确立了收养的合法性,叙述了婚后对养父的侍奉,并通过论证当时绝无其他亲属可收养,驳斥了对方出于恶意与嫉恨的指责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

καὶ ὡς ἀληθῆ λέγω ταῦτα, τῆς μὲν ποιήσεως ὑμῖν τοὺς φράτορας καὶ τοὺς ὀργεῶνας καὶ τοὺς δημότας παρέξομαι μάρτυρας, ὡς δʼ ἐξῆν ποιήσασθαι, τὸν νόμον αὐτὸν ὑμῖν ἀναγνώσεται, καθʼ ὃν ἡ ποίησις ἐγένετο. καί μοι τὰς μαρτυρίας ἀνάγνωθι ταύτας καὶ τὸν νόμον.

为了证明我所说的是实情,就收养一事,我将向你们提供胞族成员、祭祀社团成员和区民作为证人;至于收养是否合法,书记将向你们宣读收养所依据的法律本身。请为我宣读这些证言和法律。

§17

Μαρτυρίαι Νόμος ὡς μὲν τοίνυν ἐξῆν τῷ Μενεκλεῖ ποιήσασθαι ὑὸν αὑτῷ ὅν τινα ἐβούλετο, ὁ νόμος αὐτὸς δηλοῖ· ὡς δὲ ἐποιήσατο, οἵ τε φράτορες καὶ οἱ δημόται καὶ οἱ ὀργεῶνες ὑμῖν μεμαρτυρήκασιν· ὥστε περιφανῶς ἀποδέδεικται ἡμῖν, ὦ ἄνδρες, ὁ μάρτυς τἀληθῆ διαμεμαρτυρηκώς,1 καὶ οὗτοι πρός γε τὴν ποίησιν αὐτὴν λόγον οὐδʼ ὁντινοῦν δύναιντʼ ἂν ἀντειπεῖν.

[证言][法律]由此可见,梅内克勒斯依法准许为自己收养任何他所希望的人,法律本身已经表明;而他确实收养了,胞族成员、区民以及祭祀社团成员也已向你们作证。因此,诸位审判员,我们的证人作出了符合事实的誓证,这一点已昭然若揭,而这些人针对收养本身绝不可能说出任何反驳的道理。

§18

πραχθέντων δὲ τούτων ἐσκόπει ὁ Μενεκλῆς γυναῖκά μοι, καὶ ἔφη με χρῆναι γῆμαι· καὶ ἐγὼ λαμβάνω τὴν τοῦ Φιλωνίδου θυγατέρα. κἀκεῖνός τε τὴν πρόνοιαν εἶχεν ὥσπερ εἰκός ἐστι πατέρα περὶ ὑέος ἔχειν, καὶ ἐγὼ τὸν αὐτὸν τρόπον ὥσπερ γόνῳ ὄντα πατέρα ἐμαυτοῦ ἐθεράπευόν τε καὶ ᾐσχυνόμην, καὶ ἐγὼ καὶ ἡ γυνὴ ἡ ἐμή, ὥστε ἐκεῖνον πρὸς τοὺς δημότας ἐπαινεῖν ἅπαντας.

这些事情办妥之后,梅内克勒斯为我物色妻子,并说我应当成婚;于是我娶了斐洛尼得斯的女儿。他对我怀着父亲对儿子理应怀有的关怀,而我也以同样的方式,如同对亲生父亲一般敬奉并尊崇他,无论是本人还是我的妻子皆是如此,以至于他在所有区民面前都对我们赞赏有加。

§19

ὅτι δὲ οὐ παρανοῶν οὐδὲ γυναικὶ πειθόμενος ὁ Μενεκλῆς ἐποιήσατο, ἀλλʼ εὖ φρονῶν, ἐνθένδε ἐστὶν ὑμῖν ῥᾴδιον ἐπιγνῶναι. πρῶτον μὲν γὰρ ἡ ἀδελφή, περὶ ἧς οὗτος τὸν πλεῖστον τοῦ λόγου πεποίηται, ὡς ἐκείνῃ πεισθεὶς ἐμὲ ἐποιήσατο, πολλῷ πρότερον ἦν ἐκδεδομένη ἢ τὴν ποίησιν γενέσθαι, ὥστʼ εἴ γʼ ἐκείνῃ πεισθεὶς τὸν ὑὸν ἐποιεῖτο, τῶν ἐκείνης παίδων τὸν ἕτερον ἐποιήσατʼ ἄν· δύο γάρ εἰσιν αὐτῇ.

至于梅内克勒斯并非心神丧失、亦非听信妇人之言,而是神思清明地进行收养,你们从以下几点便很容易看出。首先,关于我的妹妹,对方在演说中大费周章地谈论她,声称养父是听信了她的话才收养我的;但她远在收养发生之前就已经另嫁了,因此,如果养父真是听从她的劝说才收养儿子,他本该收养她的孩子之一,因为她有两个孩子。

§20

ἀλλʼ, ὦ ἄνδρες, οὐχ ὑπʼ ἐκείνης πεισθεὶς ἐμὲ ἐποιήσατο ὑόν, ἀλλὰ μάλιστα μὲν ὑπὸ τῆς ἐρημίας [ἐπείσθη], δεύτερον δὲ διὰ τὰς προειρημένας αἰτίας καὶ διὰ τὴν εὔνοιαν τὴν ὑπάρχουσαν πρὸς τὸν πατέρα τὸν ἐμόν, τρίτον δὲ διὰ τὸ μὴ εἶναι συγγενῆ μηδένʼ ἄλλον αὐτῷ, ὁπόθεν ἂν ἐποιήσατο ὑόν. ταῦτα τηνικαῦτα ἐνῆγεν ἐμὲ ποιήσασθαι· ὥστε οὐ παραφρονῶν φαίνεται οὐδὲ τῇ γυναικὶ πεισθείς, εἰ μὴ ἄρα τὴν ἐρημίαν αὐτοῦ καὶ τὴν ἀπαιδίαν οὗτος βούλεται τὸ ὄνομα τοῦτο προσαγορεύειν.2

然而,诸位审判员,他收养我为子并非听信了她的话,而首要是被孤苦无依的境况所迫,其次是因为前述诸因以及对我父亲素有的善意,第三则是因为他别无其他可以从中收养儿子的亲属。正是这些因素在当时促使他收养了我;由此可见,他显然并非神志失常,也绝非受妇人摆布,除非对方硬要将他的孤苦无依和无嗣境况冠以这个名称。

§21

ἡδέως δʼ ἄν μοι δοκῶ τούτου πυθέσθαι τοῦ φάσκοντος εὖ φρονεῖν, τίνα ποιήσασθαι ἐχρῆν [ἀπὸ] τῶν συγγενῶν; πότερα τὸν ὑὸν τὸν τούτου; ἀλλʼ οὐκ ἂν αὐτῷ ἔδωκεν, ἄπαιδα αὑτὸν καθιστάς· οὐχ οὕτως οὗτός ἐστι φιλοχρήματος. ἀλλὰ τὸν τῆς ἀδελφῆς ἢ τὸν τῆς ἀνεψιᾶς ἢ τὸν τοῦ ἀνεψιοῦ; ἀλλὰ τὴν ἀρχὴν οὐκ ἐγένετο αὐτῷ οὐδεὶς τούτων τῶν συγγενῶν.

我很想向这位自称心智健全的人请教一下:在亲属之中,梅内克勒斯究竟该收养谁呢?是他自己的儿子吗?但他绝不会把儿子交给梅内克勒斯而使自己陷入绝嗣;他并不是那样贪图钱财的人。还是收养姐妹的儿子、或是堂表姐妹的儿子、或是堂表兄弟的儿子呢?但自始至终他就根本没有这些亲属中的任何一人。

§22

οὐκοῦν ἐξ ἀνάγκης ἦν αὐτῷ ἄλλον τινὰ ποιήσασθαι μᾶλλον ἢ ἄπαιδα καταγηρᾶν, ὥσπερ οὗτος ἀξιοῖ νυνὶ αὐτόν. ἐγὼ τοίνυν πάντας [ἀνθρώπους] ἂν οἶμαι ὁμολογῆσαι ὑμᾶς ὡς οὐκ ἂν ποιησάμενος ἄλλον οἰκειότερον ἐμοῦ ἐποιήσατʼ ἄν.3 δειξάτω γὰρ οὗτος ὑμῖν. ἀλλʼ οὐκ ἄν ποτε δύναιτο· ἦν γὰρ οὐδεὶς ἄλλος συγγενὴς αὐτῷ πλὴν τούτων.

因此,他势必只能收养别人,而不是如对方现在所要求他的那样孤苦无嗣地老去。那么我认为,你们所有人都会承认:如果他要收养,绝不可能收养一个比我更为亲近的人。就让对方在你们面前指出来吧!但他绝不可能指出,因为除这些人之外,梅内克勒斯根本没有其他亲属。

§23

ἀλλὰ νῦν οὗτος ἐπιτιμῶν αὐτῷ φαίνεται οὐχ ὅτι τὸν ὑὸν οὐκ ἐποιήσατο τὸν αὑτοῦ, ἀλλʼ ὅτι τὸ παράπαν ἐποιήσατο καὶ οὐκ ἐτελεύτησεν ἄπαις. τοῦτʼ ἔστιν ὃ ἐπιτιμᾷ, ἐπίφθονον πρᾶγμα καὶ οὐ δίκαιον ποιῶν· ὄντων γὰρ αὐτῷ παίδων ἐκείνῳ ὄντι ἄπαιδι καὶ ἀτυχοῦντι φαίνεται ἐπιτιμῶν.

然而现在,此人责难梅内克勒斯,显然不是因为他没有收养自己的儿子,而是因为他竟然进行了收养、而没有在绝嗣中死去。这就是他所责难的事,其行径出于嫉恨且极不公正;因为他在自己享有子嗣的情况下,却去责难那位无嗣而命途多舛之人。

语法注3 条
  1. 17ὁ μάρτυς τἀληθῆ διαμεμαρτυρηκώς

    充当完成时被动语态动词 ἀποδέδεικται 表语的补充分词结构。主格完成时分词 διαμεμαρτυρηκώς 补充说明主语状态,意为“证人作出了符合事实的誓证已被证实”。

  2. 20εἰ μὴ ἄρα τὴν ἐρημίαν αὐτοῦ καὶ τὴν ἀπαιδίαν οὗτος βούλεται τὸ ὄνομα τοῦτο προσαγορεύειν

    短语 εἰ μὴ ἄρα 带有反讽语气,表“除非(料想绝非如此)”。动词 προσαγορεύειν 支配双重宾格:直接宾语(τὴν ἐρημίαν... καὶ τὴν ἀπαιδίαν)与宾语补足语(τὸ ὄνομα τοῦτο)。

  3. 22οὐκ ἂν ποιησάμενος ἄλλον οἰκειότερον ἐμοῦ ἐποιήσατʼ ἄν

    分词 ποιησάμενος 充当条件从句的假设(相当于 εἰ ἐποιήσατο,“如果他收养”)。虚词 ἄν 在分词 ποιησάμενος 前及定态动词 ἐποιήσατο 后重复出现,强化了与事实相反的虚拟语气势态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg002.humanitext-grc2:16-23