← 伊塞优斯

论梅内克勒斯的遗产

§0-7

收养的合法性与联姻的原委

梅内克勒斯的养子针对养父兄弟的伪证指控主张收养的合法性,并开始叙述两家联姻的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§0

Ὑπόθεσις Μενεκλέους ποιησαμένου υἱὸν καὶ ἐπιβιώσαντος τῇ ποιήσει εἴκοσι τρία ἔτη, ἀδελφῶν ἀμφισβητησάντων τοῦ κλήρου ἐμαρτύρησέ τις Φιλωνίδης μὴ εἶναι τὸν κλῆρον ἐπίδικον, καταλείψαντος υἱὸν Μενεκλέους. τούτῳ ἐπέσκηψαν ψευδομαρτυρίας οἱ ἀδελφοί, καὶ πρὸς τούτους ὁ παῖς ὑπὲρ αὐτοῦ τὴν ἀπολογίαν εἰσέρχεται. ἔστι δὲ ὁ λόγος οὗτος ἐναντίος τῷ περὶ τοῦ Κλεωνύμου κλήρου· ἐκεῖ μὲν γὰρ ὑπὲρ συγγενείας εἶπεν, ὧδε δὲ ὑπὲρ διαθήκης. ἡ στάσις ἀντίληψις κατὰ στοχασμόν· λέγει γὰρ ὅτι ἐξῆν αὐτῷ ποιεῖν ἑαυτῷ υἱόν. εἶτα τὸ στοχαστικόν, ὅτι οὐ πεισθεὶς γυναικὶ ἐποιήσατό με.

提要 梅内克勒斯收养了一子,在收养后又活了二十三年;当他的兄弟们对遗产提出争议时,一个名叫菲洛尼德斯的人作证说,该遗产不可供诉讼争讼,因为梅内克勒斯留下了儿子。兄弟们以伪证罪对他提起控告,面对他们,儿子出庭代表他进行辩护。这篇演说辞与《论克勒奥纽摩斯的遗产》针锋相对:因为在那篇演说中他是为血缘亲族辩护,而在这里则是为遗嘱辩护。其论题属于结合推测的抗辩;因为他主张梅内克勒斯有权为自己收养儿子,随后是推测性的论点:他收养我绝非出于听信妇人之言。

§1

ἡγούμην μέν, ὦ ἄνδρες, εἴ τις καὶ ἄλλος ἐποιήθη ὑπό τινος κατὰ τοὺς νόμους, καὶ ἐγὼ ποιηθῆναι,1 καὶ οὐκ ἄν ποτε εἰπεῖν οὐδένα τολμῆσαι ὡς ἐποιήσατό με Μενεκλῆς παρανοῶν ἢ γυναικὶ πειθόμενος· ἐπειδὴ δὲ ὁ θεῖος οὐκ ὀρθῶς βουλευόμενος, ὡς ἐγώ φημι, πειρᾶται ἐξ ἅπαντος τρόπου τὸν ἀδελφὸν τὸν αὑτοῦ ἄπαιδα τεθνεῶτα καταστῆσαι, οὔτε τοὺς θεοὺς τοὺς πατρῴους οὔθʼ ὑμῶν αἰσχυνόμενος οὐδένα, ἐμοὶ ἀνάγκη ἐστὶ πολλὴ βοηθεῖν τῷ τε πατρὶ τῷ ποιησαμένῳ με καὶ ἐμαυτῷ.

诸位审判员,我原本以为,如果真有任何人曾依法被他人收养,那么我也是如此被收养的,且绝无任何人敢于声称梅内克勒斯是在神志不清或听信妇人劝说的情况下收养了我;但是,既然我叔父正如我所说的那样出于错误的算计,既不敬畏父祖的神灵,也不敬畏你们中的任何一位,反而千方百计地企图使他自己的兄弟成为死后无嗣之人,我就极有必要去援助那收养我的父亲以及我自己。

§2

διδάξω οὖν ὑμᾶς ἐξ ἀρχῆς ὡς προσηκόντως τε καὶ κατὰ τοὺς νόμους ἐγένετο ἡ ποίησις, καὶ οὐκ ἔστιν ἐπίδικος ὁ κλῆρος ὁ Μενεκλέους ὄντος ἐμοῦ ὑοῦ ἐκείνου, ἀλλʼ ὁ μάρτυς διεμαρτύρησε τἀληθῆ. δέομαι δʼ ὑμῶν ἁπάντων καὶ ἀντιβολῶ καὶ ἱκετεύω μετʼ εὐνοίας ἀποδέχεσθαί μου τοὺς λόγους.

因此,我将从头向你们说明,这次收养是何等合宜且依法进行的,并且既然我是梅内克勒斯的儿子,他的遗产便不可供诉讼争讼,而证人所证明的正是实情。我恳求、呼吁并祈请你们所有人怀着善意接纳我的陈述。

§3

ἐπώνυμος γὰρ ὁ Ἀχαρνεύς, ὁ πατὴρ ὁ ἡμέτερος, ὦ ἄνδρες, φίλος ἦν καὶ ἐπιτήδειος Μενεκλεῖ, καὶ ἐχρῆτο οἰκείως· ἦμεν δὲ αὐτῷ παῖδες τέτταρες ἡμεῖς, δύο μὲν ὑεῖς, δύο δὲ θυγατέρες. τελευτήσαντος δὲ τοῦ πατρὸς ἐκδίδομεν ἡμεῖς τὴν πρεσβυτέραν ἀδελφήν, ἐπειδὴ εἶχεν ὥραν, Λευκολόφῳ, προῖκα ἐπιδόντες εἴκοσι μνᾶς.

诸位审判员,因为我们阿哈尔奈区的父亲埃波纽摩斯,是梅内克勒斯的朋友和至交,与他往来亲密;而父亲生有我们四个子女,两个儿子和两个女儿。父亲去世后,当大姐到了适婚年龄时,我们便将她嫁给了勒乌科洛弗斯,并随赠了二十敏纳的嫁妆。

§4

καὶ ἀπʼ ἐκείνου τοῦ χρόνου τετάρτῳ ἔτει ἢ πέμπτῳ ὕστερον ἥ τε ἀδελφὴ ἡμῖν ἡ νεωτέρα σχεδὸν ἡλικίαν εἶχεν ἀνδρὶ συνοικεῖν, καὶ τῷ Μενεκλεῖ ἡ γυνὴ τελευτᾷ ἣν εἶχε πρότερον. ἐπειδὴ οὖν ἐκείνῃ τὰ νομιζόμενα ἐποίησεν ὁ Μενεκλῆς, ᾔτει τὴν ἀδελφὴν ἡμᾶς, ὑπομιμνήσκων τήν τε φιλίαν τὴν τοῦ πατρὸς καὶ ἑαυτοῦ, καὶ ὡς πρὸς ἡμᾶς αὐτοὺς ἦν διακείμενος· καὶ ἡμεῖς εἰδότες ὅτι καὶ ὁ πατὴρ οὐδενὶ ἂν ἔδωκεν ἥδιον ἢ ἐκείνῳ, δίδομεν αὐτῷ, οὐκ ἄπροικον, ὡς οὗτος λέγει ἑκάστοτε, ἀλλὰ τὴν ἴσην προῖκα ἐπιδόντες ἥνπερ καὶ τῇ πρεσβυτέρᾳ ἀδελφῇ ἐπέδομεν· καὶ ἐκ τοῦ τρόπου τούτου, πρότερον ὄντες αὐτοῦ φίλοι, κατέστημεν οἰκεῖοι. καὶ ὡς ἔλαβεν εἴκοσι μνᾶς ὁ Μενεκλῆς ἐπὶ τῇ ἀδελφῇ προῖκα, τὴν μαρτυρίαν ταύτην πρῶτον βούλομαι παρασχέσθαι.

从那时起的第四或第五年,我们的妹妹也几乎到了与丈夫同住的年龄,而梅内克勒斯先前的妻子去世了。梅内克勒斯为亡妻办完惯例的丧葬礼仪后,便向我们求娶妹妹,提醒我们念及他与父亲的友谊,以及他本人对我们的关切情谊;我们明知即使是父亲也不会比把妹妹交给他更欣慰,便将妹妹许配给他,绝非如对方一再声称的那样没有嫁妆,而是随赠了与我们给大姐完全相等的嫁妆;以这种方式,我们从前作为他的朋友,变成了他的姻亲。为了证明梅内克勒斯确实得到了妹妹名下的二十敏纳嫁妆,我想首先呈上这份证词。

§6

Μαρτυρία ἐκδόντες τοίνυν τὰς ἀδελφάς, ὦ ἄνδρες, καὶ ὄντες αὐτοὶ ἐν ἡλικίᾳ ἐπὶ τὸ στρατεύεσθαι ἐτραπόμεθα, καὶ ἀπεδημήσαμεν μετὰ Ἰφικράτους εἰς Θρᾴκην· ἐκεῖ δὲ δόξαντές του εἶναι ἄξιοι περιποιησάμενοί τι κατεπλεύσαμεν δεῦρο, καὶ καταλαμβάνομεν τῇ πρεσβυτέρᾳ ἀδελφῇ ὄντα δύο παιδία, τὴν δὲ νεωτέραν, ἣν εἶχε Μενεκλῆς, ἄπαιδα.

证词 诸位审判员,嫁出姐妹之后,我们自己也到了适宜服役的年龄,便投身行伍,随伊菲克拉特斯远征色雷斯;在彼处获得赞许并积攒了一些资财后,我们航行返回此地,却发现大姐已有了两个孩子,而梅内克勒斯所娶的妹妹却膝下无子。

§7

καὶ ἐκεῖνος δευτέρῳ μηνὶ ἢ τρίτῳ, πολλὰ ἐπαινέσας τὴν ἀδελφήν, λόγους ἐποιεῖτο πρὸς ἡμᾶς, καὶ ἔφη τήν τε ἡλικίαν ὑφορᾶσθαι τὴν ἑαυτοῦ καὶ τὴν ἀπαιδίαν· οὔκουν ἔφη δεῖν ἐκείνην τῆς χρηστότητος τῆς ἑαυτῆς τοῦτο ἀπολαῦσαι, ἄπαιδα καταστῆναι συγκαταγηράσασαν αὑτῷ·2 ἱκανὸς γὰρ ἔφη αὐτὸς ἀτυχῶν εἶναι.

到了第二或第三个月,梅内克勒斯盛赞妹妹之后,便与我们谈话,说他担忧自己的年事已高和膝下无嗣;他说,妹妹绝不应当因自己的美德而承受这样的后果——因与他一同老去而落得无后;他说,只由他一人不幸就已经足够了。

语法注2 条
  1. 1εἴ τις καὶ ἄλλος ἐποιήθη ὑπό τινος κατὰ τοὺς νόμους, καὶ ἐγὼ ποιηθῆναι

    由 ἡγούμην 统辖的主格带不定词结构。由于不定词 ποιηθῆναι 的逻辑主语与 ἡγούμην 的主语一致,且与条件从句中的 καὶ ἄλλος 呼应对比而受强调(“若有其他任何人……我也同样……”),故用主格 καὶ ἐγώ 而非宾格 ἐμέ。

  2. 7οὔκουν ἔφη δεῖν ἐκείνην τῆς χρηστότητος τῆς ἑαυτῆς τοῦτο ἀπολαῦσαι, ἄπαιδα καταστῆναι συγκαταγηράσασαν αὑτῷ

    动词 ἀπολαύω 通常意为“从……获得益处”(接属格),在此处则带反讽意味地表示“(因其美德而)承受如此厄运”。属格 τῆς χρηστότητος 表示原因或依据,宾格代词 τοῦτο 为内涵/结果宾格,其后紧接的不定词短语 ἄπαιδα καταστῆναι... 则作为 τοῦτο 的同位语说明其具体内容(即无嗣而终)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg002.humanitext-grc2:0-7