- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg002.humanitext-grc2:31-39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者出示了关于亲属仲裁、土地割让及双方立誓的证词,阐明自己恪尽侍奉与厚葬之责,并论证对方曾亲自与自己达成和解,本身即已证明其合法继承人地位。
καὶ ἐκεῖνοι ὀμόσαντες ἡμῖν πρὸς τῷ βωμῷ τῷ τῆς Ἀφροδίτης τῆς Κεφαλῆσι τὰ συμφέροντα γνώσεσθαι, διῄτησαν ἡμᾶς ἀποστῆναι ὧν οὗτος ἠμφισβήτησε καὶ δοῦναι δωρεάν· οὐ γὰρ ἔφασαν εἶναι ἄλλην ἀπαλλαγὴν οὐδεμίαν, εἰ μὴ μεταλήψονται οὗτοι τῶν ἐκείνου.
那些仲裁人在凯法勒的阿佛洛狄忒祭坛前向我们宣誓,将裁定对各方有利的方案,随后他们作出裁决:我们应当放弃此人所争议的财产,并将其作为赠予转让;因为他们声称,除非这些人分得梅内克勒斯的财产,否则绝无其他了结争端的可能。
ἐκ δὲ τοῦ λοιποῦ χρόνου ἔγνωσαν ἡμᾶς εὖ ποιεῖν ἀλλήλους καὶ λόγῳ καὶ ἔργῳ, καὶ ταῦτα ὀμόσαι ἠνάγκασαν ἡμᾶς ἀμφοτέρους πρὸς τῷ βωμῷ ἦ μὴν ποιήσειν. καὶ ἡμεῖς ὠμόσαμεν εὖ ποιεῖν ἀλλήλους ἐκ τοῦ ἐπιλοίπου χρόνου, κατὰ δύναμιν εἶναι,1 καὶ λόγῳ καὶ ἔργῳ.
对于今后,他们裁定我们无论在言语还是行动上都当善待彼此,并迫使我们双方在祭坛前宣誓必定如此践行。我们于是宣誓,在往后的时间里,竭尽所能,无论在言词还是行动上都善待彼此。
καὶ ὡς ὅ τε ὅρκος ἐγένετο, καὶ ἔχουσιν οὗτοι ἃ ἐγνώσθη αὐτοῖς ὑπὸ τῶν οἰκείων τῶν τούτου, εἶτα νυνὶ ταυτὶ τὰ ἀγαθὰ ποιοῦσιν ἡμᾶς, τὸν μὲν τεθνεῶτα ἄπαιδα βουλόμενοι καταστῆσαι, ἐμὲ δʼ ἐκβάλλειν ὑβρίσαντες ἐκ τοῦ οἴκου, τοὺς γνόντας αὐτοὺς ὑμῖν παρέξομαι μάρτυρας, ἐὰν ἐθέλωσιν ἀναβαίνειν (εἰσὶ γὰρ τούτων οἰκεῖοι), εἰ δὲ μή, τοὺς παραγενομένους.
为了证明确实立下了这一誓言,证明他们占有着经由其亲属裁定归他们的财产,却在如今对我们施加这般“善行”——企图使死者绝嗣,并肆意侮辱我而将我逐出家门——我将向你们提供裁决者本人作为证人,只要他们愿意出庭(因为他们是这些人的亲友);如果他们不愿出庭,我便提供当时在场的人作证。
καί μοι τὰς μαρτυρίας ἀνάγνωθι ταυτασί· σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ. Μαρτυρίαι λαβὲ δή μοι τὰς μαρτυρίας ἐκείνας, ὡς τό τε χωρίον ἑβδομήκοντα μνῶν ἐπράθη, καὶ ὡς ἀπέλαβεν ὁ ὀρφανὸς ἑπτὰ καὶ ἐξήκοντα μνᾶς πραθέντος τοῦ χωρίου.
请为我宣读这些证词;你,请截住水时计的水。 证词 请为我取来那些证词,证明田庄以七十明那的价格售出,以及田庄出售后孤儿收回了六十七明那。
Μαρτυρίαι ὁ θεῖος τοίνυν οὑτοσί, ὦ ἄνδρες, κεκληρονομηκὼς τῶν ἐκείνου ἔργῳ καὶ οὐ λόγῳ ὥσπερ ἐγώ, καὶ ἔχων ἐμοῦ πολλῷ πλείονα· ἐγὼ γὰρ τὰς τριακοσίας δραχμὰς ἔλαβον τὰς περιλειφθείσας ἀπὸ τῆς τιμῆς τοῦ χωρίου, καὶ οἰκίδιον ὅ ἐστιν οὐκ ἄξιον τριῶν μνῶν· οὗτος δὲ πλεῖον ἢ δέκα μνῶν χωρίον ἔχων, εἶτα προσέτι νῦν ἥκει2 τὸν οἶκον αὐτοῦ ἐξερημώσων.
证词 诸位审判员,眼前这位叔父,是在实际上而非像我这样仅仅在名义上继承了亡者的财产,且占有的份额远多于我;因为我只得到了田庄售价中剩余的三百德拉克马,以及一栋价值不足三明那的小宅第;而此人却拥有一座价值十明那以上的田庄,随后如今竟然还跑来企图使亡者的家族归于荒废。
καὶ ἐγὼ μὲν ὁ ποιητὸς ἐκεῖνόν τε ζῶντα ἐθεράπευον, καὶ αὐτὸς καὶ ἐμὴ γυνή, θυγάτηρ οὖσα τουτουὶ Φιλωνίδου, καὶ τῷ ἐμῷ παιδίῳ ἐθέμην τὸ ὄνομα τὸ ἐκείνου, ἵνα μὴ ἀνώνυμος ὁ οἶκος αὐτοῦ γένηται, καὶ τελευτήσαντα ἔθαψα ἀξίως ἐκείνου τε καὶ ἐμαυτοῦ, καὶ ἐπίθημα καλὸν ἐπέθηκα, καὶ τὰ ἔνατα καὶ τἆλλα πάντα ἐποίησα τὰ περὶ τὴν ταφὴν ὡς οἷόν τε κάλλιστα, ὥστε τοὺς δημότας ἐπαινεῖν ἅπαντας· οὗτος δὲ ὁ συγγενής, ὁ ἐπιτιμῶν αὐτῷ ὅτι ὑὸν ἐποιήσατο, ζῶντος μὲν τὸ χωρίον τὸ περιλειφθὲν αὐτῷ περιείλετο, τελευτήσαντα δʼ αὐτὸν ἄπαιδα καὶ ἀνώνυμον βούλεται καταστῆσαι. τοιοῦτός ἐστιν οὗτος. καὶ ὡς ἔθαψά τʼ ἐγὼ αὐτὸν καὶ τὰ τρίτα καὶ τὰ ἔνατα ἐποίησα καὶ τἆλλα τὰ περὶ τὴν ταφήν, τὰς μαρτυρίας ὑμῖν τῶν εἰδότων ἀναγνώσεται.
我这个养子在亡者生前侍奉他,不仅我自己如此,我的妻子——即眼前的菲洛尼德斯的女儿——也同样如此;并且我将亡者的名字赋予了我的幼子,好让他的家室不致湮没无名;在他死后,我以配得上他与我自身的方式安葬了他,立下了精美的墓石,并竭尽所能以最得体的方式主持了第九日祭礼以及与丧葬相关的一切仪式,以致全体同区人都赞赏不已;然而这位亲属,这个指责亡者收养了儿子的人,却在亡者生前夺走了留给他的田庄,在死后又企图使他沦为无嗣且无名之人。此人便是这副面目。至于我确实安葬了亡者,并主持了第三日与第九日祭礼及其他全部丧葬事宜,书记将向你们宣读知情者的证词。
Μαρτυρίαι ὅτι τοίνυν ὁ Μενεκλῆς, ὦ ἄνδρες, ἐποιήσατό με οὐ παρανοῶν οὐδὲ γυναικὶ πειθόμενος, βούλομαι ὑμῖν καὶ αὐτοὺς τούτους μάρτυρας3 παρασχέσθαι, [καὶ] ἐμοὶ μαρτυροῦντας ἔργῳ καὶ οὐ λόγῳ, ἐξ ὧν ἔπραξαν αὐτοί, ὅτι ἐγὼ τἀληθῆ λέγω. τὰς γὰρ διαλύσεις φαίνονται πρὸς ἐμὲ ποιησάμενοι ἀμφότεροι οὗτοι, καὶ οὐ πρὸς τὸν Μενεκλέα, καὶ ὀμόσαντες ὅρκους 〈ἐμοὶ〉 καὶ ἐγὼ τούτοις.
证词 诸位审判员,由此可见,梅内克勒斯收养我既非神志失常,亦非听信妇人之言;关于这一点,我甚至愿意将这些人本人作为证人提供给你们,让他们依其亲身所为,用行动而非言词为我作证,证明我所言属实。因为显而易见,正是这两个人与我本人、而非与梅内克勒斯达成了和解,并且他们向我宣誓,我也向他们宣誓。
καίτοι εἴ γε μὴ κατὰ τοὺς νόμους ἐγεγένητο ἡ ποίησις, μηδὲ κληρονόμος ἦν ἐγὼ τῶν Μενεκλέους ὑπʼ αὐτῶν τούτων δεδοκιμασμένος, τί ἔδει αὐτοὺς ὀμνύναι ἐμοὶ ἢ παρʼ ἐμοῦ λαμβάνειν ὅρκους; οὐδὲν δήπου. οὐκοῦν ὁπότε ἐποίησαν ταῦτα, φαίνονται αὐτοὶ οὗτοι ἐμοὶ μαρτυροῦντες ὅτι κατὰ τοὺς νόμους ἐποιήθην [ἡ ποίησις] καὶ δικαίως εἰμὶ κληρονόμος τῶν Μενεκλέους.
然而,若非收养依法进行,若非我作为梅内克勒斯的继承人得到这些人的承认,他们又何须向我宣誓,或接受我的誓言呢?显然毫无必要。因此,既然他们做了这些事,这些同一批人便显然在为我作证:我是依法被收养的,且我理所当然是梅内克勒斯的继承人。
- 32κατὰ δύναμιν εἶναι
不定式 εἶναι 与介词短语 κατὰ δύναμιν 连用的限制性不定式习惯表达,起副词性修饰作用,意为“尽其所能地”或“在能力许可的范围内”。
- 34ὁ θεῖος τοίνυν οὑτοσί... ἥκει
破格构文(anacoluthon):主格主语 ὁ θεῖος τοίνυν οὑτοσί 带有分词 κεκληρονομηκὼς 与 ἔχων,因随后插入了对比双方分得财产的解释句(ἐγὼ γὰρ...),导致句子结构中断,最终通过 εἶτα προσέτι νῦν ἥκει 才接出主要动词。
- 37καὶ ὡς ὅ τε ὅρκος ἐγένετο... τοὺς γνόντας αὐτοὺς ὑμῖν παρέξομαι μάρτυρας
从属从句前置结构:依赖于主句谓语 τοὺς... παρέξομαι μάρτυρας(“我将提供……作为证人”)的 ὡς 宾语从句(表证明内容)被置于句首。在 ὡς 所引导的一长串并列从句完全展开之后,主句的主动词与宾语补足语才得以出现。
