← 伊塞优斯

论梅内克勒斯的遗产

§24-30

叔父的前后矛盾与阻挠卖地引发的仲裁

演说者指责叔父厚颜企图剥夺其兄弟进行收养的合法权利——而这本是叔父自己若无嗣也会行使的权利,并详述了叔父如何恶意阻挠梅内克勒斯变卖田庄偿还孤儿债务,最终迫使双方诉诸仲裁的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24

καὶ τοῖς μὲν ἄλλοις ἅπασιν ἀνθρώποις καὶ Ἕλλησι καὶ βαρβάροις δοκεῖ καλῶς οὗτος ὁ νόμος κεῖσθαι, ὁ περὶ τῆς ποιήσεως, καὶ διὰ τοῦτο χρῶνται πάντες αὐτῷ· ὁ δὲ θεῖος οὑτοσὶ οὐκ αἰσχύνεται τὸν αὑτοῦ ἀδελφὸν ταύτης τῆς ἐξουσίας ἀποστερῶν νῦν, τοῦ ποιήσασθαι, ἧς οὐδὲ τοῖς οὐ γένει προσήκουσιν οὐδεὶς πώποτε ἐφθόνησεν.

此外,在所有其他人——无论希腊人还是外邦人——看来,这项关于收养的法律都被认为是制定得极好的,正因如此大家都在使用它;然而眼前这位叔父,如今却不以此为耻,企图剥夺自己兄弟进行收养的这项权利,而这项权利是从未有人对哪怕毫无血缘关系的人加以剥夺或嫉恨的。

§25

οἶμαι δὲ κἂν τοῦτον, εἴ τις ἐρωτήσειεν αὐτὸν τί δή ποτʼ ἂν1 ἐποίησεν εἰς τὴν αὐτὴν τύχην ἐκείνῳ καταστάς, οὐκ ἄλλʼ οὐδὲν εἰπεῖν ἢ ὅτι ἐποιήσατʼ ἂν ὅς τις αὐτὸν ἔμελλε ζῶντα θεραπεύσειν καὶ τελευτήσαντα θάψειν· καὶ δῆλον ὅτι κατὰ τὸν αὐτὸν τοῦτον νόμον ἡ ποίησις ἐγένετʼ ἄν, καθʼ ὅν περ ἡ ἐμή. εἶτα αὐτὸς μὲν εἰ ἦν ἄπαις, ἐποιήσατʼ ἄν· τὸν δὲ Μενεκλέα ποιήσαντα ταὐτὰ τούτῳ παραφρονεῖν φησι καὶ γυναικὶ πειθόμενον ποιήσασθαι.

而且我想,如果有人问他,若是身处与亡者同样的境地,他究竟会怎么做,他绝不会说别的,只会说他必定会收养一个能在其生前侍奉他、在死后埋葬他的人;显而易见,这样的收养也会依照这同一部法律进行,正如我的收养依照该法进行一样。那么,倘若他自己无嗣,他本来也会收养;可如今梅内克勒斯做了与他同样的事,他却声称亡者是神志错乱,并且是听信了妇人之言才收养的。

§26

πῶς οὖν οὐ σχέτλια λέγων φαίνεται; ἐγὼ γὰρ οἶμαι πολλῷ μᾶλλον τοῦτον παραφρονεῖν τῷ τε λόγῳ τούτῳ ᾧ νυνὶ λέγει, καὶ οἷς ποιεῖ. τοῖς τε γὰρ νόμοις καὶ 〈τοῖς〉 δικαίοις καὶ οἷς αὐτὸς ἐποίησεν ἂν τἀναντία λέγων φαίνεται, καὶ οὐκ αἰσχύνεται μὲν αὑτῷ τὸν νόμον τὸν περὶ τῆς ποιήσεως ποιῶν κύριον, τῷ δὲ ἀδελφῷ τὸν αὐτὸν τοῦτον ζητῶν ἄκυρον ποιῆσαι.

那么,他难道不是显然在胡言乱语吗?因为我认为,无论是在他此刻所发表的这番言论中,还是在他的所作所为上,他都要疯狂得多。因为他显然在背弃法律、正义以及他自己本会采取的行动而立论,并且对于为自己主张收养法的效力、却企图使自己的兄弟无法享受同一法律这一点,他竟毫无羞耻之心。

§27

εἶτα νῦν διὰ τί διαφερόμενος ζητεῖ οὗτος τὸν ἀδελφὸν τὸν ἑαυτοῦ ἄπαιδα καταστῆσαι, ἄξιόν ἐστιν, ὦ ἄνδρες, ἀκοῦσαι. εἰ μὲν γὰρ περὶ τοῦ ὀνόματός μοι διαφέρεται καὶ ἀναίνεται, εἰ ἐγὼ ἔσομαι ὑὸς Μενεκλέους, πῶς οὐ φθονερός ἐστιν; εἰ δὲ περὶ χρημάτων ἐστὶν ὁ λόγος αὐτῷ, ἐπιδειξάτω ὑμῖν ὁποῖον χωρίον ἢ συνοικίαν ἢ οἰκίαν κατέλιπεν ἐκεῖνος, ἃ ἐγὼ ἔχω νυνί. εἰ δὲ μηδὲν τούτων κατέλιπεν, ἃ δʼ ἦν αὐτῷ ὑπόλοιπα, ἐπειδὴ τῷ ὀρφανῷ τὸ ἀργύριον ἀπέδωκεν, οὗτος ἔλαβε ζῶντος ἐκείνου ἔτι, πῶς οὐ περιφανῶς ἐξελέγχεται ἀναιδὴς ὤν;

再者,诸位审判员,听听他如今究竟是因何分歧而企图使自己的兄弟绝嗣,也是极有价值的。如果他与我的争执在于名分,不甘心我成为梅内克勒斯的儿子,那他岂不是心怀嫉妒吗?但如果他的辩驳关乎金钱,就让他向你们指出,亡者留下了何种田庄、公寓楼或宅第,且如今是由我占有的。然而,如果他什么都没有留下,而在还清孤儿的款项后所剩余的财产,又早已在亡者生前就被此人据为己有,那么此人的厚颜无耻岂不是被确凿无疑地揭露了吗?

§28

ὡς δὲ ἔχει, ἐγὼ ἐπιδείξω. ἐπειδὴ γὰρ ἔδει τῷ ὀρφανῷ τὰ χρήματα ἀποδιδόναι, ὁ δʼ οὐκ εἶχεν ὁπόθεν ἀποδῷ, τόκοι δὲ πολλοῦ χρόνου συνερρυηκότες ἦσαν αὐτῷ τὸ χωρίον ἐπώλει καὶ οὗτος καιροῦ λαβόμενος καὶ βουλόμενος αὐτῷ ἐπηρεάζειν, ὅτι ἐμὲ ἐποιήσατο, διεκώλυε τὸ χωρίον πραθῆναι, ἵνα κατοκώχιμον γένηται καὶ ἀναγκασθῇ τῷ ὀρφανῷ ἀποστῆναι. ἠμφισβήτει οὖν αὐτῷ μέρους τινὸς τοῦ χωρίου, πρότερον οὐδὲ πώποτε ἀμφισβητήσας, καὶ ἀπηγόρευε τοῖς ὠνουμένοις μὴ ὠνεῖσθαι.

事情的真相究竟如何,我将予以说明。因为当梅内克勒斯不得不偿还孤儿的款项、却拿不出款项来还,且长期的利息已在他身上积聚时,他试图出售田庄;而此人抓住机会,企图因亡者收养了我而进行恶意刁难,便阻挠田庄的出售,目的是让其沦为扣押之物,迫使亡者将其割让给孤儿。于是他便对田庄的某一部分向梅内克勒斯提出权属争议(此前他从未提出过任何争议),并警告买主们不得购买。

§29

κἀκεῖνος ἠγανάκτει, οἶμαι, καὶ ἠναγκάζετο ὑπολείπεσθαι οὗ ἠμφισβήτησεν οὗτος.2 τὸ δὲ ἄλλο ἀποδίδοται Φιλίππῳ τῷ Πιθεῖ ἑβδομήκοντα μνῶν, καὶ οὕτω διαλύει τὸν ὀρφανόν, ἑπτὰ μνᾶς καὶ τάλαντον ἀποδοὺς ἀπὸ τῆς τιμῆς τοῦ χωρίου· τούτῳ δὲ λαγχάνει δίκην τῆς ἀπορρήσεως. λόγων δὲ πολλῶν γενομένων καὶ ἔχθρας πολλῆς ἔδοξεν ἡμῖν χρῆναι, ἵνα μή ποτε εἴπῃ τις ἐμὲ φιλοχρηματεῖν καὶ ἐχθροὺς ἀδελφοὺς ὄντας αὐτοὺς καθιστάναι, ἐπιτρέψαι τῷ τε κηδεστῇ τῷ τούτου καὶ τοῖς φίλοις διαιτῆσαι.

我想,亡者对此愤慨不已,被迫保留了此人主张争议的部分。其余的部分他以七十明那的价格卖给了皮托斯区人菲利普斯,并以此从田庄售价中偿还了一塔兰同又七明那,从而清结了孤儿的债务;同时针对此人,他就阻挠警告行为提起了诉讼。在经历了诸多争辩与极大的敌意之后,为了不让任何人说我贪图钱财、挑拨本是亲兄弟的他们反目成仇,我们认为应当将此事托付给此人的姻亲以及朋友们进行仲裁。

§30

ἐκεῖνοι δʼ εἶπον ἡμῖν, εἰ μὲν ἐπιτρέποιμεν αὐτοῖς ὥστε τὰ δίκαια διαγνῶναι, οὐκ ἂν ἔφασαν διαιτῆσαι·3 οὐδὲν γὰρ δεῖσθαι ἀπέχθεσθαι οὐδετέροις ἡμῶν· εἰ δʼ ἐάσομεν αὐτοὺς γνῶναι τὰ συμφέροντα πᾶσιν, ἔφασαν διαιτήσειν. καὶ ἡμεῖς, ἵνα δὴ πραγμάτων ἀπαλλαγῶμεν, ὥς γε δὴ ᾠόμεθα,

但那些人对我们说,如果我们托付他们严格依法律正义进行裁决,他们声称不愿仲裁,因为他们完全不想招致我们任何一方的怨恨;但如果我们允许他们裁定对所有各方都有利的折中方案,他们便愿意仲裁。而我们为了摆脱诉讼纠纷——正如我们自以为的那样——

语法注3 条
  1. 25κἂν τοῦτον ... οὐκ ἄλλʼ οὐδὲν εἰπεῖν ἢ ὅτι ἐποιήσατʼ ἂν

    κἂν 是 καὶ ἄν 的缩合,其中的 ἄν 在句法上修饰间接引语中的不定式 εἰπεῖν(对应带 ἄν 的主句陈述)。随后的 ὅτι ἐποιήσατʼ ἄν 则构成过去与事实相反的条件句结论(直陈式过去时+ἄν)。

  2. 29ὑπολείπεσθαι οὗ ἠμφισβήτησεν οὗτος

    关系代词 οὗ 省略了作 ὑπολείπεσθαι(保留)直接宾语的宾格先行词(如 τοῦτο);οὗ 本身因受关系从句中动词 ἠμφισβήτησεν(ἀμφισβητέω 支配争议对象的属格,参 §28 μέρους τινός)支配而用属格。

  3. 30οὐκ ἂν ἔφασαν διαιτῆσαι

    虽然 ἄν 紧置于引出动词 ἔφασαν 之前,但在句法和意义上修饰不定式 διαιτῆσαι,表达条件句的结论(“他们声称自己不会进行仲裁”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg002.humanitext-grc2:24-30