- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg002.humanitext-grc2:40-47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指责对方背弃先前的和解誓言,陈述了自己尽孝尽责的事实,指出废除收养将使养父断绝后嗣与祭祀,恳求审判员判决证人无罪并维护其养子身份,以此结束全篇演说。
ἐγὼ δʼ οἶμαι καταφανὲς ὑμῖν ἅπασι τοῦτʼ εἶναι, ὡς καὶ παρὰ τούτων αὐτῶν ὁμολογούμενόν ἐστιν ὅτι Μενεκλῆς οὐ παρεφρόνει, ἀλλὰ πολὺ μᾶλλον οὗτος νυνί, ὅς γε ποιησάμενος τῆς ἔχθρας διάλυσιν πρὸς ἡμᾶς καὶ ὀμόσας ὅρκους πάλιν νῦν ἥκει τὰ ὁμολογηθέντα καὶ ὀμοθέντα παραβάς, καὶ ἀφελέσθαι με ἀξιοῖ ταυτὶ τὰ λοιπά, οὕτως ὄντα μικρά.
我认为对你们所有人而言这一点都是显而易见的:甚至这些人自己也承认,梅内克勒斯并未神志失常,反倒是眼前此人如今大为失常;此人明明与我们达成了化解宿怨的和解并立下了誓言,如今却又背弃所约定的和所起誓的事项再度来到这里,并理所当然地企图从我手中夺走这仅剩的微薄财物。
ἐγὼ δὲ εἰ μὴ πάνυ τὸ πρᾶγμα αἰσχρὸν εἶναι ἐνόμιζον καὶ ἐπονείδιστον, προδοῦναι τὸν πατέρα οὗ εἶναι ὠνομάσθην καὶ ὃς ἐποιήσατό με, ταχὺ ἂν ἀπέστην αὐτῷ τῶν ἐκείνου· ἔστι γὰρ ὑπόλοιπον οὐδὲ ἕν, ὡς καὶ ὑμᾶς οἴομαι αἰσθάνεσθαι.
倘若我不是认为背叛那位我被称为其子、且收养了我的父亲是极其可耻且遭人唾骂的行为,我立刻就把亡者的遗产让给他了;因为正如我认为你们也已察觉到的那样,所剩之物已空无一物。
νυνὶ δὲ δεινὸν τὸ πρᾶγμα καὶ αἰσχρὸν εἶναι τῇδε νομίζω, εἰ ἡνίκα μὲν ὁ Μενεκλῆς εἶχέ τι, τότε μὲν ἔδωκα ἐμαυτὸν ὑὸν αὐτῷ ποιήσασθαι, καὶ ἀπὸ τῆς οὐσίας τῆς ἐκείνου, πρὶν πραθῆναι τὸ χωρίον, ἐγυμνασιάρχουν ἐν τῷ δήμῳ καὶ ἐφιλοτιμήθην ὡς ὑὸς ὢν ἐκείνου, καὶ τὰς στρατείας, ὅσαι ἐγένοντο ἐν τῷ χρόνῳ τούτῳ, ἐστράτευμαι ἐν τῇ φυλῇ τῇ ἐκείνου καὶ ἐν τῷ δήμῳ· ἐπειδὴ δὲ ἐκεῖνος ἐτελεύτησεν, εἰ προδώσω καὶ ἐξερημώσας αὐτοῦ τὸν οἶκον ἀπιὼν οἰχήσομαι, πῶς οὐκ ἂν δεινὸν τὸ πρᾶγμα εἶναι καὶ καταγέλαστον δοκοίη,1 καὶ τοῖς βουλομένοις περὶ ἐμοῦ βλασφημεῖν πολλὴν ἐξουσίαν παράσχοι; καὶ οὐ μόνον ταῦτʼ ἐστὶ τὰ ποιοῦντά με ἀγωνίζεσθαι τὸν ἀγῶνα τοῦτον, ἀλλʼ εἰ οὕτω φαῦλος ἄνθρωπος δοκῶ εἶναι καὶ μηδενὸς ἄξιος, ὥστε ὑπὸ μὲν εὖ φρονοῦντος μηδʼ ὑφʼ ἑνὸς ἂν ποιηθῆναι τῶν φίλων, ὑπὸ δὲ παραφρονοῦντος,2 ταῦτʼ ἐστὶ τὰ λυποῦντά με.
然而在如今的情况下,我认为在以下方面此事是可怕且可耻的:当梅内克勒斯尚有资产之时,我当时同意由他收养为子,并在田庄被出售之前,以他的财产在区内担任体育长,以其子的身份慷慨履行公益捐助,而且在那段时期内发生的历次出征中,都在他的部落和区内服役;可在他去世之后,如果我竟背叛他,使他的家族荒废而离去,此事怎能不显得可怕且荒谬可笑,又怎能不给那些想要毁谤我的人提供充沛的口实呢?促使我在此案中抗争的不仅是这些,更有甚者,如果我被视作如此卑劣无耻且一文不值之人,以至于在头脑清醒的朋友中竟无一人愿收养我,反倒被一个神志失常之人所收养——这正是我深感痛苦之事。
ἐγὼ οὖν δέομαι ὑμῶν πάντων, ὦ ἄνδρες, καὶ ἀντιβολῶ καὶ ἱκετεύω ἐλεῆσαί με καὶ ἀποψηφίσασθαι τοῦ μάρτυρος τουτουί.3 ἀπέφηνα δʼ ὑμῖν πρῶτον μὲν ποιηθέντα ἐμαυτὸν ὑπὸ τοῦ Μενεκλέους ὡς ἄν τις δικαιότατα ποιηθείη, καὶ οὐ λόγῳ οὐδὲ διαθήκῃ τὴν ποίησιν γεγενημένην, ἀλλʼ ἔργῳ· καὶ τούτων ὑμῖν τούς τε φράτορας καὶ τοὺς δημότας καὶ τοὺς ὀργεῶνας παρεσχόμην μάρτυρας· καὶ ἐκεῖνον ἐπέδειξα τρία καὶ εἴκοσιν ἐπιβιόντα ἔτη. εἶτα τοὺς νόμους ἐπέδειξα ὑμῖν τοῖς ἄπαισι τῶν ἀνθρώπων ἐξουσίαν διδόντας ὑεῖς ποιεῖσθαι. καὶ ἔτι πρὸς τούτοις ζῶντα τε φαίνομαι θεραπεύων αὐτὸν καὶ τελευτήσαντα θάψας.
因此,诸位审判员,我请求、恳求并哀求你们大家怜悯我,宣告眼前的这位证人无罪。我首先向你们证明了,我是以任何人所能设想的最合法的方式被梅内克勒斯收养的,且收养并非流于口头或遗嘱,而是在行动中实际成立的;关于这些,我向你们提供了胞族成员、同区人和祭祀会社的成员作为证人;我还证明了他在此后又生活了二十三年。接着,我向你们出示了赋予无嗣之人收养儿子之权利的法律。此外,显而易见,我在他生前照料他,在他死后安葬了他。
οὗτος δὲ νυνὶ ἄκληρον μὲν ἐμὲ ποιεῖν τοῦ κλήρου τοῦ πατρῴου, εἴτε μείζων ἐστὶν οὗτος εἴτε ἐλάττων, ἄπαιδα δὲ τὸν τελευτήσαντα καὶ ἀνώνυμον βούλεται καταστῆσαι, ἵνα μήτε τὰ ἱερὰ τὰ πατρῷα ὑπὲρ ἐκείνου μηδεὶς τιμᾷ μήτʼ ἐναγίζῃ αὐτῷ καθʼ ἕκαστον ἐνιαυτόν, ἀλλὰ ἀφαιρῆται τὰς τιμὰς τὰς ἐκείνου· ἃ προνοηθεὶς ὁ Μενεκλῆς, κύριος ὢν τῶν ἑαυτοῦ, ἐποιήσατο ὑὸν ἑαυτῷ, ἵνα τούτων ἁπάντων τυγχάνῃ.
然而此人如今却企图剥夺我继承父产的权利,无论这笔遗产是大是小;他企图使亡者沦为无嗣且无名之人,使得无人代表亡者祭祀祖先的神明,亦无人在每年前往祭奠,从而剥夺属于他的尊荣;身为自己财产主人的梅内克勒斯正是预见到了这些,才为自己收养了儿子,以便〔自己〕获得这一切。
μὴ οὖν, ὦ ἄνδρες, πεισθέντες ὑπὸ τούτων ἀφέλησθέ μου τὸ ὄνομα, τῆς κληρονομίας ὃ ἔτι μόνον λοιπόν ἐστιν,4 ἄκυρον δὲ τὴν ποίησιν αὐτοῦ καταστήσητε· ἀλλʼ ἐπειδὴ τὸ πρᾶγμα εἰς ὑμᾶς ἀφῖκται καὶ ὑμεῖς κύριοι γεγόνατε, βοηθήσατε καὶ ἡμῖν καὶ ἐκείνῳ τῷ ἐν Ἅιδου ὄντι, καὶ μὴ περιίδητε, πρὸς θεῶν καὶ δαιμόνων δέομαι ὑμῶν, προπηλακισθέντα αὐτὸν ὑπὸ τούτων, ἀλλὰ μεμνημένοι τοῦ νόμου καὶ τοῦ ὅρκου ὃν ὀμωμόκατε καὶ τῶν εἰρημένων ὑπὲρ τοῦ πράγματος, τὰ δίκαια καὶ τὰ εὔορκα κατὰ τοὺς νόμους ψηφίσασθε.
因此,诸位审判员,切莫听信这些人而剥夺我的名分——这是遗产中如今唯一残留的东西——并将他的收养判定为无效;既然此事已呈交到你们面前,你们已成为决断者,就请援助我们以及身在哈得斯的亡者;我指着诸神与神明恳求你们,不要坐视他遭受这些人的侮辱,而是铭记法律、你们所立的誓言以及关于本案所陈述的一切,依据法律投下符合正义与誓言的一票。
- 43εἰ ἡνίκα μὲν ... ἐπειδὴ δὲ ... εἰ προδώσω ... πῶς οὐκ ἂν ... δοκοίη;
这是一个夹杂对照复句而带有重叠衔接的破格条件句。由于在主从结构中插入了关于过去景况(ἡνίκα μὲν...)与去世之后(ἐπειδὴ δὲ...)的冗长对比,条件连词 εἰ 在「εἰ προδώσω」处被再次重复以承接条件,最终引出主句的修辞疑问句「πῶς οὐκ ἂν ... δοκοίη;」(怎能不被视作……?)。
- 43ὥστε ὑπὸ μὲν εὖ φρονοῦντος μηδʼ ὑφʼ ἑνὸς ἂν ποιηθῆναι τῶν φίλων, ὑπὸ δὲ παραφρονοῦντος
在 ὥστε 引导的结果从句(不定式结构)中,ποιηθῆναι 搭配 ἄν 构成了潜势或虚拟的含义(“以至于任何神志清醒的朋友都不会收养我”)。后半句「ὑπὸ δὲ παραφρονοῦντος」省略了与前半句相对应的动词概念,需补出“[而仅仅]被一个神志失常者[收养]”。
- 44ἀποψηφίσασθαι τοῦ μάρτυρος τουτουί
动词 ἀποψηφίζομαι 支配属格人称代词或名词,意为“投票判定……无罪”。因为本案在程序上是针对作出抗辩宣誓(diamartyria)的证人菲洛尼德斯提出的诉讼,因此演说者向审判员请求的直接判决内容是宣告“眼前这位证人”无罪。
- 47τῆς κληρονομίας ὃ ἔτι μόνον λοιπόν ἐστιν
部分属格「τῆς κληρονομίας」通过倒装(hyperbaton)被置于关系分句的首位,以示强调;其句法结构等同于「τὸ ὄνομα, ὃ ἔτι μόνον λοιπόν ἐστιν τῆς κληρονομίας」(“即那个名字,它是这份遗产中如今唯一剩下的东西”)。
