- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg001.humanitext-grc2:31-40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩护人列举了克莱奥纽莫斯生前与对手交恶而与己方亲近的具体证据和证言,论证己方在血统和情谊两方面都是理所应当的继承人,指出承担抚养与婚嫁义务之人绝不应在财产继承中被排斥在外。
καὶ ἐξ ὧν μὲν αὐτῷ πρὸς τούτους ἐγένετο ἡ διαφορά, περίεργόν ἐστι λέγειν· σημεῖα δʼ ὑμῖν ἐρῶ μεγάλα, περὶ ὧν καὶ μάρτυρας ἕξω παρασχέσθαι. πρῶτον μὲν γὰρ θύων τῷ Διονύσῳ, καὶ τοὺς οἰκείους ἅπαντας καλέσας καὶ τῶν ἄλλων πολιτῶν πολλούς, Φερένικον οὐδαμοῦ παρεστήσατο. ἔπειτα μικρὸν πρὶν τελευτῆσαι βαδίζων εἰς Πάνορμον μετὰ Σίμωνος, καὶ συντυχὼν αὐτῷ, προσειπεῖν οὐκ ἐτόλμησεν.
至于他与这些人之间因何产生龃龉,细说未免多余;但我将向你们陈述确凿的证据,对此我也能够提供证人。因为首先,在向狄奥尼索斯献祭时,他虽邀请了所有亲属和许多其他公民,却完全没有让费热尼科斯列席。其次,在他去世前不久,当他与西蒙一同步行前往帕诺尔莫斯并偶遇费热尼科斯时,他甚至不肯向他打招呼。
ἔτι δὲ πρὸς τούτοις πυνθανομένου τὴν διαφορὰν τοῦ Σίμωνος τήν τʼ ἔχθραν διηγήσατο, καὶ προσηπείλησεν ὅτι δηλώσειέ ποτʼ ἂν1 τούτῳ ὡς διάκειται πρὸς αὐτόν. καὶ ὡς ἀληθῆ λέγω, κάλει μάρτυρας.
此外,当西蒙询问不和的缘由时,他不仅详述了彼此的怨恨,还出言威胁说总有一天会让对方明白自己对他究竟是何种态度。为了证明我所言属实,请传唤证人。
〈Μάρτυρες〉οἴεσθε οὖν, ὦ ἄνδρες, τὸν οὑτωσὶ πρὸς ἑκατέρους ἡμᾶς διακείμενον ἡμῖν μέν, οἷς οἰκειότατα ἐχρῆτο, οὕτω ποιεῖν ὅπως μηδὲ λόγον ὑπολείψει, τούτοις δέ, ὧν τισι καὶ διάφορος ἦν, σκοπεῖν ὅπως ἅπασαν βεβαιώσει τὴν οὐσίαν; καὶ τούτους μὲν νῦν περὶ πλείονος ποιεῖσθαι ταύτης ὑπούσης τῆς ἔχθρας, ἡμᾶς δὲ τοσαύτης οἰκειότητος καὶ φιλίας γενομένης πειρᾶσθαι μᾶλλον κακῶς ποιεῖν;
〈证人〉各位审判官,难道你们认为,对我们双方抱有如此不同态度的人,竟会设法让我们这些与他往来最亲密的人连一丝申辩的余地都不剩,却处心积虑要为这些人——其中某些人甚至与他不和——确立整份产业?难道他竟会在彼此存有此种怨恨的情况下反倒看重这些人,却在我们之间建立了如此亲密的友谊之际反而试图加害于我们吗?
ἀλλʼ ἔγωγε, εἰ κατηγορεῖν ἐβούλοντο τῶν διαθηκῶν ἢ τοῦ τετελευτηκότος, οὐκ οἶδʼ ὅ τι ἂν ἄλλο πρὸς ὑμᾶς εἶπον, οἵ γε τὰς διαθήκας μὲν ἀποφαίνουσιν οὔτʼ ὀρθῶς ἐχούσας οὔτʼ ἀρεσκούσας τῷ διαθεμένῳ, τοῦ δὲ τοσαύτην μανίαν κατηγοροῦσιν, ὥστε φασὶν αὐτὸν περὶ πλείονος ποιεῖσθαι τοὺς αὑτῷ διαφερομένους ἢ τοὺς οἰκείως χρωμένους, καὶ οἷς μὲν ζῶν οὐδὲ διελέγετο ἅπασαν δοῦναι τὴν οὐσίαν, τοὺς δʼ οἰκειότατα κεχρημένους οὐδὲ πολλοστοῦ μέρους ἀξιῶσαι. ὥστε τίς ἂν ὑμῶν ταύτας εἶναι κυρίας τὰς διαθήκας ψηφίσαιτο, ἃς ὁ μὲν διαθέμενος ὡς οὐκ ὀρθῶς ἐχούσας ἀπεδοκίμασεν, οὗτοι δʼ ἔργῳ λύουσιν ἐθέλοντες ἡμῖν ἰσομοιρῆσαι τῆς οὐσίας, πρὸς δὲ τούτοις ἡμεῖς ὑμῖν ἀποφαίνομεν ἐναντίας οὔσας καὶ τῷ νόμῳ καὶ τοῖς δικαίοις καὶ τῇ τοῦ τετελευτηκότος διανοίᾳ;
依我看,即便他们存心指控这份遗嘱或指控逝者,我也想不出他们还能对你们说出什么其他的话来;因为他们自己表明遗嘱既不妥当,也不合立嘱人之意,并且指责逝者陷入了极大的疯狂,竟声称他看重与他反目之人甚于与他亲近之人,并将全部财产给予生前甚至不与之交谈的人,而对于交往最深的人却认为连微不足道的一份也不配得到。因此,你们中间有谁会投票裁定这样一份遗嘱有效呢?——一份被立嘱人自己因不妥当而予以废弃、被他们自己因愿意与我们平分产业而在事实上加以破坏、此外还由我们向你们证明违背了法律、正义以及逝者真意的遗嘱!
οἶμαι δʼ ὑμᾶς τὸ περὶ ἡμῶν δίκαιον σαφέστατʼ ἂν παρʼ αὐτῶν τούτων πυνθάνεσθαι. εἰ γάρ τις αὐτοὺς ἔροιτο διὰ τί ἀξιοῦσι κληρονόμοι γενέσθαι τῶν Κλεωνύμου, τοῦτʼ ἂν εἰπεῖν ἔχοιεν, ὅτι καὶ γένει ποθὲν προσήκουσι καὶ ἐκεῖνος αὐτοῖς χρόνον τινὰ ἐπιτηδείως διέκειτο. οὐκ ἂν ἄρα ὑπὲρ ἡμῶν μᾶλλον ἢ ὑπὲρ σφῶν αὐτῶν εἶεν εἰρηκότες;2
我认为,你们从这些人自己口中就能最清楚地了解关乎我们的正义。因为如果有人问他们凭什么资格要求成为克莱奥纽莫斯的继承人,他们所能说的无非是:他们在血缘上与他有些许亲属关系,且他曾在一段时期内对他们态度友善。那么,他们这样说岂不更是为我们而非为他们自己辩护吗?
εἴ τε γὰρ διὰ τὴν τοῦ γένους ἀγχιστείαν δεῖ γενέσθαι τινὰς κληρονόμους, ἡμεῖς ἐγγυτέρω γένει προσήκομεν· εἴ τε διὰ τὴν φιλίαν τὴν ὑπάρχουσαν, ἴσασιν αὐτὸν ἅπαντες ἡμῖν οἰκειότερον διακείμενον. ὥστʼ οὐ χρὴ παρʼ ἡμῶν, ἀλλὰ [καὶ] παρʼ αὐτῶν τούτων πυνθάνεσθαι τὸ δίκαιον.
因为如果必须因宗族亲近而指定继承人,我们在血统上关系更近;如果是因既有的友谊,所有人都知道他对我们态度更为亲密。因此,不应当从我们这里,而应当从这些人自己那里去获知什么是正义。
πάντων δʼ ἂν εἴη δεινότατον, εἰ τοῖς μὲν ἄλλοις ψηφίζοισθε, ὅταν θάτερα τούτων ἀποφαίνωσι σφᾶς αὐτούς, ἢ γένει προτέρους ὄντας ἢ τῇ φιλίᾳ τῇ πρὸς τὸν τετελευτηκότα, ἡμᾶς δʼ οἷς ἐστιν ἀμφότερα ταῦτα παρὰ πάντων ὁμολογούμενα, ἀξιώσετε μόνους ἀκλήρους ποιῆσαι τῶν ἐκείνου.
而如果当其他人在证明这两者中的任一条件——要么在血缘上更近,要么在与逝者的友谊上更深——时你们便投票支持他们,唯独对于被所有人公认同时具备这两点的我们,你们却认为应当剥夺我们继承他财产的权利,那将是所有事情中最令人愤慨的。
καὶ εἰ μὲν Πολύαρχος ὁ πατὴρ ὁ Κλεωνύμου, πάππος δʼ ἡμέτερος, ζῶν ἐτύγχανε καὶ τῶν ἐπιτηδείων ἐνδεὴς ὤν, ἢ Κλεώνυμος ἐτελεύτησε θυγατέρας ἀπορουμένας καταλιπών, ἡμεῖς ἂν διὰ τὴν ἀγχιστείαν καὶ τὸν πάππον γηροτροφεῖν ἠναγκαζόμεθα καὶ τὰς Κλεωνύμου θυγατέρας ἢ λαβεῖν αὐτοὶ γυναῖκας ἢ προῖκα ἐπιδιδόντες ἑτέροις ἐκδιδόναι, καὶ ταῦθʼ ἡμᾶς καὶ ἡ συγγένεια καὶ οἱ νόμοι καὶ ἡ παρʼ ὑμῶν αἰσχύνη ποιεῖν ἠνάγκαζεν ἄν, ἢ ταῖς μεγίσταις ζημίαις καὶ τοῖς ἐσχάτοις ὀνείδεσι περιπεσεῖν·3
况且,如果克莱奥纽莫斯的父亲、也就是我们的祖父波吕阿尔科斯尚且在世且缺乏生活必需品,或者克莱奥纽莫斯去世时留下了贫困的女儿,我们本会由于宗族之近,被迫既要赡养祖父晚年,又要娶克莱奥纽莫斯的女儿为妻或随附嫁妆将她们嫁给他人;血亲关系、法律以及对你们的羞耻心都会迫使我们去做这些事,否则我们就会招致最严厉的惩罚和极大的耻辱。
εἰ δʼ οὐσία κατελείφθη, δίκαιον ἡγήσεσθʼ εἶναι ταύτης ἑτέρους ἡμῶν μᾶλλον κληρονομεῖν; οὐκ ἄρα δίκαια οὐδʼ ὑμῖν αὐτοῖς συμφέροντα οὐδὲ τοῖς νόμοις ὁμολογούμενα ψηφιεῖσθε, εἰ τῶν μὲν συμφορῶν τοὺς ἐγγυτάτω γένει κοινωνεῖν ἀναγκάσετε, χρημάτων δὲ καταλειφθέντων πάντας ἀνθρώπους κυριωτέρους ἢ τούτους ποιήσετε.
然而如今留下了产业,你们难道会认为他人比我们更有资格继承吗?如果当灾难来临时你们强迫血统最近的人分担,而当留下钱财时却让所有其他人都比这些人更有支配权,那么你们的裁决既不公正,也不符合你们自身的利益,更不与法律相一致。
- 32δηλώσειέ ποτʼ ἂν
在间接引语(由过去时动词 προσηπείλησεν 引出的 ὅτι 从句)中带有 ἄν 的祈愿法,反映了直接引语中带有 ἄν 的潜在祈愿法('总有一天会向他表明')。
- 36οὐκ ἂν ἄρα ὑπὲρ ἡμῶν μᾶλλον ἢ ὑπὲρ σφῶν αὐτῶν εἶεν εἰρηκότες;
带有 ἄν 和迂说完成时主动祈愿法(εἶεν εἰρηκότες)的修辞反问句,推论出对方主张的必然逻辑后果:'他们这样说岂不更是为我们而非为他们自己辩护了吗?'
- 39ἢ ταῖς μεγίσταις ζημίαις καὶ τοῖς ἐσχάτοις ὀνείδεσι περιπεσεῖν
由 ἠνάγκαζεν ἄν 支配的不定式短语。在结构上与前面的 ποιεῖν 构成选择并列('强迫我们履行这些义务,否则就会招致最严厉的惩罚和极大的耻辱')。
