- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg001.humanitext-grc2:41-51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证了基于血缘继承相比于瑕疵遗嘱的优越性,并通过互惠继承关系的分析证明己方才是真正的至亲,力劝审判官驳回对手的主张。
χρὴ δέ, ὦ ἄνδρες, καὶ διὰ τὴν συγγένειαν καὶ διὰ τὴν τοῦ πράγματος ἀλήθειαν, ὅπερ ποιεῖτε,1 τοῖς κατὰ γένος ψηφίζεσθαι μᾶλλον ἢ τοῖς κατὰ διαθήκην ἀμφισβητοῦσι. τὴν μὲν γὰρ τοῦ γένους οἰκειότητα πάντες ἐπιστάμενοι τυγχάνετε, καὶ οὐχ οἷόν τε τοῦτʼ ἔστι πρὸς ὑμᾶς ψεύσασθαι· διαθήκας δʼ ἤδη πολλοὶ ψευδεῖς ἀπέφηναν, καὶ οἱ μὲν τὸ παράπαν οὐ γενομένας, ἐνίων δʼ οὐκ ὀρθῶς βεβουλευμένων.
各位审判官,无论出于亲族关系,还是出于事实真相,如同你们通常所做的那样,你们都应当投票支持按宗族提出要求的人,而非支持按遗嘱发生争议的人。因为你们碰巧都知道血统上的亲属关系,对你们隐瞒这一点是不可能的;而对于遗嘱,许多人早已证明其虚假,有些完全不曾订立,有些则是出于错误的决断。
καὶ νῦν ὑμεῖς τὴν μὲν συγγένειαν καὶ τὴν οἰκειότητα τὴν ἡμετέραν, οἷς ἡμεῖς ἀγωνιζόμεθα, ἅπαντες ἐπίστασθε· τὰς δὲ διαθήκας, αἷς οὗτοι πιστεύοντες ἡμᾶς συκοφαντοῦσιν, οὐδεὶς ὑμῶν οἶδε κυρίας γενομένας. ἔπειτα τὴν μὲν ἡμετέραν συγγένειαν εὑρήσετε καὶ παρʼ αὐτῶν τῶν ἀντιδίκων ὁμολογουμένην, τὰς δὲ διαθήκας ὑφʼ ἡμῶν ἀμφισβητουμένας· οὗτοι γὰρ τὸ ἀνελεῖν αὐτὰς ἐκείνου βουλομένου διεκώλυσαν.
如今,我们用以力争的血亲关系与亲密交情,你们大家全都知晓;而这些人依仗着来诬告我们的遗嘱,你们中间却无人知道它是合法有效的。其次,你们会发现,我们的血亲关系甚至得到了诉讼对手自己的承认,而遗嘱却受到我们的质疑;因为正是他们在逝者意图撤销它时加以阻止。
ὥσθʼ ὑμῖν, ὦ ἄνδρες, πολὺ κάλλιόν ἐστι ψηφίσασθαι κατὰ τὸ γένος τὸ παρʼ ἀμφοτέρων ἡμῶν ὁμολογούμενον μᾶλλον ἢ κατὰ τὰς διαθήκας τὰς οὐ δικαίως γεγενημένας. πρὸς δὲ τούτοις ἐνθυμήθητε ὅτι αὐτὰς ἔλυσε μὲν Κλεώνυμος εὖ φρονῶν, διέθετο δὲ ὀργισθεὶς καὶ οὐκ ὀρθῶς βουλευόμενος· ὥστε πάντων ἂν εἴη δεινότατον, εἰ κυριωτέραν αὐτοῦ τὴν ὀργὴν ἢ τὴν διάνοιαν ποιήσετε.
因此,各位审判官,依照我们双方公认的血统来判决,远比依照并非正当订立的遗嘱来判决更为合宜。此外,请你们考虑,克莱奥纽莫斯是在神志清醒时废除了它,而订立遗嘱时则是出于愤恨和错误的决断;因此,如果你们使他的怒气比他的真意更具效力,那将是所有事情中最令人愤慨的。
οἶμαι δʼ ὑμᾶς καὶ λαμβάνειν παρὰ τούτων ἀξιοῦν καὶ μὴ τυγχάνοντας ἀγανακτεῖν, οἷς ἂν ὑπάρχῃ καὶ παρʼ ὑμῶν τῶν αὐτῶν τυχεῖν.2 εἰ τοίνυν συνέβη Κλεωνύμῳ μὲν ζῆν, ἐξερημωθῆναι δὲ τὸν ἡμέτερον οἶκον ἢ τὸν τούτων, σκέψασθε ποτέρων ἐκεῖνος ἐγίγνετο κληρονόμος· δίκαιον γάρ ἐστι τούτους ἔχειν τὰ ἐκείνου, παρʼ ὧν ὠφείλετο καὶ λαβεῖν αὐτῷ.
我认为,你们既认为应当从那些同样也能从你们那里获得同等东西的人那里有所获得,又会在未能获得时感到愤慨。那么,设若克莱奥纽莫斯健在,而我们家或他们家绝嗣,请审视他本会成为哪一方的继承人;因为让那些本应让他继承财产的人拥有他的财产,这才是公正的。
εἰ μὲν τοίνυν Φερένικος ἢ τῶν ἀδελφῶν τις ἐτελεύτησεν, οἱ παῖδες οἱ τούτων, οὐκ ἐκεῖνος ἐγίγνετο κύριος τῶν καταλειφθέντων· ἡμῶν δὲ τοιαύτῃ τύχῃ χρησαμένων Κλεώνυμος ἁπάντων ἐγίγνετο κληρονόμος. οὔτε γὰρ παῖδες ἡμῖν ἦσαν οὔτʼ ἄλλοι συγγενεῖς, ἀλλʼ ἐκεῖνος καὶ γένει προσήκων ἐγγυτάτω καὶ τῇ χρείᾳ πάντων ἦν οἰκειότατος· ὥστε διὰ ταῦτα καὶ οἱ νόμοι δεδώκασιν αὐτῷ, καὶ ἡμεῖς οὐδένʼ 〈ἂν〉 ἄλλον ἠξιώσαμεν ταύτης τῆς δωρεᾶς. οὐ γὰρ δήπου ζῶντες μὲν οὕτως ἂν ἐνεχειρίσαμεν αὐτῷ τὴν οὐσίαν, ὥστε περὶ τῶν ἡμετέρων κυριωτέραν εἶναι τὴν ἐκείνου διάνοιαν τῆς ἡμετέρας αὐτῶν, ἀποθνῄσκοντες δὲ ἄλλους κληρονόμους ἐβουλήθημεν 〈εἶναι〉 αὐτῶν μᾶλλον ἢ τὸν πάντων οἰκειότατον.
如果费热尼科斯或其兄弟中的某人去世,掌握遗留财产的本是他们的子女,而非克莱奥纽莫斯;但如果我们遭遇这般命运,克莱奥纽莫斯本会成为全部财产的继承人。因为我们既没有子女,也没有其他近亲,唯有他在血统上与我们关系最近,在交往上也最为亲密;因此,不仅法律已将遗产赋予了他,而且我们也不会认为其他任何人配得上这份赠予。因为我们绝不会既在活着时如此把产业托付给他,以至于在我们的事务上其意志高于我们自己的意志,却在临死时反倒希望其他人成为继承人,而不愿让所有人中最亲密的那一位来继承。
ὥσθʼ ἡμᾶς μὲν ἐν ἀμφοτέροις, ὦ ἄνδρες, καὶ ἐν τῷ δοῦναι καὶ ἐν τῷ λαβεῖν οἰκείους ὄντας εὑρήσετε, τούτους δὲ νῦν μὲν ἀναισχυντοῦντας καὶ τὴν οἰκειότητα καὶ τὴν ἀγχιστείαν λέγοντας, ὅτι λήψεσθαί τι προσδοκῶσιν· ἐν δὲ τῷ δοῦναι πολλοὺς ἂν καὶ συγγενεῖς καὶ φίλους ἐκείνου προείλοντο οἰκειοτέρους.
所以,各位审判官,无论在给予还是在接受上,你们都会发现我们才是真正的亲属;而这些人如今之所以厚颜无耻地谈论亲密与血缘之近,是因为他们期望有所斩获;但如果是在给予的场合,他们会挑选许多比他更亲密的亲属和朋友。
κεφάλαιον δὲ τῶν εἰρημένων, ᾧ πάντας ὑμᾶς προσέχειν δεῖ τὸν νοῦν· 〈ἐν〉 ὅσῳ γὰρ ἂν ταῦτα λέγοντες ἀποφαίνωσι καὶ πειρῶνται πείθειν ὑμᾶς3 ὡς ἐκεῖνος διέθετο ταύτας τὰς διαθήκας καὶ οὐδὲ πώποτε ὕστερον αὐτῷ μετεμέλησε, 〈ἀλλὰ〉 καὶ νῦν ἐβούλετο ἡμᾶς μὲν μηδὲν τῶν αὑτοῦ λαβεῖν, σφίσι δʼ αὐτοῖς βεβαιῶσαι τὴν δωρεάν, καὶ ταῦτα πάντα λέγοντες καὶ διισχυριζόμενοι μηδέτερον ἀποφαίνωσι μήθʼ, ὡς ἐγγυτέρω τῷ γένει προσήκουσι μήθʼ ὡς οἰκειότερον ἡμῶν πρὸς Κλεώνυμον διέκειντο, ὑμεῖς ἐνθυμεῖσθε ὅτι ἐκείνου κατηγοροῦσιν, ἀλλʼ οὐχ ὡς δίκαιόν ἐστι τὸ πρᾶγμα διδάσκουσιν ὑμᾶς.
而所有陈述的核心要点,正是你们大家所应集中注意的:只要他们在说这番话时表明并试图说服你们,声称他订立了这份遗嘱且日后从未反悔,甚至如今也希望我们得不到任何他的财产而将赠予确立给他们自己,并且在说着这一切并坚决主张的同时,他们既未能证明自己在血统上关系更近,也未能证明他们与克莱奥纽莫斯比我们更为亲近,那么你们就当牢记:他们是在指控逝者,而非在向你们阐明事情是正当的。
ὥσθʼ ὑμεῖς ὅταν μὲν τοῖς τούτων λόγοις πιστεύητε, οὐ τούτους προσήκει ποιῆσαι τῶν ἐκείνου κληρονόμους, ἀλλὰ παράνοιαν Κλεωνύμου καταγιγνώσκειν, ὅταν δὲ τοῖς ἡμετέροις, ἐκεῖνόν τε νομίζειν ὀρθῶς βεβουλεῦσθαι λῦσαι τὰς διαθήκας βουλόμενον, ἡμᾶς τε μὴ συκοφαντεῖν ἀλλὰ δικαίως τούτων ἀμφισβητεῖν.
因此,当你们相信他们的话时,你们所应做的并非立他们为遗产继承人,而是判定克莱奥纽莫斯患有精神错乱;而当你们相信我们的话时,你们应当认为他意图撤销遗嘱是深思熟虑的决定,我们并非诬告,而是在正当地对此提出争议。
ἔπειτα, ὦ ἄνδρες, ἐνθυμεῖσθε ὅτι οὐχ οἷόν τε ὑμῖν ἐστι κατὰ τοὺς τούτων λόγους γνῶναι περὶ αὐτῶν. πάντων γὰρ ἂν εἴη δεινότατον, εἰ τῶν ἀντιδίκων γιγνωσκόντων ἡμᾶς δίκαιον εἶναι τὸ μέρος αὐτῶν λαβεῖν, ὑμεῖς ἅπαντʼ αὐτοὺς ἔχειν ψηφιεῖσθε, καὶ τούτους μὲν ἡγήσεσθε χρῆναι πλείω λαβεῖν ὧν αὐτοὶ σφᾶς αὐτοὺς ἠξίωσαν, ἡμᾶς δὲ μηδὲ τούτων ἀξιώσετε ὧν οἱ ἀντίδικοι συγχωροῦσιν ἡμῖν.
其次,各位审判官,请你们牢记,依照他们的说法,你们绝不可能对此作出裁决。因为,如果连对手自己都认为我们理应获得其中的一份,你们却投票判决他们拥有全部,并认为他们应当得到甚至超过他们自己所要求的份额,而对于对手让与我们的那一部分,你们却认为我们连得到它都不配,那将是所有事情中最令人愤慨的。
- 41ὅπερ ποιεῖτε
中性单数关系代词 ὅπερ 指代前述的整体行为(投票支持按宗族继承者),作为插入从句表示陪审法官通常的司法惯例(“正如你们通常所做的那样”),带有博取法官好感的修辞意图。
- 44οἷς ἂν ὑπάρχῃ καὶ παρʼ ὑμῶν τῶν αὐτῶν τυχεῖν
关系从句修饰前文的 τούτων,表达了继承中的对等与互惠原则:只有当对方同样能够从当事人处获得同等权益时,当事人才应当从对方那里获得权益。ἄν 配合虚拟式 ὑπάρχῃ 构成泛指条件的关系从句。
- 48〈ἐν〉 ὅσῳ γὰρ ἂν ταῦτα λέγοντες ἀποφαίνωσι καὶ πειρῶνται πείθειν ὑμᾶς
第48节至第49节的长句结构。〈ἐν〉 ὅσῳ ἂν 统领虚拟式(ἀποφαίνωσι、πειρῶνται 以及第49节的 μηδέτερον ἀποφαίνωσι),构成“只要在……范围内/只要……”的时间/条件从句。主句的中心则是第49节末尾的祈使语气 ὑμεῖς ἐνθυμεῖσθε(“你们当牢记”)。
