← 伊塞优斯

论克勒奥尼穆斯的遗产

§21-30

遣走执政官与对方主张的荒谬

辩者指出对手拒绝让执政官进门并将之打发走的自相矛盾之处,以及关于修改遗嘱程序上的荒谬,并结合生前的深厚情谊论证受遗赠人的主张纯属虚妄不经。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

ὥστʼ ἐκ τούτων τῶν λόγων ῥᾳδίαν ὑμῖν τὴν διάγνωσιν πεποιήκασι περὶ αὑτῶν. εἰ μὲν γὰρ ἀνελεῖν τὰς διαθήκας βουλόμενος μετεπέμπετο τὴν ἀρχήν, ὥσπερ ἡμεῖς φαμεν, οὐδεὶς ἔνεστι τούτοις λόγος· εἰ δʼ οὕτω παραφρονῶν ἔτυχεν ὥσθʼ ἡμᾶς ἀεὶ περὶ ἐλαχίστου ποιεῖσθαι, τοὺς γένει πρωτεύοντας καὶ χρωμένους αὐτῷ πάντων οἰκειότατα, δικαίως ἂν δήπου τὰς τοιαύτας διαθήκας ἀκύρους ποιήσαιτε.

因此,他们通过这些说辞,让你们对他们的判决变得十分容易。因为,如果如我们所言,他是想撤销遗嘱而召请执政官,那么他们便毫无立足之言;而如果他竟然如此神志昏乱,以至于始终极度轻视我们——在宗族中位列最先且与他关系最为亲密的人——那么你们理所当然应当判定这样的遗嘱无效。

§22

ἔτι τοίνυν ἐνθυμεῖσθε ὅτι φάσκοντες καλεῖν τὴν ἀρχὴν Κλεώνυμον, ἵνα βεβαιώσῃ τὴν αὑτῶν δωρεάν, προσταχθὲν αὐτοῖς1 οὐκ ἐτόλμησαν εἰσαγαγεῖν, ἀλλὰ καὶ τὸν ἐλθόντα τῶν ἀρχόντων ἐπὶ τὴν θύραν ἀπέπεμψαν. καὶ δυοῖν τοῖν ἐναντιωτάτοιν θάτερα μέλλοντες, ἢ τὴν οὐσίαν ἕξειν βεβαιοτέραν ἢ ἐκείνῳ μὴ ποιήσαντες ἀπεχθήσεσθαι, τὴν ἀπέχθειαν εἵλοντο μᾶλλον ταύτης τῆς δωρεᾶς. καίτοι πῶς ἂν ἕτερα τούτων γένοιτο ἀπιστότερα;

再者,请你们想想:他们声称克莱奥纽莫斯召请执政官是为了确立向他们作出的赠予,然而在接到指令后,他们不仅不敢领官员进来,反而还将已经来到门前的执政官打发走了。在截然相反的两种结局必然出现其一的情形下——要么更稳妥地拥有产业,要么因未照办而招致他的怨恨——他们竟宁愿选择招致怨恨,也不要这项赠予。然而,世上还有什么比这更难以置信的呢?

§23

τοὺς μὲν τηλικαῦτα μέλλοντας ἐκ τοῦ πράγματος κερδαίνειν, ὥσπερ ζημιωθησομένους, φυλάξασθαι τὴν διακονίαν, Κλεώνυμον δʼ ὑπὲρ τῆς τούτων ὠφελείας τοσαύτην ποιήσασθαι σπουδὴν2 ὥστε Ποσειδίππῳ μέν, ὅτι κατημέλησεν, ὀργισθῆναι, Διοκλέους δὲ ταὐτὰ πάλιν ἐς τὴν ὑστεραίαν δεηθῆναι;

那些本该从这桩事情中获得如此巨大利益的人,竟像要蒙受损失一样躲避这项差使;反倒是克莱奥纽莫斯为了他们的利益倾注了如此巨大的热忱,以至于因波塞狄波斯的怠慢而大发雷霆,次日又向狄奥克勒斯提出同样的请求?

§24

εἰ γὰρ δή, ὦ ἄνδρες, ὡς οὗτοί φασιν, ἐν ταῖς νῦν γεγραμμέναις διαθήκαις ἔδωκεν αὐτοῖς τὴν οὐσίαν, καὶ τοῦτʼ ἄξιον εἶναί μοι δοκεῖ θαυμάζειν, ὅ τί ποτε ἐπανορθώσας κυριωτέρας αὐτὰς ἡγεῖτʼ ἂν ποιῆσαι·3 τοῖς γὰρ ἄλλοις οὗτος ὅρος ἐστίν, ὦ ἄνδρες, τῶν δωρεῶν.

因为,各位审判官,假使真如他们所言,他已经在现今写就的遗嘱中将产业赠予了他们,那么在我看来,究竟作了何种修正他才会认为遗嘱能变得更为有效,这实在令人费解;因为各位审判官,对于其他人而言,这已是赠予的极致了。

§25

ἔτι δὲ καὶ εἴ τι προσγράψαι τούτοις ἐβούλετο, διὰ τί οὐκ ἐν ἑτέρῳ γράψας αὐτὰ γραμματείῳ κατέλιπεν, ἐπειδὴ τὰ γράμματα παρὰ τῶν ἀρχόντων οὐκ ἐδυνήθη λαβεῖν; ἀνελεῖν μὲν γάρ, ὦ ἄνδρες, οὐχ οἷός τʼ ἦν ἄλλο γραμματεῖον ἢ τὸ παρὰ τῇ ἀρχῇ κείμενον· γράψαι δʼ ἐξῆν εἰς ἕτερον εἴ τι ἐβούλετο, καὶ μηδὲ τοῦθʼ ἡμῖν ἀμφισβητήσιμον ἐᾶν.

况且,即使他确实想在其中追加某些内容,既然未能从执政官手中取回文书,他为何不在另一块书写板上写下并留存呢?因为各位审判官,除了存放在执政官处的那份书写板外,撤销其他任何书写板都是不可能的;但如果他想写下什么,尽可以写在另一块书写板上,而不至于连这一点也留给我们争议。

§26

εἰ τοίνυν καὶ τοῦτο συγχωρήσαιμεν, ὡς ἐκεῖνος ἐπανορθῶσαι τὰς διαθήκας ἐβούλετο, πᾶσι δήπου φανερὸν ὑμῖν ἐστιν ὅτι οὐκ ὀρθῶς αὐτὰς ἔχειν ἡγεῖτο. καίτοι σκοπεῖτε καὶ ἐντεῦθεν τὴν ἀναισχυντίαν αὐτῶν, οἵτινες ταύτας τὰς διαθήκας ἀξιοῦσιν εἶναι κυρίας, ἃς ὁμολογοῦσι μηδʼ αὐτὸν τὸν διαθέμενον [ταῦτα] ὀρθῶς ἔχειν ἡγεῖσθαι, καὶ πείθουσιν ὑμᾶς ἐναντία καὶ τοῖς νόμοις καὶ τῷ δικαίῳ καὶ τῇ τοῦ τετελευτηκότος γνώμῃ ψηφίσασθαι.

因此,即使我们承认这一点,即他想要修正遗嘱,那么你们所有人都显然明白:他认为这份遗嘱并不妥当。然而,也请从这一点审视他们的无耻:他们竟然要求将这样一份连立嘱人自己都承认并不妥当的遗嘱确立为有效,并试图说服你们作出违背法律、正义以及逝者真意的判决。

§27

ἔτι τοίνυν τούτων ἁπάντων ἀναιδέστατος τῶν λόγων ἐστίν, ὅταν τολμῶσι λέγειν ὡς Κλεώνυμος οὐδὲν ἡμᾶς τῶν αὑτοῦ λαβεῖν ἐβούλετο. καίτοι, ὦ ἄνδρες, τίνας ἂν ἄλλους ταῦτα ἔχειν ἐβουλήθη μᾶλλον ἢ τούτους, οὓς καὶ ζῶν ἐκ τῶν αὑτοῦ πλεῖστα τῶν οἰκείων ὠφέλει;

此外,在所有这些说辞中最不知羞耻的,就是他们竟敢声称克莱奥纽莫斯不想让我们继承他的任何财产。然而,各位审判官,比起那些在他生前就从其财产中获得亲属中最多资助的人,他还会更希望别的谁拥有这些财产呢?

§28

πάντων δʼ ἂν εἴη θαυμασιώτατον, εἰ Κηφίσανδρος μὲν ὁ τούτων οἰκεῖος δίκαιον ἡγεῖτο εἶναι μέρος ἕκαστον ἡμῶν ἔχειν τῆς οὐσίας, Κλεώνυμος δʼ ὃς ἦν ἡμῖν οἰκειότατος καὶ ἡμᾶς εἰς τὴν οἰκίαν τὴν αὑτοῦ λαβὼν ἐθεράπευε καὶ ἐπεμελεῖτο τῶν ἡμετέρων ὥσπερ τῶν αὑτοῦ πραγμάτων, οὗτος μόνος ἐβούλετο ἡμᾶς ἀκλήρους εἶναι τῶν αὑτοῦ.

最令人惊奇的事情莫过于:如果作为他们亲属的刻菲珊德洛斯尚且认为我们每人分得一部分家产是正当的,而作为与我们关系最亲密的克莱奥纽莫斯——将我们领入自家抚育照管、如同对待自己事务一样对待我们事务的人——偏偏唯独他想要剥夺我们对其财产的继承权?

§29

καὶ τίς ἂν ὑμῶν πιστεύσειεν εὐνουστέρους καὶ μετριωτέρους τοὺς ἀντιδίκους ἡμῖν εἶναι τῶν οἰκειοτάτων; κἀκεῖνον μέν, ᾧ καὶ ἀναγκαῖον εὖ ποιεῖν ἡμᾶς καὶ αἰσχρὸν ἡμῶν ἀμελῆσαι, μηδὲν τῶν αὑτοῦ ἡμῖν δοῦναι· τούτους δέ, οἷς οὔτʼ ἀνάγκη ἐστὶν οὔτʼ αἰσχύνην οὐδεμίαν φέρει, τῶν οὐ προσηκόντων, ὥς φασιν, ἡμῖν μεταδιδόναι;4 ἀλλὰ ταῦτα μέν, ὦ ἄνδρες, πολλὴν ἀπιστίαν ἔχει.

你们中间有谁会相信,对手竟然比最亲密的近亲对我们更加善意、更加宽厚?难道那个有义务善待我们、忽视我们便属可耻的逝者,竟不给我们留下任何财产;而这些既无义务也不会招致任何羞耻的人,却要分给我们据他们所言并不属于我们的财产?然而各位审判官,这些说法实在太不可信了。

§30

ἔπειτα, εἰ μὲν καὶ νῦν οὕτω πρὸς ἀμφοτέρους ἡμᾶς ἔχων ἐτελεύτησεν, ὥσπερ ὅτε τὰς διαθήκας ταύτας ἐποιήσατο, εἰκότως ἄν τις ὑμῶν πιστεύσειε τοῖς λόγοις τοῖς τουτωνί· νυνὶ δὲ πᾶν τοὐναντίον εὑρήσετε. τότε μὲν γὰρ ἔτυχε Δεινίᾳ, ὃς ἡμᾶς ἐπετρόπευε, διάφορος ὢν ἡμῖν τε οὔπω χρώμενος τούτοις τε ἅπασιν ἐπιτηδείως διακείμενος· νῦν δὲ τούτων μέν τισι διάφορος ἐγένετο, ἡμῖν δὲ πάντων ἐχρῆτο οἰκειότατα.

再者,如果他在去世时对我们双方的态度与当初立下这份遗嘱时一样,你们中任何人相信他们的话或许还合乎情理;但如今你们会发现事实恰恰相反。因为那时他恰好与监护我们的狄尼亚斯不和,尚未与我们密切往来,且与他们所有人都相处和睦;而如今他已与他们中的某些人交恶,却与我们交往得最为亲密。

语法注4 条
  1. 22προσταχθὲν αὐτοῖς

    非人称被动结构构成的分词绝对对格(accusative absolute),在此具有让步的副词性含义:“尽管向他们下达了命令”。

  2. 23τοὺς μὲν τηλικαῦτα μέλλοντας ἐκ τοῦ πράγματος κερδαίνειν, ὥσπερ ζημιωθησομένους, φυλάξασθαι τὴν διακονίαν, Κλεώνυμον δʼ ὑπὲρ τῆς τούτων ὠφελείας τοσαύτην ποιήσασθαι σπουδὴν

    承接前文疑问句(πῶς ἂν ἕτερα τούτων γένοιτο ἀπιστότερα;)的感叹性或说明性带对格的不定式结构,以并列对照(τοὺς μὲν... φυλάξασθαι 对比 Κλεώνυμον δʼ... ποιήσασθαι)具体展现这一不可信的事态。

  3. 24ὅ τί ποτε ἐπανορθώσας κυριωτέρας αὐτὰς ἡγεῖτʼ ἂν ποιῆσαι

    由 ὅ τι 引导的间接疑问句,内含表示过去潜在的未完成过去时陈述式(ἡγεῖτʼ ἄν)。不定过去时分词 ἐπανορθώσας 表示手段或条件(“通过修正什么”),不定式 ποιῆσαι 带双重对格(αὐτὰς κυριωτέρας)作 ἡγεῖτο 的补足语。

  4. 29κἀκεῖνον μέν, ᾧ καὶ ἀναγκαῖον εὖ ποιεῖν ἡμᾶς καὶ αἰσχρὸν ἡμῶν ἀμελῆσαι, μηδὲν τῶν αὑτοῦ ἡμῖν δοῦναι· τούτους δέ, οἷς οὔτʼ ἀνάγκη ἐστὶν οὔτʼ αἰσχύνην οὐδεμίαν φέρει, τῶν οὐ προσηκόντων, ὥς φασιν, ἡμῖν μεταδιδόναι;

    受主要动词 πιστεύσειεν 支配的带对格的不定式并列对比结构(与前面的 εὐνουστέρους... εἶναι 并列),通过 κἀκεῖνον μὲν... δοῦναι 与 τούτους δὲ... μεταδιδόναι 的鲜明对照,详细阐述难以置信的情由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg001.humanitext-grc2:21-30