← 伊塞优斯

论克勒奥尼穆斯的遗产

§11-20

克莱奥纽莫斯撤销遗嘱的意图与对亲属的关怀

演说者指出克莱奥纽莫斯生前抚育侄子并在临终时试图撤销遗嘱,证明其对血亲的情谊,并揭露对方所谓确认遗嘱的说法无异于强加给逝者极度的疯狂与不合理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

ταῦτα διανοηθεὶς ἐκεῖνος, εἴτʼ ὀρθῶς εἴτε μή, τὰς διαθήκας ταύτας διέθετο. καὶ εὐθὺς ἐρωτῶντος τοῦ Δεινίου παραχρῆμα εἴ τι ἡμῖν ἢ τῷ πατρὶ ἐγκαλεῖ τῷ ἡμετέρῳ, ἀπεκρίνατο πάντων τῶν πολιτῶν ἐναντίον ὅτι οὐδὲν πονηρὸν ἐγκαλεῖ, καὶ ἐμαρτύρησεν ὡς ὀργιζόμενος ἐκείνῳ καὶ οὐκ ὀρθῶς βουλευόμενος ταῦτα διέθετο. πῶς γὰρ ἂν εὖ φρονῶν, ὦ ἄνδρες, κακῶς ποιεῖν ἡμᾶς ἐβουλήθη, τοὺς μηδὲν αὐτὸν ἠδικηκότας;

无论恰当与否,他正是抱定这般念头订立了那份遗嘱。随即,当狄尼亚斯当场询问他对我们或对我们的父亲是否有任何怪罪时,他当着全城公民的面回答说,他毫无恶意怨尤,并作证说自己是因对狄尼亚斯动怒、在欠缺明智考量的情况下订立了这些条款。各位审判官,如果他神智清醒,又怎会企图去伤害我们这些从未亏待过他的人呢?

§12

ὕστερον δὲ τούτων, ὃ μέγιστον ἡμῖν τεκμήριον ὅτι1 οὐδὲ ταῦτα ἔπραξεν ἡμᾶς βλάπτειν βουλόμενος· τελευτήσαντος γὰρ Δεινίου καὶ τῶν πραγμάτων ἡμῖν πονηρῶς ἐχόντων οὐδὲ περιεῖδεν ἡμᾶς οὐδενὸς ἐνδεεῖς ὄντας, ἀλλʼ αὐτοὺς μὲν εἰς τὴν οἰκίαν τὴν αὑτοῦ κομισάμενος ἐπαίδευε, τὴν δʼ οὐσίαν ἀφελέσθαι τῶν χρήστων ἐπιβουλευσάντων ἔσωσεν ἡμῖν, ἐπεμελεῖτό τε ὁμοίως τῶν ἡμετέρων ὥσπερ τῶν αὑτοῦ πραγμάτων.

此后发生的事,更是证明他当初所为绝非存心要伤害我们的最大证据。因为在狄尼亚斯去世、我们的家境陷入困顿之后,他不仅未对我们的匮乏坐视不理,反而将我们接到他自己的家中予以抚育,并在债权人图谋夺取我们的家产时为我们保全了下来,像照料自己的产业一样照料我们的一切。

§13

καίτοι χρὴ θεωρεῖν αὐτοῦ τὴν ἔννοιαν ἐκ τούτων τῶν ἔργων μᾶλλον ἢ ἐκ τῶν διαθηκῶν, καὶ τεκμηρίοις χρῆσθαι μὴ τοῖς μετʼ ὀργῆς πραχθεῖσιν, ἐν οἷς ἅπαντες πεφύκαμεν ἁμαρτάνειν, ἀλλʼ ἀφʼ ὧν ὕστερον φανερὰν τὴν αὑτοῦ ἔννοιαν ἐποίησεν. ἔτι γὰρ μᾶλλον ἐν τοῖς τελευταίοις ἐδήλωσεν ὡς εἶχε πρὸς ἡμᾶς.

因此,应当根据这些实际行动而非那份遗嘱来审视他的心意,所凭信的证据也不该来自盛怒之下的举动——在那种情形下人人生来皆易犯错——而应来自他后来藉以显明其真意的作为。因为在他生命的最后时刻,他更清楚地表明了对我们的感情。

§14

ἤδη γὰρ ἀσθενῶν ταύτην τὴν νόσον ἐξ ἧς ἐτελεύτησεν, ἐβουλήθη ταύτας τὰς διαθήκας ἀνελεῖν καὶ προσέταξε Ποσειδίππῳ τὴν ἀρχὴν εἰσαγαγεῖν. ὁ δὲ οὐ μόνον οὐκ εἰσήγαγεν, ἀλλὰ καὶ τὸν ἐλθόντα τῶν ἀρχόντων ἐπὶ τὴν θύραν ἀπέπεμψεν. ὀργισθεὶς δὲ τούτῳ Κλεώνυμος πάλιν ἐς τὴν ὑστεραίαν Διοκλεῖ καλέσαι τοὺς ἄρχοντας προσέταξε, καὶ οὐχ οὕτως ὡς ἀσθενῶν διακείμενος·2 ἀλλʼ ἔτι πολλῶν οὐσῶν ἐλπίδων, ἐξαπίνης τῆς νυκτὸς ταύτης ἀπέθανεν.

当时他已身患夺去其生命的疾病,他本想撤销这份遗嘱,并吩咐波塞狄波斯去领执政官前来。然而波塞狄波斯不仅没有领来,甚至还将已经来到门前的执政官给打发走了。克莱奥纽莫斯为此大怒,次日又吩咐狄奥克勒斯去召请执政官;当时他的身体状况并非濒临垂危,尚有很大生还希望,却在那天夜里猝然离世。

§15

πρῶτον μὲν οὖν ὑμῖν παρέξομαι μάρτυρας ὡς οὐχ ἡμῖν ἐγκαλῶν ἀλλὰ Δεινίᾳ πολεμῶν ταύτας τὰς διαθήκας διέθετο, ἔπειτα ὡς ἐκείνου τελευτήσαντος ἐπεμελεῖτο τε τῶν ἡμετέρων ἁπάντων, καὶ αὐτοὺς ἐπαίδευεν εἰς τὴν οἰκίαν τὴν αὑτοῦ κομισάμενος, πρὸς δὲ τούτοις ὡς Ποσείδιππον ἔπεμψεν ἐπὶ τὸν ἀστυνόμον, οὗτος δʼ οὐ μόνον αὐτὸς οὐκ εἰσεκάλεσεν, ἀλλὰ καὶ ἐλθόντα ἐπὶ τὴν θύραν [ἀρχονίδην] ἀπέπεμψεν.

因此,我首先要向你们提供证人,证明他订立那份遗嘱并非怪罪我们,而是与狄尼亚斯为敌;其次,狄尼亚斯死后他照管我们所有事务,并将我们接至家中抚养;此外,他派波塞狄波斯去召市督,而此人不仅自己未将官员请进,反将来到门前的官员打发离去。

§16

ὡς οὖν ἀληθῆ λέγω, κάλει μοι τοὺς μάρτυρας. Μάρτυρες ἔτι τοίνυν ὡς οἱ τούτων φίλοι καὶ Κηφίσανδρος ἠξίουν νείμασθαι τὴν οὐσίαν καὶ τὸ τρίτον μέρος ἡμᾶς ἔχειν ἁπάντων τῶν Κλεωνύμου, καὶ τούτων μοι κάλει μάρτυρας.

为证实我所言非虚,请为我传唤证人。 证人出庭 再者,关于他们的朋友和刻菲珊德洛斯曾主张瓜分家产、由我们分得克莱奥纽莫斯所有财产的三分之一,关于这一点也请为我传唤证人。

§17

Μάρτυρες ἡγοῦμαι μὲν τοίνυν, ὦ ἄνδρες, πᾶσι τοῖς τῶν κλήρων ἀμφισβητοῦσιν, ὅταν ἀποφήνωσι σφᾶς αὐτοὺς ὥσπερ ἡμεῖς καὶ τῷ γένει προτέρους ὄντας καὶ τῇ φιλίᾳ τῇ πρὸς τὸν τετελευτηκότα, περίεργον εἶναι τοὺς ἄλλους λόγους λέγειν· ἐπειδὴ δὲ τούτων οὐδέτερον ἔχοντες οὗτοι τολμῶσι τῶν οὐ προσηκόντων ἀμφισβητεῖν καὶ ψευδεῖς παρασκευάζονται λόγους, βούλομαι βραχέα καὶ περὶ τούτων αὐτῶν εἰπεῖν.

证人出庭 各位审判官,我认为对于所有争夺遗产的人而言,一旦像我们这样证明了自己在宗族血缘和与逝者的情谊上皆占优先,再作其他多余的陈辩就是毫无必要的。然而,他们既不具备这两者中的任何一项,却敢于争夺不应属于他们的财产并编造虚妄之词,因此我也愿意就这些问题简要陈述一番。

§18

ἰσχυρίζονται γὰρ ταῖς διαθήκαις, λέγοντες ὡς Κλεώνυμος μετεπέμπετο τὴν ἀρχὴν οὐ λῦσαι βουλόμενος αὐτὰς ἀλλʼ ἐπανορθῶσαι καὶ βεβαιῶσαι σφίσιν αὐτοῖς τὴν δωρεάν. ὑμεῖς δὲ σκοπεῖσθε τὰς διαθήκας τὰς μετʼ ὀργῆς γενομένας πότερα εἰκός ἐστι βουληθῆναι Κλεώνυμον ἀνελεῖν, ἐπειδὴ πρὸς ἡμᾶς οἰκείως ἔσχεν, ἢ σκοπεῖν ὅπως ἔτι βεβαιότερον ἡμᾶς ἀποστερήσει τῶν αὑτοῦ.

因为他们依仗遗嘱,声称克莱奥纽莫斯召请执政官并非意在撤销遗嘱,而是为了修改并向他们落实这项赠予。然而请你们审视一下,对于在愤怒中所立的遗嘱,克莱奥纽莫斯在与我们亲密之后,究竟更有可能是想要将其撤回,还是企图更加彻底地剥夺我们继承其财产的权利呢?

§19

τοῖς μὲν γὰρ ἄλλοις κἀκείνων ὧν ἂν ὀργισθέντες τοὺς οἰκείους ἀδικήσωσιν ὕστερον μεταμέλει·3 οὗτοι δὲ ἐκεῖνον ἀποφαίνουσιν, ἐν ᾧ πρὸς ἡμᾶς οἰκειότατα διέκειτο, μᾶλλον βεβαιοῦν τὴν διαθήκην βουλόμενον, ἣν ὀργιζόμενος ἐποιήσατο. ὥστʼ εἰ καὶ ἡμεῖς ὁμολογήσαιμεν ταῦτα καὶ ὑμεῖς αὐτοὶ πιστεύσαιτε, ἐνθυμεῖσθε ὅτι παράνοιαν αὐτοῦ τὴν μεγίστην οὗτοι κατηγοροῦσι.

因为对于其他人而言,哪怕在愤怒中亏待了亲属,事后也会悔悟;而他们却宣称,正是在与我们最为亲密的时期,他反而企图更加巩固自己在愤怒中所立的遗嘱。因此,即使我们承认了这一点,你们自己也相信了它,请想想:他们实际上是在指控他有着极端的狂乱!

§20

τίς γὰρ ἂν γένοιτο ταύτης μανία μείζων, ἢ τότε μὲν ὅτε Δεινίᾳ διάφορος ὢν ἔτυχεν, ἡμᾶς κακῶς ποιεῖν τε καὶ διατίθεσθαι τοιαύτας διαθήκας, ἐξ ὧν οὐκ ἐκεῖνον ἐτιμωρεῖτο ἀλλὰ τοὺς οἰκειοτάτους ἠδίκει· νυνὶ δὲ χρώμενος ἡμῖν καὶ περὶ πλείστου ποιούμενος ἁπάντων, μόνους ἐβουλήθη τοὺς ἀδελφιδοῦς, ὡς οὗτοί φασιν, ἀκλήρους ποιῆσαι τῶν ἑαυτοῦ. καὶ τίς ἂν εὖ φρονῶν, ὦ ἄνδρες, τοιαῦτα περὶ τῶν αὑτοῦ βουλεύσαιτο;

因为世上还能有什么比这更大的疯狂:当初在恰好与狄尼亚斯不和时,他伤害我们并订立这般遗嘱,未能惩戒仇人反而委屈了至亲之人;而如今正与我们交好、将我们视作重中之重时,据他们所言,他却偏偏想要唯独剥夺亲侄子们对自己财产的继承权?各位审判官,任何一个头脑清醒的人,又怎会对自己的财产做出这种筹划?

语法注3 条
  1. 12ὃ μέγιστον ἡμῖν τεκμήριον ὅτι

    中性单数关系代名词 ὃ 以随后整个事实(狄尼亚斯死后克莱奥纽莫斯接抚孤儿)为先行词,与主格表语 τεκμήριον 构成同位语性质的关系分句,系动词 ἐστί 在此省略。

  2. 14καὶ οὐχ οὕτως ὡς ἀσθενῶν διακείμενος

    由 οὐχ οὕτως ὡς 修饰分词 διακείμενος 的表达,意为“并非像病入膏肓的人那样身体虚弱”。与后文的独立属格 ἀλλʼ ἔτι πολλῶν οὐσῶν ἐλπίδων(“仍有很大恢复希望”)形成对比,突显其死于意外猝然。

  3. 19κἀκείνων ὧν ἂν ὀργισθέντες τοὺς οἰκείους ἀδικήσωσιν ὕστερον μεταμέλει

    无人称动词 μεταμέλει 支配表示后悔之人的与格(τοῖς μὲν ἄλλοις)以及表示后悔缘由的属格(κἀκείνων)。关系代词 ὧν 受先行词 κἀκείνων 的吸引而变位为属格,原本在分句中充当 ἀδικήσωσιν 的内在宾格(ἅ ἄν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg001.humanitext-grc2:11-20