← 伊塞优斯

论克勒奥尼穆斯的遗产

§0-10

血缘继承权与争议遗嘱的渊源

围绕克莱奥纽莫斯的遗产纠纷,身为侄子的诉讼人指责对方依凭一份已被撤销的遗嘱企图夺取甚至包括父产在内的全部财产,并开始陈述纠纷的起因及自己正当的宗亲继承权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§0

Ὑπόθεσις ἀδελφιδοῖ Κλεωνύμου τελευτήσαντος ἐπὶ τὸν κλῆρον ἔρχονται κατὰ γένος, τὰς διαθήκας, ἃς παρέχονται εἰς αὑτοὺς οἱ περὶ Φερένικον καὶ Σίμωνα καὶ Ποσείδιππον, γράψαι, ὡς ἀληθὲς ἦν, καὶ θεῖναι παρὰ τοῖς ἄρχουσιν ὁμολογοῦντες Κλεώνυμον κατὰ τὴν πρὸς Δεινίαν τὸν ἐπίτροπον αὐτῶν ὀργήν, ὕστερον δὲ ἐπιχειρήσαντα λῦσαι καὶ μεταπεμψάμενον τὸν ἀστυνόμον ἐξαίφνης 〈ἀποθανεῖν〉· καὶ Πολύαρχον δὲ τὸν πάππον αὐτῶν, Κλεωνύμου δὲ πατέρα, προστάξαι, εἴ τι πάσχοι Κλεώνυμος, δοῦναι αὐτοῖς τὰ ὑπάρχοντα. ἡ στάσις ὅρος διπλοῦς κατὰ ἀμφισβήτησιν· οἱ μὲν γὰρ ἄλλοι ταῖς γενομέναις ἐξ ἀρχῆς διαθήκαις διισχυρίζονται, οἱ δέ, λέγοντες. [φησὶν] ὅτι μετεκαλέσατο τὸν ἄρχοντα, ἵνα λύσῃ αὐτάς, τοῖς τελευταῖον παρὰ τοῦ Κλεωνύμου γενομένοις.

内容提要 克莱奥纽莫斯去世后,他的侄子们依据宗族血缘前来争夺遗产。关于费莱尼科斯、西蒙和波塞狄波斯一党提出的有利于他们自己的遗嘱,侄子们承认克莱奥纽莫斯确实因对他们的监护人狄尼亚斯动怒而起草了这份遗嘱,并交到了执政官手中,正如事实所呈现的那样;但他们主张,克莱奥纽莫斯后来企图撤销遗嘱,并在派人去召市督时猝然[离世];而且他们的祖父、亦即克莱奥纽莫斯的父亲波利阿耳科斯曾嘱咐,如果克莱奥纽莫斯遭遇不幸,应将财产交给他们。案件的争点属于由争讼引起的双重界说:因为一方坚持以最初立下的遗嘱为凭,而另一方则声称克莱奥纽莫斯为了撤销遗嘱而召请执政官,因而坚持以他临终前的行为为凭。

§1

πολλὴ μὲν ἡ μεταβολή μοι γέγονεν, ὦ ἄνδρες, τελευτήσαντος Κλεωνύμου. ἐκεῖνος γὰρ ζῶν μὲν ἡμῖν κατέλιπε τὴν οὐσίαν, ἀποθανὼν δὲ κινδυνεύειν περὶ αὐτῆς πεποίηκε. καὶ τότε μὲν οὕτως ὑπʼ αὐτοῦ σωφρόνως ἐπαιδευόμεθα, ὥστʼ οὐδʼ ἀκροασόμενοι οὐδέποτʼ ἤλθομεν ἐπὶ δικαστήριον, νῦν δὲ ἀγωνιούμενοι περὶ πάντων ἥκομεν τῶν ὑπαρχόντων· οὐ γὰρ τῶν Κλεωνύμου μόνον ἀμφισβητοῦσιν ἀλλὰ καὶ τῶν πατρῴων, ὀφείλειν ἐπὶ τούτοις1 〈ἡμᾶς〉 ἐκείνῳ φάσκοντες ἀργύριον.

各位审判官,自克莱奥纽莫斯去世以来,我的处境发生了巨大的变化。因为他生前将财产留给我们,死后却使我们为之身陷险境。那时在他严谨的管教下,我们甚至从未作为旁听者踏入过法庭;而如今,我们却为了所有的财产前来争讼。因为他们不仅争夺克莱奥纽莫斯的财产,而且连我们的父产也要争夺,声称除了这些财产之外我们还欠他钱财。

§2

καὶ οἱ μὲν οἰκεῖοι καὶ οἱ προσήκοντες [ἐπὶ τούτοις] οἱ τούτων ἀξιοῦσιν ἡμᾶς καὶ τῶν ὁμολογουμένων, ὧν Κλεώνυμος κατέλιπεν, αὐτοῖς τούτων ἰσομοιρῆσαι· οὗτοι δὲ εἰς τοῦτο ἥκουσιν ἀναισχυντίας, ὥστε καὶ τὰ πατρῷα προσαφελέσθαι ζητοῦσιν ἡμᾶς, οὐκ ἀγνοοῦντες, ὦ ἄνδρες, τὸ δίκαιον, ἀλλὰ πολλὴν ἡμῶν ἐρημίαν καταγνόντες.

他们自己的亲戚和同宗之人认为,即使在克莱奥纽莫斯留下的公认财产中,我们也应当与他们平分;然而这些人却无耻到了这种地步,竟然还图谋剥夺我们的父产,各位审判官,这并非由于他们不知晓何为正义,而是因为断定我们孤立无援。

§3

σκέψασθε γὰρ οἷς ἑκάτεροι πιστεύοντες ὡς ὑμᾶς εἰσεληλύθαμεν·2 οὗτοι μὲν διαθήκαις ἰσχυριζόμενοι τοιαύταις, ἃς ἐκεῖνος διέθετο μὲν οὐχ ἡμῖν ἐγκαλῶν ἀλλʼ ὀργισθεὶς τῶν οἰκείων τινὶ τῶν ἡμετέρων, ἔλυσε δὲ πρὸ τοῦ θανάτου, πέμψας Ποσείδιππον ἐπὶ τὴν ἀρχήν· ἡμεῖς δὲ γένει μὲν ἐγγυτάτω προσήκοντες, χρώμενοι δὲ ἐκείνῳ πάντων οἰκειότατα, δεδωκότων δʼ ἡμῖν καὶ τῶν νόμων κατὰ τὴν ἀγχιστείαν καὶ αὐτοῦ τοῦ Κλεωνύμου διὰ τὴν φιλίαν τὴν ὑπάρχουσαν αὐτῷ, ἔτι δὲ Πολυάρχου, τοῦ πατρὸς 〈τοῦ〉 Κλεωνύμου, πάππου δʼ ἡμετέρου, προστάξαντος, εἴ τι πάθοι Κλεώνυμος ἄπαις, ἡμῖν δοῦναι τὰ αὑτοῦ.

请审视一下我们双方各自凭借什么来到你们面前。他们所凭借的是这样一份遗嘱:那并非因克莱奥纽莫斯怪罪我们,而是因他向我们的一位亲属动怒而订立的,但他死前派波塞狄波斯去见执政官,已将之撤销;而我们不仅在血缘上与他最为亲近,与他交往也比所有人最为亲密,法律依据亲属继承权赋予了我们,克莱奥纽莫斯本人也因既有的情谊给予了我们,况且克莱奥纽莫斯的父亲、亦即我们的祖父波利阿耳科斯还曾嘱咐,若克莱奥纽莫斯无嗣而亡,当将他的财产给予我们。

§5

τοσούτων τοίνυν ἡμῖν ὑπαρχόντων οὗτοι, καὶ συγγενεῖς ὄντες καὶ οὐδὲν δίκαιον εἰπεῖν ἔχοντες, οὐκ αἰσχύνονται καταστήσαντες ἡμᾶς εἰς ἀγῶνα περὶ τούτων, περὶ ὧν αἰσχρὸν ἦν ἀμφισβητῆσαι καὶ τοῖς μηδὲν προσήκουσιν.

既然我们享有如此多的权利,这些人身为同族,说不出任何合乎正义之辞,却毫不羞耻地将我们拖入有关这些事物的争讼,而争夺这些事物,哪怕对毫无亲属关系的人来说也是可耻的。

§6

οὐχ ὁμοίως δέ μοι δοκοῦμεν, ὦ ἄνδρες, διακεῖσθαι πρὸς ἀλλήλους. ἐγὼ μὲν γὰρ οὐχ ὅτι ἀδίκως κινδυνεύω, τοῦθʼ ἡγοῦμαι μέγιστον εἶναι τῶν παρόντων κακῶν, ἀλλʼ ὅτι ἀγωνίζομαι πρὸς οἰκείους, οὓς οὐδʼ ἀμύνεσθαι καλῶς ἔχει· οὐ γὰρ ἂν ἐλάττω συμφορὰν ἡγησαίμην κακῶς ποιεῖν τούτους ἀμυνόμενος, οἰκείους ὄντας, ἢ κακῶς παθεῖν ἐξ ἀρχῆς ὑπὸ τούτων.

各位审判官,在我看来,我们彼此之间的态度并不相同。因为我并不认为自己不公正地身涉险境是眼下最大的灾祸,与亲人相争才是最大的灾祸,对这些亲人哪怕只是自卫也是不光彩的;因为我认为,在自卫中伤害身为亲人的他们,绝非是比一开始就遭受他们伤害更小的灾难。

§7

οὗτοι δʼ οὐ τοιαύτην ἔχουσι τὴν γνώμην, ἀλλʼ ἥκουσιν ἐφʼ ἡμᾶς καὶ τοὺς φίλους παρακαλέσαντες καὶ ῥήτορας παρασκευασάμενοι καὶ οὐδὲν ἀπολείποντες τῆς αὑτῶν δυνάμεως, ὥσπερ, ὦ ἄνδρες, ἐχθροὺς τιμωρησόμενοι, καὶ οὐκ ἀναγκαίους καὶ συγγενεῖς κακῶς ποιήσοντες.

但他们全无这般顾虑,反而召集朋友、安排演说家、不遗余力地向我们发难,各位审判官,这俨然是在报复仇敌,而不是在伤害至亲同族。

§8

τὴν μὲν οὖν τούτων ἀναισχυντίαν καὶ τὴν αἰσχροκέρδειαν ἔτι μᾶλλον γνώσεσθε, ἐπειδὰν πάντων ἀκούσητε· ὅθεν δʼ οἶμαι τάχιστʼ ἂν ὑμᾶς μαθεῖν περὶ ὧν ἀμφισβητοῦμεν, ἐντεῦθεν ἄρξομαι διδάσκειν.

只要你们听完所有的陈述,就会更加清楚他们的无耻与卑劣贪婪;但我认为,你们从哪一点能最快了解我们所争执的事由,我便从哪里开始陈述。

§9

Δεινίας γὰρ ὁ τοῦ πατρὸς ἀδελφὸς ἐπετρόπευσεν ἡμᾶς, θεῖος ὢν ὀρφανοὺς ὄντας. Κλεωνύμῳ δʼ οὗτος, ὦ ἄνδρες, διάφορος ὢν ἔτυχεν. ὁπότερος μὲν οὖν αὐτῶν ἦν τῆς διαφορᾶς αἴτιος, ἴσως οὐκ ἐμὸν ἔργον ἐστὶ κατηγορεῖν· πλὴν τοσοῦτόν γε ἂν δικαίως αὐτοῖς ἀμφοτέροις μεμψαίμην, ὅτι καὶ φίλοι τέως ὄντες καὶ προφάσεως οὐδεμιᾶς γενομένης ἐκ λόγων τινῶν οὕτως εἰκῇ πρὸς ἀλλήλους ἔχθραν ἀνείλοντο.

在我们年幼丧父时,我父亲的兄弟狄尼亚斯作为叔父担任了我们的监护人。各位审判官,此人恰好与克莱奥纽莫斯关系不睦。究竟他们二人中谁是这起不和的起因,或许并非我所应当指控的;只是,我至少可以正当地责怪他们二人:原本长期是好友,且并无任何借口出现,仅因几句话就这样轻率地彼此结怨。

§10

τότε γοῦν ἐκ ταύτης τῆς ὀργῆς Κλεώνυμος ταύτας ποιεῖται τὰς διαθήκας, οὐχ ἡμῖν ἐγκαλῶν, ὡς ὕστερον †ἐσώθη† ἔλεγεν, ὁρῶν δὲ ἡμᾶς ἐπιτροπευομένους ὑπὸ Δεινίου, καὶ δεδιὼς μὴ τελευτήσειεν αὐτὸς ἔτι παῖδας ἡμᾶς καταλιπὼν καὶ τῆς οὐσίας ἡμετέρας οὔσης γένοιτο κύριος Δεινίας· ἡγεῖτο γὰρ δεινὸν εἶναι τὸν ἔχθιστον τῶν οἰκείων ἐπίτροπον καὶ κύριον τῶν αὑτοῦ καταλιπεῖν, καὶ ποιεῖν αὑτῷ τὰ νομιζόμενα τοῦτον, ἕως ἡμεῖς ἡβήσαιμεν, ᾧ ζῶν διάφορος ἦν·3

当时克莱奥纽莫斯正是出于这股怒气订立了这份遗嘱,正如他后来所说的那样,并非责怪我们,而是看到我们在狄尼亚斯的监护之下,唯恐自己死在我们尚且年幼之时,而在财产归我们所有的同时,狄尼亚斯会成为实际的掌权人;因为他认为,留下亲属中最可恨之人作为监护人并掌控自己的财产,且在我们成年之前,由这个生前与自己不睦的人为自己主持祭祀丧仪,是极为可怕的。

语法注3 条
  1. 1ἐπὶ τούτοις

    介词短语 ἐπὶ τούτοις 语法上亦可理解为“以这些(父产)为抵押”,但在语境中更自然地表示追加,即“除此以外/在这之上”(in addition to these)。承接前文“不仅争夺克莱奥纽莫斯的财产,而且连父产也要争夺”,进一步表明对方除了索要父产外,还声称欠有额外借款。

  2. 3οἷς ἑκάτεροι πιστεύοντες ὡς ὑμᾶς εἰσεληλύθαμεν

    疑问或关系代词 οἷς 依附于分词 πιστεύοντες,整体构成间接疑问从句(“我们双方各自凭借什么来到你们面前”)。谓语动词 εἰσεληλύθαμεν 虽为第一人称复数,但主语统摄了 ἑκάτεροι(“双方各自”)。

  3. 10καὶ ποιεῖν αὑτῷ τὰ νομιζόμενα τοῦτον, ἕως ἡμεῖς ἡβήσαιμεν, ᾧ ζῶν διάφορος ἦν

    这是由 ἡγεῖτο δεινὸν εἶναι 所统领的第二个“宾格加不定词”结构。不定词 ποιεῖν 的逻辑主语是宾格 τοῦτον(指狄尼亚斯),αὑτῷ 则是间接反身代词,指克莱奥纽莫斯自己。关系代词 ᾧ 的先行词为 τοῦτον,两者之间被时间从句 ἕως ἡμεῖς ἡβήσαιμεν 隔开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg001.humanitext-grc2:0-10