← 希罗多德

历史

§9.80.1-9.80.3

收集波斯战利品与艾吉纳人敛财

黑劳士们在帕萨尼亚斯的命令下收集波斯军队的战利品,但他们偷走了许多金银财宝并低价卖给艾吉纳人,这成为了艾吉纳人发家致富的契机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.80.1

ὃ μὲν ταῦτα ἀκούσας ἀπαλλάσσετο. Παυσανίης δὲ κήρυγμα ποιησάμενος μηδένα ἅπτεσθαι τῆς ληίης,1 συγκομίζειν ἐκέλευε τοὺς εἵλωτας τὰ χρήματα. οἳ δὲ ἀνὰ τὸ στρατόπεδον σκιδνάμενοι εὕρισκον σκηνὰς κατεσκευασμένας χρυσῷ καὶ ἀργύρῳ, κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύρους, κρητῆράς τε χρυσέους καὶ φιάλας τε καὶ ἄλλα ἐκπώματα·

那人听完这些话便离去了。而帕萨尼亚斯发出布告,严禁任何人触碰战利品,并命令黑劳士们收集这些财宝。他们散布在营地各处,发现了用金银装饰的帐篷、镀金和镀银的床榻、金质的混酒器、浅杯以及其他杯具。

§9.80.2

σάκκους τε ἐπʼ ἁμαξέων εὕρισκον, ἐν τοῖσι λέβητες ἐφαίνοντο ἐνεόντες2 χρύσεοί τε καὶ ἀργύρεοι· ἀπό τε τῶν κειμένων νεκρῶν ἐσκύλευον ψέλιά τε καὶ στρεπτοὺς καὶ τοὺς ἀκινάκας ἐόντας χρυσέους, ἐπεὶ ἐσθῆτός γε ποικίλης λόγος ἐγίνετο οὐδείς.

他们还在货车上发现了袋子,里面露出了金银制成的鼎;他们还从躺在地上的尸体上剥下手镯、项链以及金质的短剑,因为至于那些五彩缤纷的衣服,根本无人理会。

§9.80.3

ἐνθαῦτα πολλὰ μὲν κλέπτοντες ἐπώλεον πρὸς τοὺς Αἰγινήτας οἱ εἵλωτες, πολλὰ δὲ καὶ ἀπεδείκνυσαν, ὅσα αὐτῶν οὐκ οἷά τε ἦν κρύψαι· ὥστε Αἰγινήτῃσι οἱ μεγάλοι πλοῦτοι ἀρχὴν ἐνθεῦτεν ἐγένοντο, οἳ τὸν χρυσὸν ἅτε ἐόντα χαλκὸν δῆθεν3 παρὰ τῶν εἱλώτων ὠνέοντο.

于是,黑劳士们偷走了许多东西卖给艾吉纳人,同时也上缴了许多——凡是他们无法藏匿的。因此,艾吉纳人的巨额财富便以此为开端,因为他们从黑劳士手中买下这些黄金,就好像那确实只是黄铜一般。

语法注3 条
  1. 9.80.1μηδένα ἅπτεσθαι τῆς ληίης

    说明名词 κήρυγμα(布告)内容的带宾格的不定式结构(间接命令)。动词 ἅπτεσθαι(触碰)支配属格(τῆς ληίης)。

  2. 9.80.2λέβητες ἐφαίνοντο ἐνεόντες

    动词 φαίνομαι(显现、似乎)伴随分词(ἐνεόντες,意为“在其中”的爱奥尼亚方言形式),表示“显然看得出它们装在里面”这一事实。注意这与接不定式时表示“似乎在里面(实际不确定)”的区别。

  3. 9.80.3ἅτε ἐόντα χαλκὸν δῆθεν

    连词 ἅτε 通常表示基于客观事实的原因(因为),但在此处与表示虚假或表象的语气词 δῆθεν 连用,暗示了“(在卖方黑劳士看来)那仿佛只是青铜一般”或“假称是青铜”,从而解释了艾吉纳人如何以青铜的价格买下黄金。分词 ἐόντα(阳性单数宾格)修饰 τὸν χρυσόν(黄金)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.80.1-9.80.3