- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.13.1-9.13.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
马尔多尼乌斯得知与雅典人和解无望且斯巴达军队正逼近后,彻底摧毁了雅典,并决定撤退至底比斯,因为那里不仅适合骑兵行动,也更易于撤退。
ὃ μὲν δὴ εἴπας ταῦτα ἀπαλλάσσετο ὀπίσω, Μαρδόνιος δὲ οὐδαμῶς ἔτι πρόθυμος ἦν μένειν ἐν τῇ Ἀττικῇ, ὡς ἤκουσε ταῦτα. πρὶν μέν νυν ἢ πυθέσθαι1 ἀνεκώχευε, θέλων εἰδέναι τὸ παρʼ Ἀθηναίων, ὁκοῖόν τι ποιήσουσι, καὶ οὔτε ἐπήμαινε οὔτε ἐσίνετο γῆν τὴν Ἀττικήν, ἐλπίζων διὰ παντὸς τοῦ χρόνου ὁμολογήσειν σφέας·
他说完这些话后便转身回去了。而马尔多尼乌斯听到这些,就再也没有任何意愿留在阿提卡了。此前,在得知消息之前,他一直按兵不动,想看看雅典人会怎么做,因此他既没有伤害也没有掠夺阿提卡的土地,始终希望他们能达成和解。
ἐπεὶ δὲ οὐκ ἔπειθε, πυθόμενος πάντα λόγον, πρὶν ἢ τοὺς μετὰ Παυσανίεω ἐς τὸν Ἰσθμὸν ἐσβαλεῖν, ὑπεξεχώρεε ἐμπρήσας τε τὰς Ἀθήνας, καὶ εἴ κού τι ὀρθὸν ἦν2 τῶν τειχέων ἢ τῶν οἰκημάτων ἢ τῶν ἱρῶν, πάντα καταβαλὼν καὶ συγχώσας.
但既然他无法说服他们,且在获悉了全部情况后,在跟随保萨尼亚斯的人马进入地峡之前,他便撤退了,同时放火烧毁了雅典,并且只要有任何城墙、房屋或神庙还完好直立着,他就把它们全部推倒并夷为平地。
ἐξήλαυνε δὲ τῶνδε εἵνεκεν, ὅτι οὔτε ἱππασίμη ἡ χώρη ἦν ἡ Ἀττική, εἴ τε νικῷτο συμβαλών,3 ἀπάλλαξις οὐκ ἦν ὅτι μὴ κατὰ στεινόν,4 ὥστε ὀλίγους σφέας ἀνθρώπους ἴσχειν.5 ἐβουλεύετο ὦν ἐπαναχωρήσας ἐς τὰς Θήβας συμβαλεῖν πρὸς πόλι τε φιλίῃ καὶ χώρῃ ἱππασίμῳ.
他撤军的原因如下:阿提卡地区不适合骑兵行动,而且一旦在交战中溃败,除了通过狭窄的通道外别无退路,以至于少数人就能阻挡他们。因此,他计划退回底比斯,在友好的城市和适合骑兵行动的地区附近交战。
- 9.13.1πρὶν μέν νυν ἢ πυθέσθαι
连词 πρὶν ... ἤ 搭配不定式 πυθέσθαι,意为“在……之前”。该不定式的宾语在上下文语境中省略,指上一章中提到的斯巴达军队出兵的消息。
- 9.13.2εἴ κού τι ὀρθὸν ἦν
条件词 εἰ 后接直陈式过去未完成时 ἦν,表示对过去客观事实是否存在的假设(“如果有什么东西还直立着”)。
- 9.13.3εἴ τε νικῷτο συμβαλών
条件词 εἰ 后接现在时祈愿式 νικῷτο(被动语态,“如果战败”)。这表示从过去的视点来看未来可能发生的假设情况。分词 συμβαλών(“交战”)修饰 νικῷτο。
- 9.13.3ὅτι μὴ κατὰ στεινόν
词组 ὅτι μή 是表示例外(“除了……之外”)的习惯用法,此处修饰介词短语 κατὰ στεινόν(“通过狭窄的地方”)。
- 9.13.3ὥστε ὀλίγους σφέας ἀνθρώπους ἴσχειν
连词 ὥστε 引导带不定式 ἴσχειν(“阻挡”)的结果从句。该不定式的逻辑主语是宾格的 ὀλίγους ἀνθρώπους(“少数人”),宾格代词 σφέας(“他们”,指代主句主语波斯军队的间接反身代词)作其宾语。
