← 希罗多德

历史

§9.108.1-9.108.2

薛西斯对马西斯特斯妻女的迷恋

留在萨尔狄斯的薛西斯爱上了马西斯特斯的妻子,在无法得手的情况下,他安排儿子达雷奥斯迎娶其女儿。然而回到苏萨后,薛西斯不再迷恋马西斯特斯的妻子,转而爱上了成为儿媳的女儿阿塔云特。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.108.1

ἐν δὲ τῇσι Σάρδισι ἐτύγχανε ἐὼν1 βασιλεὺς ἐξ ἐκείνου τοῦ χρόνου, ἐπείτε ἐξ Ἀθηνέων προσπταίσας τῇ ναυμαχίῃ φυγὼν ἀπίκετο. τότε δὴ ἐν τῇσι Σάρδισι ἐὼν ἄρα ἤρα τῆς Μασίστεω γυναικός, ἐούσης καὶ ταύτης ἐνθαῦτα. ὡς δέ οἱ προσπέμποντι οὐκ ἐδύνατο κατεργασθῆναι, οὐδὲ βίην προσεφέρετο προμηθεόμενος τὸν ἀδελφεὸν Μασίστην· τὠυτὸ δὲ τοῦτο εἶχε καὶ τὴν γυναῖκα·2 εὖ γὰρ ἐπίστατο βίης οὐ τευξομένη· ἐνθαῦτα δὴ Ξέρξης ἐργόμενος τῶν ἄλλων πρήσσει τὸν γάμον τοῦτον τῷ παιδὶ τῷ ἑωυτοῦ Δαρείῳ, θυγατέρα τῆς γυναικὸς ταύτης καὶ Μασίστεω, δοκέων αὐτὴν μᾶλλον λάμψεσθαι3 ἢν ταῦτα ποιήσῃ.

却说国王自那时起就一直留在萨尔狄斯,即他从雅典在海战中遭受挫折、逃跑并抵达该地以来。当时,在萨尔狄斯的他爱上了马西斯特斯的妻子,而她当时也恰好在那里。但是,尽管他派人去,却无法得手,且由于顾及他的兄弟马西斯特斯,他也不敢诉诸武力;而这同样的事情也保护了那个女人,因为她深知自己绝不会受到武力强迫。于是薛西斯在其他途径都被堵死的情况下,为他自己的儿子达雷奥斯操办了这桩婚事,迎娶这个女人与马西斯特斯的女儿,以为如果这样做,他就更能把她弄到手。

§9.108.2

ἁρμόσας δὲ καὶ τὰ νομιζόμενα ποιήσας ἀπήλαυνε ἐς Σοῦσα· ἐπεὶ δὲ ἐκεῖ τε ἀπίκετο καὶ ἠγάγετο ἐς ἑωυτοῦ Δαρείῳ τὴν γυναῖκα, οὕτω δὴ τῆς Μασίστεω μὲν γυναικὸς ἐπέπαυτο, ὁ δὲ διαμειψάμενος4 ἤρα τε καὶ ἐτύγχανε τῆς Δαρείου μὲν γυναικὸς Μασίστεω δὲ θυγατρός· οὔνομα δὲ τῇ γυναικὶ ταύτῃ ἦν Ἀρταΰντη.

在定下婚约并履行了惯常的仪式后,他便动身前往苏萨。当他到达那里并为达雷奥斯娶回妻子进自己的家门时,他就此终止了对马西斯特斯妻子的爱恋,而是移情别恋,爱上并得到了达雷奥斯的妻子、即马西斯特斯的女儿;这个女人的名字叫阿塔云特。

语法注4 条
  1. 9.108.1ἐτύγχανε ἐὼν

    τυγχάνω 动词接分词(ἐὼν)的结构,意为“恰好在”、“当时正在”。

  2. 9.108.1τὠυτὸ δὲ τοῦτο εἶχε καὶ τὴν γυναῖκα

    “这同样的事情也维系了(保护了)那个女人”。这里的 ἔχω 意为“保持、保护、约束”,指国王对其兄弟的顾忌成了保护该女子的坚实屏障。

  3. 9.108.1λάμψεσθαι

    爱奥尼亚方言中 λαμβάνω(获取、得到)的将来时不定式(通常作 λάμψομαι)的变形,意为“得到、捕获”。其带对格的主语是 αὐτὴν(指马西斯特斯的妻子),表明薛西斯认为让儿子娶其女儿,能让自己更容易把她(母亲)弄到手。

  4. 9.108.2διαμειψάμενος

    动词 διαμείβω(交换、改变)的不定过去时中间偏正分词,在此意为“移情别恋”、“转换了(爱慕的对象)”。与前文的 ἐπέπαυτο(终止了)相呼应,强调了薛西斯的情感对象从母亲到女儿的转变。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.108.1-9.108.2