- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.107.1-9.107.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
在从米卡雷撤退到萨尔狄斯的途中,马西斯特斯因战败而侮辱将军阿塔云特斯,愤怒的阿塔云特斯企图袭击他,但被克塞纳戈拉斯制止。
τῶν δὲ ἀποφυγόντων βαρβάρων ἐς τὰ ἄκρα τῆς Μυκάλης κατειληθέντων,1 ἐόντων οὐ πολλῶν, ἐγίνετο κομιδὴ ἐς Σάρδις. πορευομένων δὲ κατʼ ὁδὸν Μασίστης ὁ Δαρείου παρατυχὼν τῷ πάθεϊ τῷ γεγονότι τὸν στρατηγὸν Ἀρταΰντην ἔλεγε πολλά τε καὶ κακά, ἄλλα τε καὶ γυναικὸς κακίω φὰς αὐτὸν εἶναι τοιαῦτα στρατηγήσαντα, καὶ ἄξιον εἶναι παντὸς κακοῦ τὸν βασιλέος οἶκον κακώσαντα. παρὰ δὲ τοῖσι Πέρσῃσι γυναικὸς κακίω ἀκοῦσαι2 δέννος μέγιστος ἐστι.
至于那些逃脱并被困在米卡雷山顶的蛮族,人数并不多,他们向萨尔狄斯退却。当他们行进在路上时,大流士之子马西斯特斯碰巧目睹了所发生的灾难,对将军阿塔云特斯说了许多难听的话,尤其说他指挥得如此糟糕,简直比女人还要无能,又说他危害了国王的家族,应当受到一切惩罚。因为在波斯人看来,听到别人说自己比女人还不如,乃是最大的侮辱。
ὁ δὲ ἐπεὶ πολλὰ ἤκουσε, δεινὰ ποιεύμενος σπᾶται ἐπὶ τὸν Μασίστην τὸν ἀκινάκην, ἀποκτεῖναι θέλων. καί μιν ἐπιθέοντα φρασθεὶς3 Ξειναγόρης ὁ Πρηξίλεω ἀνὴρ Ἁλικαρνησσεὺς ὄπισθε ἑστεὼς αὐτοῦ Ἀρταΰντεω ἁρπάζει μέσον καὶ ἐξαείρας παίει ἐς τὴν γῆν· καὶ ἐν τούτῳ οἱ δορυφόροι οἱ Μασίστεω προέστησαν.
而阿塔云特斯在听了许多这样的话后,怒不可遏,拔出波斯短剑向马西斯特斯刺去,企图杀死他。站在阿塔云特斯身后的普雷克西劳斯之子、哈利卡纳苏斯人克塞纳戈拉斯察觉到他冲上前去,便拦腰抱住他,将他举起并摔在地上;在此期间,马西斯特斯的卫兵挡在前面保护了他。
ὁ δὲ Ξειναγόρης ταῦτα ἐργάσατο χάριτα αὐτῷ τε Μασίστῃ τιθέμενος καὶ Ξέρξῃ.4 ἐκσώζων τὸν ἀδελφεὸν τὸν ἐκείνου· καὶ διὰ τοῦτο τὸ ἔργον Ξειναγόρης Κιλικίης πάσης ἦρξε δόντος βασιλέος. τῶν δὲ κατʼ ὁδὸν πορευομένων οὐδὲν ἐπὶ πλέον τούτων ἐγένετο, ἀλλʼ ἀπικνέονται ἐς Σάρδις.
克塞纳戈拉斯做这件事,是为了对马西斯特斯本人以及薛西斯示好,救下了后者的兄弟;由于这一功绩,克塞纳戈拉斯在国王的赐予下统治了整个基利基亚。在路上行进的他们没有再发生比这些更多的事,而是到达了萨尔狄斯。
- 9.107.1τῶν δὲ ἀποφυγόντων βαρβάρων ἐς τὰ ἄκρα τῆς Μυκάλης κατειληθέντων
属格独立结构,用于说明并非主句主语的“逃脱的蛮族”的状况。紧接其后又插入了一个同样采用属格独立形式的分词短语 ἐόντων οὐ πολλῶν(虽然他们人数不多)。
- 9.107.1γυναικὸς κακίω ἀκοῦσαι
不定词 ἀκοῦσαι 在此处具有被动含义(“被说成”、“听到关于自己的评价”),并以带有比较属格的形容词 γυναικὸς κακίω(比女人还不如)作为补足语。这整个不定词短语在句中充当主语。
- 9.107.2καί μιν ἐπιθέοντα φρασθεὶς
μιν(他,即阿塔云特斯)是过去被动分词 φρασθεὶς(察觉到)的直接宾语,而现在分词 ἐπιθέοντα(冲上前、袭击)则是说明 μιν 状态的表语性分词。意为“察觉到他正要冲上前袭击”。
- 9.107.3χάριτα αὐτῷ τε Μασίστῃ τιθέμενος καὶ Ξέρξῃ
成语 χάριν τίθεσθαί τινι 意为“给(与格者)施恩”或“讨好(与格者)”。此处中动语态现在分词 τιθέμενος 表示主语的意图或目的(“企图向……示好”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
